← 辛普里丘

亚里士多德《论天》注释

§16.1-16.33

单纯物体与复合物体的划分及运动原理

辛普利丘注解了亚里士多德在《论天》卷一第二章(268b26)引入单纯物体与复合物体之划分并界定单纯物体唯独具有依本性运动原理的段落,并探讨了亚历山大关于火和土的“形式”与“同族之物”的诠释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8#1

" Ἐπεὶ δὲ τῶν σωμάτων ἕως τοῦ κινεῖσθαι δὲ κατὰ τὸ ἐπικρατοῦν." Κατασκευάσας τὴν πρώτην ὑπόθεσιν τὴν λέγουσαν, ὅτι τρεῖς εἰσιν αἱ ἁπλαῖ κινήσεις ἡ ἀπὸ τοῦ μέσου καὶ ἡ πρὸς τὸ μέσον καὶ ἡ περὶ τὸ μέσον, μέτεισιν ἐπὶ τὴν δευτέραν καὶ τρίτην δεικνύς, ὅτι τοῦ ἁπλοῦ σώματος ἁπλῆ ἡ κίνησις καὶ ἡ ἁπλῆ κίνησις ἁπλοῦ σώματος. δείκνυσι δὲ αὐτὰ διελὼν ὥσπερ πρότερον τὰς κινήσεις εἰς τὰς ἁπλᾶς καὶ τὰς μικτὰς οὕτως νῦν τὰ σώματα εἴς τε τὰ ἁπλᾶ καὶ τὰ σύνθετα. καὶ ὁρισάμενος τὰ ἁπλᾶ σώματα ἀποδίδωσιν οἰκείως τὰς μὲν ἁπλᾶς κινήσεις τοῖς ἁπλοῖς σώμασιν, τὰς δὲ μικτὰς τοῖς συνθέτοις· καὶ γὰρ πᾶσα κίνησις σώματός ἐστί τινος ἡ κατὰ τόπον. ἁπλᾶ δὲ σώματά φησιν, ὅσα κινήσεως ἀρχὴν ἔχει τῆς κατὰ τὴν φύσιν μόνην·1 ἀρχὴν μὲν γὰρ κινήσεως ἔχει καὶ τὰ ζῷα καὶ τὰ φυτά, ἀλλ’ οὐ τῆς κατὰ τὴν φύσιν, καθὸ τοιαῦτα, ἀλλὰ τῆς κατὰ τὴν ψυχήν, διὸ καὶ ἄλλοτε ἄλλως κινεῖται· τὰ γὰρ σύνθετα οὐκ ἔμεινεν ἐπὶ τῶν ὁμοιομερῶν μόνων μερῶν, ἀλλὰ καὶ ὀργανικὰ προσεκτήσατο ὡς ψυχὴν προσλαβόντα τὴν ὡς ὀργάνῳ χρωμένην τῷ σώματι. ἡ δὲ φύσις ἁπλῆς κινήσεως ἀρχή, διὸ καὶ τὰ φύσιν ἔχοντα μόνην ἁπλῆν ἔχει τὴν κίνησιν. τίνα δὲ ταῦτα λέγων ἐπήνεγκεν οἷον πῦρ καὶ γῆ καὶ τὰ τούτων εἴδη καὶ τὰ συγγενῆ τούτοις, εἴδη γῆς λέγων ἀμμώδη καὶ λιθώδη καὶ βῶλον καὶ λευκὴν ἢ μέλαιναν καὶ τὰ τοιαῦτα· πυρὸς δὲ εἴδη ἄνθραξ, φλόξ, φῶς, ὥς φησιν ὁ Πλάτων. καλῶς δὲ καὶ οὕτως ὁ Ἀλέξανδρος ἐξηγήσατο· “εἰπὼν γάρ, φησίν, οἷον πῦρ καὶ γῆν ἐπήνεγκε τὸ καὶ τὰ τούτων εἴδη ἀντὶ τοῦ καθόλου πᾶν πῦρ, οὐ τόδε τὸ πῦρ μόνον, καὶ καθόλου πᾶσαν γῆν, οὐ τήνδε τινὰ μόνην, ἀλλὰ τὸ πυρὸς καὶ γῆς εἶδος, καθὸ πῦρ ἐστι καὶ γῆ.” συγγενῆ δὲ πυρὸς μὲν ἀήρ, γῆς δὲ ὕδωρ, καὶ εἴ τι ἄλλο ἁπλοῦν, ὡς δειχθήσεται τὸ πέμπτον σῶμα· φυσικὸν γὰρ καὶ τοῦτο. “εἰ δὲ τοῖς σώμασι τοῖς φυσικοῖς, φησὶν Ἀλέξανδρος, τὸ εἶναί ἐστιν ἐν τῷ κινήσεως ἀρχὴν ἐν ἑαυτοῖς ἔχειν, τούτων δὲ τὰ μὲν ἁπλᾶ ἐστι, τὰ δὲ ἐκ τούτων σύνθετα, ἀκολουθήσει τὸ τῶν μὲν ἁπλῶν σωμάτων ἁπλᾶς τὰς κινήσεις εἶναι, τῶν δὲ συνθέτων συνθέτους”. μήποτε δὲ ἀκριβέστερον ὁ Ἀριστοτέλης ἁπλᾶ σώματα εἶπεν, ὅσα κινήσεως ἀρχὴν ἔχει κατὰ φύσιν, ὡς τῶν συνθέτων, καθὸ σύνθετα, οὐ κατὰ τὴν φύσιν ἐχόντων2 τὴν ἀρχὴν τῆς κινήσεως, ἀλλὰ κατὰ τὴν ψυχήν, διὸ καὶ μόρια ὀργανικὰ προσεκτήσατο.

“既然在物体中”至“依据占优势者运动”。 在确立了声称单纯运动有三种——离开中心、朝向中心以及围绕中心——的第一前提之后,他进而转入第二和第三前提,指出单纯物体的运动是单纯的,而单纯运动属于单纯物体。正如先前将运动区分为单纯与混合一样,他现在将物体区分为单纯与复合,以此来指明这些结论。在界定了单纯物体之后,他适切地将单纯运动赋予单纯物体,将混合运动赋予复合物体;因为一切依位置的运动都是某个物体的运动。而他所说的单纯物体,是指凡是具有唯独依本性的运动之原理者;因为动物与植物固然也具有运动之原理,但只要它们作为这类事物,所具有的便不是依本性的运动原理,而是依灵魂的运动原理,因此它们也在不同时候以不同方式运动;因为复合之物并未停留于仅具同质部分,而是由于额外接纳了将身体作为工具使用的灵魂,因而额外获得了器官性的部分。而本性乃是单纯运动之原理,因此仅具有本性者也具有单纯的运动。在说明这些是何物时,他补充道“例如火与土以及这两者的形式,还有与这两者同族之物”,他称土的形式有沙质的、石质的、土块状的、白色的或黑色的等等诸如此类;而正如柏拉图所说,火的形式有余烬、火焰、光芒。亚历山大也作了如此恰当的阐释:“因为在说了‘例如火与土’之后,”他说,“他补充了‘以及这两者的形式’,这是用以代替:普遍的一切火,而非仅仅这具体的火;普遍的一切土,而非仅仅这某特定的土;而是指火与土在其作为火与土而言的形式。”与火同族的是气,与土同族的是水,以及若有任何其他单纯物体,正如第五种物体将被指明的那样;因为这也是自然物。“如果对自然物体而言,”亚历山大说,“其存在即在于自身内具有运动之原理,而这些物体中一部分是单纯的,另一部分是由这些合成的复合体,那么必然得出:单纯物体的运动是单纯的,而复合之物的运动是复合的。”然而或许亚里士多德更为严密地将凡是依本性具有运动原理者称作单纯物体,其理据在于复合之物只要作为复合之物,具有运动原理便不是依本性而是依灵魂,这也正是复合之物额外获得了器官性诸部分的原因。

语法注2 条
  1. 1.8κινήσεως ἀρχὴν ἔχει τῆς κατὰ τὴν φύσιν μόνην

    定冠词 τῆς 将介词短语 κατὰ τὴν φύσιν μόνην 实词化,限定修饰前置的名词 κινήσεως(“运动之原理,亦即唯独依本性的运动之原理”),并与下文依灵魂的运动(τῆς κατὰ τὴν ψυχήν)形成严整对照。

  2. 1.8ὡς τῶν συνθέτων, καθὸ σύνθετα, οὐ κατὰ τὴν φύσιν ἐχόντων

    这是由 ὡς 引导的属格绝对结构,以 τῶν συνθέτων 为逻辑主语,以 ἐχόντων 为分词,表达亚里士多德作出该定义的据称理据(“其理据在于复合之物并不具有……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:16.1-16.33