- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:14.30-15.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚里士多德依据与中心的关系对圆周运动与直线运动所作的界定(268b20),考察了亚历山大关于车轮运动和动物方向运动的解释并提出批评,重构了得出三种单纯运动的三段论推论,并审视了物体的三维性与三种运动之间的对应关系。
" Κύκλῳ μὲν οὖν ἐστιν ἕως τοῦ καὶ ἡ κίνησις αὐτοῦ." Εἰπὼν δύο εἶναι τὰς ἁπλᾶς κινήσεις τήν τε εὐθεῖαν καὶ τὴν κύκλῳ ὁρίζεται ἑκατέραν κύκλῳ μὲν λέγων τὴν περὶ τὸ τοῦ παντὸς μέσον, ὅπερ διὰ τοῦ ἄρθρου ἐνεδείξατο, ὡς φησιν Ἀλέξανδρος, περὶ τὸ μέσον εἰπών·1 ὥστε ἡ τῶν τροχῶν μὴ περὶ τὸ μέσον τοῦ παντὸς γινομένη οὐκ ἔστιν ἁπλῆ κύκλῳ· ἔχει γάρ πως καὶ τὸ ἄνω καὶ τὸ κάτω ἑκάστου μέρους ποτὲ μὲν ἄνω γινομένου, ποτὲ δὲ κάτω. εὐθείας δὲ κινήσεις ἁπλᾶς φησι τὴν μὲν ἄνω, τὴν δὲ κάτω· καὶ τί τούτων ἑκάτερον, σαφηνίζων ἄνω μὲν τὴν ἀπὸ τοῦ μέσου φησί, κάτω δὲ τὴν ἐπὶ τὸ μέσον. καὶ ὅτι τὸ αὐτὸ μέσον ἐπί τε τῆς κύκλῳ καὶ τῶν ἐπ’ εὐθείας ἐλάμβανεν, ἐδήλωσεν εἰπών· ὥστε ἀνάγκη πᾶσαν εἶναι τὴν ἁπλῆν φοράν καὶ τὰ ἑξῆς. ἐβουλήθη δὲ κατὰ μίαν τὴν πρὸς τὸ μέσον σχέσιν πάσας παραδοῦναι· καὶ ἡ εἰς δεξιὰ δὲ καὶ ἀριστερὰ καὶ ἡ ἔμπροσθεν καὶ ὄπισθεν, ὅταν ὦσιν ἁπλαῖ, ἐπὶ τὸ ἄνω γίνονται ἢ ἐπὶ τὸ μέσον· αἱ γὰρ τῶν ζῴων οὐκέτι ἁπλαῖ κατὰ κάμψιν καὶ ἔκτασιν τῶν κώλων γινόμεναι· ὥστε καὶ αἱ εἰς τὰ πλάγια ἄνω τε καὶ κάτω οὖσαι ἐπ’ εὐθείας. οὕτως μὲν ὁ Ἀλέξανδρος. μήποτε δὲ ἡ εἰς δεξιὰ καὶ ἀριστερὰ καὶ ἔμπροσθεν καὶ ὄπισθεν οὐκ ἔστιν ἁπλῶν κατὰ φύσιν, ἀλλὰ τῶν ζῴων τῶν τὰ δεξιὰ καὶ ἀριστερὰ καὶ ἔμπροσθεν καὶ ὄπισθεν ἐχόντων· γῆ δὲ ἢ πῦρ ἤ τι τῶν ἄλλων οὐ κινεῖται τὴν τοιαύτην κίνησιν, εἰ μὴ βίᾳ, ῥιπτούμενα ἢ ὠθούμενα ἢ ὑπὸ ἄλλων ἀντικοπτόμενα. προλαβὼν δὲ ἐκ τῆς ἐναργείας δύο εἶναι τὰς ἁπλᾶς γραμμὰς τήν τε εὐθεῖαν καὶ τὴν περιφερῆ, καὶ ὅτι αἱ ἁπλαῖ κινήσεις κατὰ τὰς ἁπλᾶς γίνονται γραμμάς, συνελογίσατο δυνάμει οὕτως· αἱ ἁπλαῖ κινήσεις κατὰ ἁπλᾶς γίνονται γραμμάς· αἱ κατὰ ἁπλᾶς γινόμεναι γραμμὰς κατὰ εὐθεῖαν γίνονται καὶ κατὰ κύκλον· καὶ τὸ συμπέρασμα δῆλον. εἶτα πάλιν, οἶμαι, ὡς ἐναργὲς ἔλαβεν, ὅτι ἐν σφαίρᾳ ὡρισμένῃ μάλιστα εὐθεῖά ἐστιν ἡ ἀπὸ τοῦ κέντρου ἐπὶ τὴν περιφέρειαν· ὥστε καὶ αἱ κατ’ εὐθεῖαν ἐν σφαίρᾳ ὡρισμέναι κινήσεις δύο ἡ μὲν ἄνω ἡ ἀπὸ τοῦ μέσου, ἡ δὲ κάτω ἡ ἐπὶ τὸ μέσον· τρεῖς ἄρα αἱ ἁπλαῖ κινήσεις πρὸς τὸ μέσον ἔχουσαι τὰς σχέσεις ἡ μὲν ἀπὸ τοῦ μέσου, ἡ δὲ ἐπὶ τὸ μέσον, ἡ δὲ περὶ τὸ μέσον. ἡ δὲ κατὰ λόγον ῥηθεῖσα ἀκολουθία τοῦ τρεῖς εἶναι τὰς κινήσεις πρὸς τὸ τριχῇ διαστατὸν εἶναι τὸ σῶμα παρὰ τὴν Ἀριστοτέλους ἀκρίβειαν δοκεῖ μοι,2 εἰ μή τις δείξει λόγος κοινωνίαν τινὰ τῶν κινήσεων πρὸς τὰς διαστάσεις.
“因此圆周运动就是”至“它的运动亦然”。 在说明单纯运动唯有两种——即直线运动与圆周运动——之后,他对两者进行了界定,称圆周运动是围绕全体之中心的运动;正如亚历山大所说,他通过定冠词并说“围绕该中心”指示了这一点[即全体之中心]。因此,车轮的运动由于不是围绕全体之中心进行的,便不是单纯的圆周运动;因为由于其每一部分时而居上、时而居下,它在某种程度上也兼具向上与向下。另一方面,他说单纯的直线运动一种是向上的,另一种是向下的;在澄清这两者各自为何时,他说向上的是离开中心的运动,向下的是朝向中心的运动。而他在圆周运动与直线诸运动中都取了同一个中心,这一点他通过说“因此一切单纯的位移运动必然是……”等等表明了。他意图依据对中心的唯一定位来阐明所有运动;至于向右与向左的运动以及向前与向后的运动,当它们是单纯的时,也是朝向上方或朝向中心进行的;因为动物的运动既然是依据肢体的弯曲与伸展而产生的,便不再是单纯的;因此朝向侧方的诸运动作为向上与向下的运动,也是在直线上的。亚历山大是这样说的。然而,向右与向左、向前与向后的运动或许依本性而言并不属于单纯物体,而是属于具有右与左、前与后的动物;而土或火或其余任何物体若非受到强力——被抛掷、被推搡或被他物阻挡——,都不会作此种运动。在根据显然的事实预先设定单纯的线唯有两条——即直线与圆周——以及单纯运动是沿着单纯的线产生之后,他在潜能上作了如下推论:单纯运动沿单纯的线产生;沿单纯的线产生的运动是沿直线以及沿圆周产生的;而结论是显而易见的。接着,我想他又将以下这一点视为显然的事实:在一个受限定的球体中,最本义的直线是从中心通往圆周的线;因此在球体中沿直线受限定的运动也是两种:从中心出发的向上运动,与朝向中心的向下运动;所以相对于中心具有各种关系的单纯运动共有三种:一种离开中心,一种朝向中心,一种围绕中心。至于所谓运动有三种与物体具三维广延之间符合常理的对应关系,在我看来有悖于亚里士多德的严密性,除非有某种论证能指明诸运动与诸维度之间的某种共通性。
- 1.7ὅπερ διὰ τοῦ ἄρθρου ἐνεδείξατο, ὡς φησιν Ἀλέξανδρος, περὶ τὸ μέσον εἰπών
关系代词 ὅπερ 以紧接在前的“全体之中心”(τὸ τοῦ παντὸς μέσον)这一整全概念为先行词,转述了亚历山大的解读:亚里士多德通过带有定冠词的“该中心”(τὸ μέσον),特指了宇宙的中心而非任意几何中心。
- 1.7ἡ δὲ κατὰ λόγον ῥηθεῖσα ἀκολουθία τοῦ τρεῖς εἶναι τὰς κινήσεις πρὸς τὸ τριχῇ διαστατὸν εἶναι τὸ σῶμα παρὰ τὴν Ἀριστοτέλους ἀκρίβειαν δοκεῖ μοι
该句的主语为 ἡ ... ἀκολουθία(对应关系),由属格带冠词不定式短语 τοῦ τρεῖς εἶναι τὰς κινήσεις(同位属格或规定性属格)与介词短语 πρὸς τὸ τριχῇ διαστατὸν εἶναι τὸ σῶμα 修饰,意为“运动有三种对于物体具三维广延的对应关系”。主动词为 δοκεῖ μοι,介词短语 παρὰ τὴν ... ἀκρίβειαν 起表语作用,意为“有悖于(或偏离了)亚里士多德的严密性”。
