← 辛普里丘

亚里士多德《论天》注释

§157.21-159.9

斐洛庞努斯关于相反事物运动的反驳及其辨析

辛普利丘引述了文法家斐洛庞努斯针对亚里斯多德“相反事物的运动也是相反的”这一前提所提出的反驳(指责其与《范畴篇》的实体学说相矛盾),并批评他轻率断言的态度是半路出家的晚学者行径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.36#5

τοῦ τοίνυν Ἀριστοτέλους προθεμένου δεῖξαι, ὅτι τῷ κυκλοφορητικῷ σώματι οὐδὲν ἔστιν ἐναντίον ἐκ τοῦ τῶν ἐναντίων καὶ τὰς φορὰς ἐναντίας εἶναι, τῇ δὲ κύκλῳ κινήσει μὴ εἶναι ἐναντίαν κίνησιν, πρὸς ἄμφω ταῦτα ἐνέστη καὶ πρῶτον πρὸς τὸ τῶν ἐναντίων καὶ τὰς φορὰς ἐναντίας εἶναι, καὶ ἐρωτᾷ, “πότερον τὰς οὐσίας ἐναντίας εἶναι βούλεται τούτων, ὧν ἐναντίας λέγει τὰς φορὰς ὁ Ἀριστοτέλης, ἢ ὅτι, κἂν μὴ αὐταὶ τῶν σωμάτων αἱ οὐσίαι ὦσιν ἐναντίαι, μετέχουσι γοῦν πάντως ἐναντίων ποιοτήτων, ὡς τὸ πῦρ καὶ τὸ ὕδωρ ἐναντίως κινούμενα τὸ μὲν θερμῆς τὸ δὲ ψυχρᾶς μετέχει ποιότητος, καὶ ἡ τοῦ Αἰθίοπος δέ, φέρε, σὰρξ κἂν μὴ ἐναντία εἴη κατ’ οὐσίαν τῇ τοῦ Σκύθου σαρκί, χρωμάτων γοῦν ἐναντίων μετέχουσιν. καί, εἰ μὲν αὐτὰς τῶν σωμάτων τὰς οὐσίας ἐναντίας εἶναί φησιν, ὅσαι κινήσεις ἐναντίας κινοῦνται,1 αὐτὸς ἑαυτῷ τἀναντία λέγων ὁ Ἀριστοτέλης ἁλώσεται. αὐτὸς γὰρ ἐν Κατηγορίαις ἡμᾶς ἐδίδαξεν, ὅτι οὐδὲν ἔστιν ἐναντίον τῇ οὐσίᾳ καὶ μάλιστα τῇ ἐξ εἴδους καὶ ὕλης· ἐδίδαξε δὲ ἐν ἐκείνοις τὸ τῆς οὐσίας ἴδιον εἶναι τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν τῶν ἐναντίων εἶναι δεκτικόν. πῶς οὖν τὰ τὰς ἐναντίας κινήσεις κινούμενα ἐναντία ἐστίν; ἔσται γὰρ αὐτὴ ἑαυτῇ ἐναντία ἡ οὐσία ἡ ταῖς ἐναντίαις κινήσεσιν ὑποκειμένη, λευκάνσει καὶ μελάνσει, θερμάνσει καὶ ψύξει καὶ αὐξήσει καὶ μειώσει· ἀποκληρωτικὸν γάρ, φησί, τὰ μὲν ἐναντίας κινούμενα κατὰ τόπον κινήσεις ἐναντία λέγειν, τὰ δὲ κατὰ ἀλλοίωσιν ἢ αὔξησιν καὶ φθίσιν μηκέτι·2 ἀρχὴ γὰρ κινήσεως καὶ ἠρεμίας ἡ φύσις οὐ μόνης τῆς κατὰ τόπον, ἀλλὰ καὶ τῆς κατὰ ποιότητα καὶ ποσότητα, καὶ δῆλον, ὅτι, κἂν μὴ προσέθηκεν οὗτος, καὶ τῆς κατ’ οὐσίαν· φυσικὴ γὰρ καὶ ἡ κατὰ γένεσιν καὶ φθορὰν μεταβολή· καὶ μᾶλλον, φησίν, ἐναντία ἂν εἴη σώματα τὰ κατὰ ἀλλοίωσιν κινούμενα καὶ γένεσιν ἤπερ τὰ κατὰ τόπον, εἴπερ ἡ κατὰ τόπον μεταβολὴ κατὰ συμβεβηκός τι γίνεται μόνον. οὐκ ἐπὶ τῶν ἄλλων δὲ μόνον, φησί, τῆς κινήσεως εἰδῶν ὁρῶμεν τὰ αὐτὰ κατ’ ἀριθμὸν σώματα τὰς ἐναντίας κινήσεις φυσικῶς κινούμενα, ἀλλὰ καὶ ἐπ’ αὐτῆς τῆς κατὰ τόπον. ὁ γὰρ ἀὴρ οὐ μόνον τῆς ἐπὶ τὸ ἄνω κινήσεως ἀρχὴν ἔχει, ἀλλὰ καὶ τῆς ἐπὶ τὸ κάτω· εἰ γὰρ ὑποσπασθείη τι τῆς ὑποκειμένης αὐτῷ γῆς ἢ τοῦ ὕδατος, εὐθὺς τὴν χώραν ἐκείνην πληροῖ, ὥσπερ ἀφαιρεθέντος τινὸς τῶν ὑπερκειμένων ἐπὶ τὸ ἄνω φέρεται. εἰ δὲ τὴν τοῦ κενοῦ βίαν αἰτιᾶταί τις, φησί, τῆς ἐπὶ τὸ κάτω κινήσεως καὶ οὐ φυσικὴν ἀρχήν, τί κωλύει καὶ τῆς ἐπὶ τὸ ἄνω φορᾶς αὐτοῦ τὴν αὐτὴν αἰτίαν εἶναι λέγειν; καὶ γὰρ ἄνω κενῆς τυγχάνων χώρας ἀναφέρεται, ἄλλως δὲ οὔ. καὶ τάχα, φησίν, οὐκ ἐνδεχόμενον μόνον, ἀλλὰ καὶ ἀναγκαῖον, ὥσπερ ἐπὶ τῶν ἄλλων ἐναντίων κινήσεων οὕτως καὶ ἐπὶ τῶν κατὰ τόπον καὶ γένος ἓν αὐτῶν τὴν φορὰν εἶναι καὶ ὑποκείμενον ἓν τὸν ἀέρα, ὥστε, φησίν, οὐχ ἕπεται τοῖς ἐναντίας κινήσεις ἔχουσι τὸ ἐναντία εἶναι κατ’ οὐσίαν· οὐδὲν γὰρ αὐτὸ ἑαυτῷ ἐναντίον.” ταῦτα τοίνυν εἰ μὲν ἀπορῶν οὗτος καὶ ζητῶν προεβάλλετο, πῶς ἀνδρὸς σοφοῦ διαφωνεῖν δοκοῦντες λόγοι συνᾴσονται οἵ τε ἐν Κατηγορίαις λέγοντες τῇ οὐσίᾳ μηδὲν εἶναι ἐναντίον καὶ τὴν αὐτὴν καὶ μίαν τῷ ἀριθμῷ οὐσίαν τῶν ἐναντίων εἶναι δεκτικὴν καὶ τὸ ἐνταῦθα λεγόμενον τὸ τῶν ἐναντίων καὶ τὰς κινήσεις εἶναι ἐναντίας, φιλομαθὴς ἂν δικαίως ἐνομίζετο. εἰ γὰρ τὰ ἐναντίας ἔχοντα κινήσεις, ὡς ὁ Ἀλέξανδρος εἶπεν (οὐδὲ γὰρ Ἀριστοτέλης), ἐναντία ἐστίν, ἡ οὐσία αὐτὴ ἑαυτῇ δόξει ἐναντία, καὶ οὐ μόνον ἕξει τι ἐναντίον ἡ οὐσία, ἀλλὰ καὶ αὐτὴ ἑαυτήν. εἰ δὲ μὴ ζητητικῶς ἀλλὰ προπετῶς ἀποφαίνεται λέγων “ἀνάγκη ἄρα πᾶσα ἢ τὰ ἐν Κατηγορίαις δεδειγμένα ὡς ψευδῆ παραγράφεσθαι ἢ τὰ ἐνταῦθα· εἰ τοίνυν ἐκεῖνά ἐστιν ἀληθῆ καὶ τῇ φύσει τῶν πραγμάτων συνᾴδοντα, ψεῦδός ἐστι τὸ ἐναντία εἶναι κατ’ οὐσίαν σώματα τὰ κινήσεις ἐναντίας κινούμενα”, οὐκέτι φιλομαθὴς ἀλλ’ ὀψιμαθής, οἶμαι, δικαίως κριθήσεται. οἱ μὲν γὰρ ἐκ παίδων ἐν λόγοις γεγυμνασμένοι, ὅταν ἀκούσωσί τι διάφωνον δοκοῦν καὶ μάλιστα παρὰ ἀνδρῶν τοιούτων, ἀταράχως, εἴ πῃ συμφωνεῖν ἀλλήλοις τὰ τοιαῦτα δύνανται, ἀναζητοῦσιν ἅτε ἤδη πολλὰ τῶν δοκούντων διαφωνεῖν σύμφωνα ἀνευρηκότες· οἱ δὲ ὀψιμαθεῖς ἅτε εἰς ὀλίγα βλέποντες ὑπὸ τῆς δοκούσης διαφωνίας πληγέντες πρὸς θάτερον, ὡς ἄν τύχωσιν, ἀποκλίνοντες καταψηφίζονται τοῦ λοιποῦ· ὅπερ οὗτος καὶ ἐνταῦθά μοι πεπονθέναι δοκεῖ.

因此,在亚里斯多德意图通过相反事物的移动也是相反的、以及圆周运动没有相反运动这一点来证明圆周运动的物体没有任何相反者之后,他[文法家]对这两点都提出了反对,首先反对的是相反事物的移动也是相反的这一论点,并问道:“亚里斯多德是主张,他称之为具有相反移动的那些事物的实体是相反的呢,还是说,即使物体的实体自身不是相反的,它们也至少在任何情况下分有着相反的性质——正如以相反方式运动的火和水,一者分有着热的性质,另一者分有着冷的性质,并且例如埃塞俄比亚人的肉,即使在实体上并不与斯基泰人的肉相反,它们至少也分有着相反的颜色?而且,如果他主张凡是作相反运动的那些物体的实体本身是相反的,亚里斯多德就会被抓住在自相矛盾。因为他自己在《范畴篇》中教导我们,实体没有任何相反者,尤其是由形式和质料构成的实体;而且他在那些著作中教导说,实体的固有特征是在数目上同一且为一的同时能够接受相反者。那么,作相反运动的事物怎么会是相反的呢?因为承受着相反运动——变白与变黑、加热与冷却、增加与减少——的实体本身将与自身相反。因为他说,把依位置作相反运动的事物称为相反者,而不再将依变质或依增加与减少运动的事物称为相反者,这是任意武断的;因为自然不仅是依位置的运动与静止的本原,也是依性质和数量的[运动与静止的本原],而且显而易见的是,即使那个人没有补充,它也是依实体的[运动与静止的本原];因为依生成和毁灭的变化也是自然的;并且他说,依变质和生成而运动的物体,比起依位置而运动的物体,更应当是相反者,既然依位置的变化仅仅是依据某种偶性发生的。他说,我们不仅在运动的其他种类上看到数目上相同的物体自然地作相反运动,而且在依位置的运动自身上也看到了这一点。因为空气不仅具有向上运动的本原,而且也具有向下运动的本原;因为如果位于其下的泥土或水的一部分被抽去,它立刻就充满那个区域,正如在上方的某种东西被移去时它向上运移一样。他说,如果有人把向下运动归咎于虚空的强迫而非自然的本原,那么有什么能阻止人们说对于其向上运移也是同样的原因呢?因为上方碰巧有空阔的区域时它才向上运移,否则就不会。他说,或许不仅是可能的,而且是必然的:正如在其他相反运动的情形中一样,在依位置的运动中也是如此,它们的移动是同一个属,而空气是同一个基质;因此他说,具有相反运动的事物并不随之得出在实体上是相反的;因为没有任何事物与自身相反。” 那么,如果他是出于疑难和探求而提出这些问题,探讨一位智者看似相悖的论述如何能够相互和谐——即在《范畴篇》中称实体没有任何相反者、且数目上同一且为一的实体能够接受相反者,以及在此处所说的相反事物的运动也是相反的——他本会公正地被认为是好学者。因为如果具有相反运动的事物正如亚历山大所说(因为亚里斯多德并没说)是相反者,那么实体本身就将显得与自身相反,且实体不仅会具有某种相反者,甚至会把自身当作相反者。但如果他不是出于探求,而是轻率地下断言说:“因此全然必然的是,要么将《范畴篇》中所指明的事物作为虚妄而加以摒弃,要么摒弃此处的事物;因此,如果那些事物是真实的并且与事物的本性相符,那么作相反运动的物体在实体上是相反的这一点就是虚妄的”,那么我认为,他就将公正地被判定不再是好学者,而是半路出家的晚学者。因为那些自幼在论辩中受过训练的人,每当听到看似相违的话语,尤其是来自这类人物的言论时,都会心平气和地重新探寻这类事物是否在某处能够相互一致,因为他们已经发现许多看似相违的事物其实是和谐的;而晚学者由于着眼甚少,被看似相违的表象所震慑,随随便便偏向其中一方,便对另一方横加判决;在我看来,此人在此处正是遭遇了这种情况。

语法注2 条
  1. 1.36ὅσαι κινήσεις ἐναντίας κινοῦνται

    关系代名词 ὅσαι 呈现阴性复数形式,在性数上与主句的 τὰς οὐσίας(阴性复数)一致而非逻辑先行词 σωμάτων,实际意指“凡是作相反运动的那些[物体]”。κινήσεις 在此是动词 κινοῦνται 支配的同族宾格(cognate accusative)。

  2. 1.36ἀποκληρωτικὸν γάρ, φησί, τὰ μὲν ἐναντίας κινούμενα κατὰ τόπον κινήσεις ἐναντία λέγειν, τὰ δὲ κατὰ ἀλλοίωσιν ἢ αὔξησιν καὶ φθίσιν μηκέτι

    这是一个非人称结构,中性谓语形容词 ἀποκληρωτικόν(“任意武断的”、“毫无根据偏取一边的”)支配不定式短语 τὰ μὲν... λέγειν 作为主语。在与之对比的后半句中,动词短语在 μηκέτι 之后被承前省略:μηκέτι [ἐναντία λέγειν]。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:157.21-159.9