← 辛普里丘

亚里士多德《论天》注释

§155.31-157.21

天球运动的和谐与对斐罗庞努士矛盾的批判

辛普利丘总结了恒星天与行星的运动并非相反运动的理由(力量不均等、缺乏相互消灭、无共同基质及场所对立),指明两者构成了宇宙的和谐协同。随后他转向批判“文法家”约翰·斐罗庞努士,指出后者既然承认天体没有相反者,却又争强好胜地攻击亚里斯多德关于圆周运动无相反运动的证明,陷入了自我矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.36#4

ἀλλ’ οὐδὲ ἰσοσθενὴς ἀμφοῖν ἡ κίνησις, εἴπερ ἡ ἀπλανὴς συμπεριάγει τὸ πλανώμενον· οὐ μέντοι οὐδὲ ἡ κρατοῦσα τὴν κρατουμένην βιάζεται οὐδὲ ἀφανίζει τὴν κατὰ φύσιν κίνησιν αὐτῆς, ὅπερ ἐπὶ τῶν ἐναντίων συμβαίνει κινήσεων. ὅτι δὲ οὐ βιάζεται, δῆλον ἐκ τοῦ τὸ πλανώμενον καὶ τῆς τῆς ἀπλανοῦς κινήσεως κορεσθὲν τὴν κατὰ φύσιν ὅμως ἑαυτοῦ διαφυλάττειν ἐν τοῖς αὐτοῖς ἀεὶ μέτροις ἀνελιττόμενον· καίτοι εἴπερ ἐξ ἐναντίας καὶ οὕτως ἰσχυροτέρας ἐβιάζετο κινήσεως, μάλιστα μὲν ἂν καὶ τελέως ἐπέπαυτο πάλαι τῆς οἰκείας κινήσεως, εἰ δὲ μή, ἀλλ’ οὐκ ἂν αὐτῆς τὸν ἀεὶ χρόνον τὴν ταυτότητα διεφύλαττεν βιαζόμενον· ὥστε οὐδὲ ἐναντία τὰ οὕτως κινούμενα. κἂν ἐναντίαι δὲ ἦσαν αἱ κινήσεις αὗται τῷ ἀντιφέρεσθαι, ἀλλ’ οὔτι γε οὕτως ἐναντίαι ἢ ἐναντίων ὡς εἰς ἄλληλα μεταβάλλειν, εἴπερ τὰ κινούμενα κατ’ αὐτὰς τόποις ἰδίοις ἀφωρισμένα μὴ πέφυκεν ἀλλήλοις ὑπαντᾶν μήτε καθ’ ὅλα μήτε κατὰ μέρος· κἂν γὰρ ἐφάπτεται ἀλλήλων, οὐχ ὡς ἐξ ἐναντίων ἰόντα τόπων καὶ κατὰ ἐναντίας φύσεις, ἀλλ’ ὡς ἀεὶ συνόντα ἀλλήλοις συνήθη τέ ἐστι καὶ προσήγορα. ὅλως δὲ τὰ μεταβάλλοντα ἄλληλα κοινὸν ὑποκείμενον ἔχοντα καὶ συνυπάρχειν ἀλλήλοις ἐν αὐτῷ μὴ δυνάμενα μάχεταί τε περὶ τοῦ ὑποκειμένου καὶ μεταβάλλει ἄλληλα· ταῦτα δὲ οὔτε ὑποκείμενον ἔχει κοινόν, ἀλλ’ ἰδίᾳ ἕκαστον, καὶ συνυπάρχειν πέφυκεν ἀλλήλοις φιλικῶς ἐφαπτόμενα. ἀλλ’ οὐδὲ τῶν ὑπὸ σελήνην αἱ ὁλότητες ἀλλήλας μεταβάλλουσιν, ἀλλὰ τὰ ἀποσπώμενα μέρη· εἰ οὖν μηδὲν τούτων ἀποσπᾶται μόριον, οὐδὲ μεταβάλλειν εἰς ἄλληλα πέφυκεν, εἰ δὲ καθ’ ὅλα μεταβάλλει, εἰ μὲν συνεστῶτος τοῦ παντός, ἄλλος ἂν ἐξ ἄλλου γένοιτο ὁ κόσμος, εἰ δὲ φθειρομένου, οὐκέτι μεταβάλλει, ἀλλὰ συμφθείρεται.1 τί οὖν; οὐδεμίαν, φαίη τις ἄν, ἔχει δύναμιν ἡ ἀντιφορὰ τῶν σφαιρῶν οὐδὲ διαφέρει τι τὸ οὕτως ἢ ἐκείνως ἔχειν; ἢ δύναμιν μὲν ἔχει μεγίστην τόν τε ὅλον κόσμον συναρμόζουσα καὶ τῆς ὑπὸ σελήνην γενέσεώς τε καὶ φθορᾶς τὴν αἰτίαν παρεχομένη, οὐ μέντοι οὕτως, ὥστε τὴν ἑτέραν ὑπὸ τῆς ἑτέρας μεταβάλλεσθαι, ὅπερ ὁ λόγος ζητεῖ, ἀλλ’ ὡς ἐναρμόνιον σύνταξιν δευτέρων πρὸς πρότερα γίνεσθαι. Ταῦτα μὲν οὖν εἰρήσθω πρὸς τὴν ζήτησιν. ἐπειδὴ δὲ “πάλιν ἡ ὗς παρορίννει”, κατὰ τὸν μελοποιὸν Ἀλκαῖον, πάλιν ἀνάγκη πρὸς τὸν Γραμματικὸν ἀποκλίνειν τοῦτον μετὰ τῆς ἀνοίας καὶ κακοτροπίαν ἐν τοῖς λόγοις πολλὴν ἐνδεικνύμενον. ἐν τούτοις γοῦν εἰπών, ὅτι διὰ δύο τινῶν ὑποθέσεων τοῦ Ἀριστοτέλους δεικνύντος ἀγένητον εἶναι καὶ ἄφθαρτον τὸν οὐρανόν, μιᾶς μὲν τῆς πᾶν τὸ γινόμενον ἐξ ἐναντίου λεγούσης γίνεσθαι, ἑτέρας δὲ τῆς μηδὲν ἐναντίον εἶναι τῷ οὐρανίῳ σώματι ὑποτιθεμένης, “ἡμεῖς, φησίν οὑτωσὶ καὶ τοῖς ῥήμασι λέγων, τῇ δευτέρᾳ τῶν ὑποθέσεων συγχωρήσαντες, φημὶ δὴ τῷ μηδὲν εἶναι τῷ οὐρανίῳ σώματι ἐναντίον, ἐπεὶ μηδὲ ὅλως τῇ οὐσίᾳ ἐστὶν ἐναντίον, τὴν προτέραν ψευδῆ οὖσαν ἠλέγξαμεν”. ὁ δὴ ταῦτα εἰπὼν βιβλίον ὅλον δαπανᾷ τὸ πέμπτον φιλονεικῶν ἐλέγχειν τοὺς ἀποδεικνύντας λόγους, ὅτι τῇ κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις, καὶ οὐ συνῆκεν, ὅτι, εἰ τῇ οὐσίᾳ τοῦ οὐρανοῦ, τουτέστι τῇ κατὰ φύσιν αὐτοῦ συστάσει, μὴ ἔστιν ἐναντία φυσικὴ σύστασις, οὐδὲ τῇ κατὰ φύσιν αὐτοῦ κινήσει ἔστιν ἐναντία φυσικὴ κίνησις, εἴπερ ἀρχὴ κινήσεώς ἐστιν ἡ φύσις· ἀλλὰ δοὺς τοῦτο τὸ μηδὲν ἐναντίον εἶναι τῷ οὐρανῷ, ὅπερ Ἀριστοτέλης λαβὼν οὐκ ἂν ἔτι ἐδεήθη αὐτὸ ἀποδεῖξαι διὰ τοῦ τῇ κύκλῳ κινήσει μηδὲν εἶναι ἐναντίον, πρὸς τὴν ἀπόδειξιν μάχεται ταύτην ὑπὸ κενοδοξίας δῆλον ὅτι· ὁ γὰρ πρὸς ἀλήθειαν βλέπων, εἰ τὸ ἀποδεικνύμενον δίδωσιν, τί ἂν πρὸς τὸν τρόπον τῆς ἀποδείξεως διαφέροιτο; τοῦτο μὲν οὖν ἔστω τῆς ἀνεπιστάτου φιλονεικίας τούτου τεκμήριον. ἡμᾶς δὲ τέως ἐφιστάνειν χρή, ὅτι τῆς λεγούσης προτάσεως τὸ γινόμενον ἐξ ἐναντίου γίνεσθαι βεβαιωθείσης, οἶμαι, καὶ διὰ τοῦ τὰ πρὸς αὐτὴν ἀντειρημένα παρὰ θύρας τε καὶ ἀνοήτως εἰρημένα δειχθῆναι καὶ τῆς ἐλάττονος τῆς λεγούσης τῷ οὐρανῷ μηδὲν εἶναι ἐναντίον ὑπὸ τούτου συγχωρουμένης αὐτόθεν ἐν δευτέρῳ σχήματι συνάγεται τὸ τὸν οὐρανὸν μὴ εἶναι γενητόν,2 οὐκέτι χρείαν ἐχόντων ἡμῶν ἀποδεῖξαι τὸ μηδὲν ἐναντίον ἔχειν τὸν οὐρανὸν ἐκ τοῦ τῇ κύκλῳ κινήσει μὴ εἶναι ἐναντίαν κίνησιν. πλὴν ἐπειδὴ καὶ τὴν ἀπόδειξιν ταύτην οὐδὲ συντελεῖν τι πρὸς τὸ προκείμενον νομίζων ἀνατρέπειν φιλονεικεῖ, φέρε, καὶ τούτους αὐτοῦ τοὺς λόγους, ὅπῃ σαθρὸν φθέγγονται, περικρούσωμεν.

然而两者的运动在力量上也不是相等的,既然恒星天将行星一同裹挟带动;可是,占优的运动既不强迫被占优的运动,也不消除它本性的运动,而这恰恰是在相反运动中所发生的事情。至于它没有受到强迫,这一点由以下事实表明:行星即使充分承受了恒星天的运动,仍然保持着自身本性的运动,始终在相同的尺度内回旋展开;然而,如果它真是受到来自相反且如此强大的运动的强迫,最起码它很久以前就已经完全停止了其固有的运动,即便不然,它也不可能在受到强迫的同时始终保持其运动的同一性;因此,以这种方式运动的事物甚至不是相反的。而且,即使这些运动因反向运行而是相反的,但绝不是以相互转化这种方式相反,也不是相互转化的相反事物的运动,既然依这些运动而运动的事物被划分在固有的场所中,本性上既不作为整体也不作为部分彼此遭遇;因为即便它们彼此相接,也不是作为来自相反场所并依据相反本性[相接],而是作为始终共存者而彼此熟悉且和谐。总的来说,那些具有共同基质且不能在其中彼此共存而相互转化的事物,为了争夺基质而争斗并相互转化;但这些天体既不具有共同基质,而是各自具有固有的基质,且本性上能够友好相接而彼此共存。再者,在月下的事物中,整体也不相互转化,而是分离出来的部分相互转化;因此,如果从这些天体中没有分离出任何部分,它们本性上也不能相互转化;而如果它们作为整体转化,若是在宇宙存立期间,就会从一个世界变成另一个世界,若是在宇宙毁灭期间,就不再是转化,而是一同毁灭。那么又如何呢?有人可能会说,“诸天球的反向运行没有任何效力,如此存在或如彼存在没有任何区别吗?”或者不如说,它具有最大的效力,通过调和整个宇宙并为月下的生成与毁灭提供原因,然而并非是以一者被另一者转化这种方式——而这正是论述所探究的——而是以使后继事物向先行事物产生和谐结合的方式。 那么,针对这一探究就说这些吧。但是,正如抒情诗人阿尔凯奥斯所说,“野猪又在发怒”,我们必须再次转向这位文法家,他在其言论中表现出愚蠢以及极大的恶意。无论如何,他在这些著作中说,亚里斯多德通过两个假设表明天是不生成且不灭的(一个假设称一切生成之物都由相反者生成,另一个假设假定天体没有任何相反者),接着他说,用原话就是这样说的:“我们赞同了第二个假设,我指天体没有任何相反者,既然实体根本没有任何相反者,而我们驳斥了前一个假设是虚假的。”正是说了这些话的人耗费了整整第五卷书,争强好胜地试图驳斥那些证明圆周运动不存在相反运动的论证;而他却没有领会:如果天的实体,即其本性的构成,不存在相反的自然构成,那么其本性的运动也不存在相反的自然运动,既然自然是运动的本原;但他承认了天没有任何相反者这一点——亚里斯多德如果采纳了这一点,就不再需要通过圆周运动没有任何相反者来证明它了——却显然出于虚荣心而反对这一证明。因为着眼于真理的人,如果承认了被证明的结论,为何还要对证明的方式提出异议呢?那么,就让这一点作为他盲目好争的证据吧。而我们暂时应当指出:主张生成之物由相反者生成的命题(我认为也通过表明针对它的反驳是离题且愚蠢的言论)已经被确立,并且主张天没有任何相反者的小前提已被他所承认,于是在第二格中直接推导得出天是不可生成的,我们不再需要从圆周运动没有相反运动这一点来证明天没有任何相反者。不过,既然他认为这个证明对摆在面前的主题甚至毫无用处,连这个证明也争强好胜地试图推翻,来吧,让我们也敲打敲打他的这些论述,看看它们在哪里发出破损的声音。

语法注2 条
  1. 1.36εἰ δὲ καθ’ ὅλα μεταβάλλει, εἰ μὲν συνεστῶτος τοῦ παντός, ἄλλος ἂν ἐξ ἄλλου γένοιτο ὁ κόσμος, εἰ δὲ φθειρομένου, οὐκέτι μεταβάλλει, ἀλλὰ συμφθείρεται

    嵌套条件句结构。主条件句“如果它们作为整体转化”(εἰ δὲ καθ’ ὅλα μεταβάλλει)统辖了由带有 εἰ 的独立属格构成的两个下位对比情境:“若是在宇宙存立期间”(εἰ μὲν συνεστῶτος τοῦ παντός,搭配 ἄν 加祈愿气的归结节)与“若是在宇宙毁灭期间”(εἰ δὲ φθειρομένου,搭配现在直陈气的归结节)。

  2. 1.36αὐτόθεν ἐν δευτέρῳ σχήματι συνάγεται τὸ τὸν οὐρανὸν μὴ εἶναι γενητόν

    带冠词的宾格加不定式短语 τὸ τὸν οὐρανὸν μὴ εἶναι γενητόν(天是不可生成的)充当被动动词 συνάγεται 的主语。ἐν δευτέρῳ σχήματι(在第二格中)指亚里斯多德三段论第二格(Camestres式:大前提“生成之物由相反者生成”,小前提“天没有相反者”,结论“天非生成之物”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:155.31-157.21