- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:159.9-160.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘消解了亚里斯多德关于相反物体的移动也是相反的这一学说与《范畴篇》关于实体无相反者及其可接受相反者之学说之间的表面矛盾。他通过区分作动性运动与受动性运动,论证了依位置的移动纯粹是出于自身内在自然的作动性运动,因而能作为自然实体本质对立的可靠判据。
ῥητέον δέ, ὅτι τὸ μὲν τῶν κατὰ φύσιν ἐναντίων καὶ τὰς κινήσεις ἐναντίας εἶναι1 τίς ἂν ἀμφιβάλλοι νοῦν ἔχων, εἴπερ ἡ φύσις ἀρχὴ κινήσεώς ἐστι καὶ ἠρεμίας· ὅμοιον γάρ, εἴ τις ἀμφιβάλλοι πρὸς τὸν λέγοντα τῶν κατὰ φύσιν ἀγαθῶν ἀγαθὰς εἶναι τὰς ἐνεργείας. ζητεῖν δὲ χρὴ λοιπόν, πῶς καὶ ἐκεῖνο ἀληθὲς τὸ τὴν οὐσίαν τὴν μίαν καὶ τὴν αὐτὴν τῷ ἀριθμῷ ταῖς ἐναντίαις κινήσεσιν ὑποκεῖσθαι, λευκάνσει καὶ μελάνσει, θερμάνσει καὶ ψύξει, αὐξήσει καὶ μειώσει καὶ τῇ ἄνω καὶ κάτω, ὡς ἐπὶ τοῦ ἀέρος. πῶς γὰρ οὐκ ἔσται αὐτὴ ἑαυτῇ ἐναντία ἡ οὐσία ἡ τὰς ἐναντίας κινήσεις κινουμένη; καίτοι τὴν οὐσίαν οὐδὲ πρὸς ἄλλην οὐσίαν ἐναντίωσιν ἔχειν φαμέν. καὶ χρὴ πρῶτον ἐπιστῆσαι, ὅτι καὶ αὐτὰ τὰ ἐν Κατηγορίαις λεγόμενα, ἅπερ οὗτος ἀληθῆ καὶ τῇ φύσει τῶν πραγμάτων συνᾴδοντά φησι, τό τε μὴ εἶναι τῇ οὐσίᾳ ἐναντίον καὶ τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ οὖσαν τὴν οὐσίαν ἐπὶ τὰ ἐναντία πεφυκέναι κινεῖσθαι καὶ μεταβάλλειν, καὶ ταῦτα πρὸς ἄλληλα διάφωνα καὶ ἐναντία τοῖς ἐπιπολαίοις δοκεῖ2 διὰ τὰς αὐτὰς ἐνστάσεις. εἰ γὰρ ἡ αὐτὴ τῷ ἀριθμῷ οὐσία ἐναντίως διατίθεται λευκαινομένη καὶ μελαινομένη, τὰ δὲ ἐναντίως διακείμενα ἐναντία ἀλλήλοις ἐστί, πῶς οὐκ αὐτὴ πρὸς ἑαυτὴν ἐναντία ἡ οὐσία ἔσται; ἀλλὰ πρὸς τὴν τούτων διάλυσιν ἐπιστῆσαι χρή, ὅτι τῶν φυσικῶν κινήσεων αἱ μέν εἰσιν ἐνεργητικαί, αἱ δὲ παθητικαί, ἐνεργητικαὶ μέν, καθ’ ἃς ἐνεργεῖν λέγεται τὰ φυσικὰ σώματα, θερμαίνοντα ψύχοντα, λευκαίνοντα μελαίνοντα, αὔξοντα μειοῦντα, παθητικαὶ δέ, καθ’ ἃς ὑπὸ τῶν ποιούντων ταῦτα φυσικῶς πάσχει φυσικῶς τὰ πάσχοντα, θερμαινόμενα ψυχόμενα καὶ κατὰ τὰς ἄλλας πείσεις. ἡ δὲ κατὰ τόπον κίνησις ἐνεργητικὴ μόνως ἐστί, διὸ οὐδὲ κινεῖταί τι κατὰ τόπον φυσικῶς ὑπ’ ἄλλου, ὥσπερ θερμαίνεται ἢ μελαίνεται, ἀλλ’ ὑπὸ τῆς ἐν ἑαυτῷ μόνης φύσεως. τούτων δὲ οὕτως ἐχόντων, ὅταν μὲν λέγῃ ὁ Ἀριστοτέλης ἐν τούτοις, ὅτι τῶν ἐναντίων καὶ αἱ φοραὶ ἐναντίαι, περὶ τῶν ἐνεργητικῶν λέγει κινήσεων· ἀρχὴ γὰρ κινήσεως ἐπὶ τούτων ἡ φύσις ὡς κινοῦσα, ἀλλ’ οὐχ ὡς κινουμένη, καὶ ὡς ἐνεργούντων, ἀλλ’ οὐχὶ πασχόντων· διὸ καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ ἐναντία λέγεται ὡς ἐναντίας κινήσεις, ταὐτὸν δὲ εἰπεῖν, ὡς ἐναντίας ἐνεργείας ἐνεργοῦντα, τὸ μὲν θερμαῖνον καὶ ξηραῖνον, τὸ δὲ ψῦχον καὶ ὑγραῖνον, καὶ τὸ μὲν ἐπὶ τὸ ἄνω ἰόν, τὸ δὲ ἐπὶ τὸ κάτω· καὶ γὰρ καὶ αὗται, ὡς εἶπον, ἐνέργειαί εἰσιν. ὅταν δὲ λέγῃ ὁ Ἀριστοτέλης τὴν οὐσίαν ταὐτὸν καὶ ἓν οὖσαν τῷ ἀριθμῷ τῶν ἐναντίων εἶναι δεκτικήν, παθητικὰ τὰ ἐναντία παραλαμβάνει· πάσχει γὰρ τὸ δεχόμενον, ὥσπερ ποιεῖ τὸ διδόν· ἡ τοίνυν αὐτὴ οὐσία ἡ ὑποκειμένη λευκαίνεται καὶ μελαίνεται καὶ αὔξεται καὶ φθίνει, οὐ μέντοι ἡ αὐτὴ λευκαίνει καὶ μελαίνει καθ’ αὑτό· τὸ μὲν γὰρ ἐνεργοῦν κατὰ τὴν ἑαυτοῦ οὐσίαν τὴν ἤδη τελείαν οὖσαν ἐνεργοῦν οὐ δύναται τὰς ἐναντίας ἐνεργεῖν ἐνεργείας τὰς ἀπὸ τῆς οὐσίας προβαλλομένας, καὶ μάλιστα φυσικόν τι καὶ ἁπλοῦν ὑπάρχον. τὸ δέ γε πάσχον κατὰ τὸ ἀτελὲς τὸ ἑαυτοῦ καὶ τὸ δυνάμει πάσχον τὸ πρὸς ἄμφω τὰ ἀντικείμενα πεφυκὸς εἰκότως παρὰ μέρος τἀναντία πάσχειν λέγεται, καὶ ἐπὶ τούτου οὐδὲν ἄτοπον τὸ αὐτὸ αὑτῷ ἐναντίον εἶναι, ἀλλ’ οὐ κατὰ ταὐτόν, ἀλλὰ καθ’ ὅσον παρὰ μέρος τὰς ἐναντίας ἴσχει διαθέσεις, ὥσπερ τὸ σῶμα τὸ ποτὲ μὲν θερμαινόμενον ποτὲ δὲ ψυχόμενον, ἤτοι οὐσιωδῶς, ὅταν ποτὲ μὲν πῦρ γίνηται ποτὲ δὲ ὕδωρ, ἢ κατὰ συμβεβηκός· τὸ δὲ πῦρ οὐ δύναται ποτὲ μὲν θερμαίνειν ποτὲ δὲ ψύχειν, ἀλλ’ οὐδὲ ποτὲ μὲν ἄνω φυσικῶς ἰέναι ποτὲ δὲ κάτω. καὶ οὐ μάτην ἄρα ὁ Ἀριστοτέλης ἀπὸ τῶν κατὰ τόπον κινήσεων καὶ οὐκ ἄλλων τὰς τῶν φυσικῶν οὐσιῶν διαφορὰς ἀνιχνεύει, διότι αὗται μόνως ἐνεργητικαί εἰσιν κατὰ τὴν ἐν ἑαυτῷ φύσιν ἐνεργοῦντος τοῦ κινουμένου κατὰ τόπον, αἱ δὲ ἄλλαι κινήσεις καὶ ἐνεργητικαὶ οὖσαι καὶ παθητικαὶ καὶ κατὰ φύσιν ἄμφω, ὅταν ὡς παθητικαὶ ληφθῶσιν, αὐτὴν ἑαυτῇ ἐναντίαν τὴν ὑποκειμένην οὐσίαν φαίνεσθαι ποιοῦσιν· ἡ δὲ κατὰ τόπον ἐνεργητική ἐστιν, ὡς εἶπον, διὸ οὐδὲν φυσικῶς κατὰ τόπον ὑπ’ ἄλλου κινεῖται, θερμαίνεται δὲ καὶ λευκαίνεται καὶ γίνεται καὶ αὔξεται καὶ τὰ ἐναντία τούτων ὑπ’ ἄλλου· φυσικῶς γὰρ δρᾷ ταῦτα εἰς ἄλληλα τὰ σώματα καὶ πάσχει ὑπ’ ἀλλήλων.
然而必须指出,关于依本性相反的事物的运动也是相反的这一主张,如果自然确实是运动与静止的本原,凡有理智之人谁会加以怀疑呢?因为这就好比有人去怀疑那断言依本性善的事物的现实活动也是善的人一样。但接下来必须探求的是,在数目上同一且为一的实体承受着相反的诸运动——变白与变黑、加热与冷却、增加与减少,以及如空气情形中的向上与向下——那句话又如何是真实的。因为作相反运动的实体本身怎么会不与自身相反呢?尽管我们主张实体甚至对另一实体也没有任何相反性。而且首先必须注意到,即便是在《范畴篇》中所论及的事物本身——即此人称之为真实且与事物的本性相符的事物,即实体没有任何相反者,以及实体在数目上同一且为一的同时依其本性朝向相反者运动与变化——由于同样的异议,在肤浅之人看来,这些说法彼此之间也是不和谐且相互对立的。因为如果数目上同一的实体在被变白和被变黑时处于相反的状态,而处于相反状态的事物彼此相反,实体本身怎么会不与自身相反呢?但为了消解这些问题,必须注意到,在自然的诸运动中,有些是作动性的,有些是受动性的:作动性的运动是指自然物体据以被称为起作用的运动,如加热、冷却、使白、使黑、使增加、使减少;而受动性的运动则是指承受者据以自然地承受自然地制造这些效果的事物的作用的运动,如被加热、被冷却以及依据其他承受状态的运动。但依位置的运动仅仅是作动性的;因此,没有任何事物依本性被他物依位置运动,就像被加热或被变黑那样,而是仅仅由其自身内部的自然所运动。既然情况如此,每当亚里斯多德在这些论述中说相反者的移动也是相反的时候,他所谈论的是作动性的运动;因为在这些情形中,自然是作为推动者而非作为被推动者的运动本原,是属于诸行动者而非诸承受者的运动本原;正因如此,火和水也被称为相反者,因为它们进行着相反的运动,或者说进行着相反的现实活动,一者加热和使干燥,另一者冷却和使湿润,且一者向上行,另一者向下行;因为正如我所说的,这些也是现实活动。而当亚里斯多德说实体在数目上同一且为一的同时能够接受相反者时,他是从受动性的角度来理解相反者的;因为接受者是受动的,正如给予者是施动的一样。因此,承受变化的同一个基底实体被变白和被变黑,增加和减少;然而同一个实体绝不会依自身既使白又使黑。因为那依自身已然完全的实体而行动的事物,无法施展从其自身实体中发出的相反活动,尤其当它是某种自然的、单纯的事物时更是如此。相反,那依自身的未完成状态和潜能而受动的事物,由于依本性朝向对立的双方,因而被合理地称为轮流承受相反者;而在这种情形下,同一事物与自身相反并不荒谬,但这并非在同一方面,而是在它轮流具有相反状态的限度内如此,正如物体有时被加热有时被冷却一样,无论是在实体层面——即有时生成为火有时生成为水——还是在偶性层面;但火绝不能有时加热有时冷却,也不能有时依本性向上有时向下。由此可见,亚里斯多德从依位置的运动而非从其他运动来探求自然实体的差异,绝非徒劳;因为依位置的运动仅仅是作动性的,作依位置运动的事物是依其自身内部的自然而行动的,而其他运动既是作动性的又是受动性的,且两者都是顺应自然的,当它们被作为受动性的运动来理解时,便使得底层的实体显得与自身相反;但正如我所说,依位置的运动是作动性的,因此没有任何事物依本性被他物依位置运动,然而却被他物加热、使白、生成、增加并遭受这些运动的相反者;因为物体自然地对彼此施加这些作用,并从彼此承受这些作用。
- 1.36τὸ μὲν τῶν κατὰ φύσιν ἐναντίων καὶ τὰς κινήσεις ἐναντίας εἶναι
带冠词的不定式短语(τὸ ... εἶναι)作为主句动词 ἀμφιβάλλοι 的宾语前置于句首(主题化),意为“关于依本性相反的事物的运动也是相反的这一主张,凡有理智之人谁会加以怀疑呢”。
- 1.36ὅτι καὶ αὐτὰ τὰ ἐν Κατηγορίαις λεγόμενα, ἅπερ οὗτος ἀληθῆ καὶ τῇ φύσει τῶν πραγμάτων συνᾴδοντά φησι, τό τε μὴ εἶναι τῇ οὐσίᾳ ἐναντίον καὶ τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ οὖσαν τὴν οὐσίαν ἐπὶ τὰ ἐναντία πεφυκέναι κινεῖσθαι καὶ μεταβάλλειν, καὶ ταῦτα πρὸς ἄλληλα διάφωνα καὶ ἐναντία τοῖς ἐπιπολαίοις δοκεῖ
主格名词短语 αὐτὰ τὰ ἐν Κατηγορίαις λεγόμενα 经过关系从句(ἅπερ ...)及两个同位不定式短语(τό τε μὴ εἶναι ... καὶ τὸ ... πεφυκέναι ...)的长距离修饰展开后,通过 καὶ ταῦτα(“这些事物也”)复指承接,作为谓语动词 δοκεῖ 的主语。
