← 辛普里丘

亚里士多德《论天》注释

§154.5-155.31

神的动力因与恒星及行星运动的非相反性

辛普利丘讨论了关于“神与自然不作任何徒劳之事”这一公理所涉及的动力因阐释,随后考察了由否定同圆相反运动所引出的难问——即恒星天与行星反向运行为何不构成相反运动,并通过相反移动运动的严格定义(绝对相反场所、相互转化及遭遇,而非相对的东方与西方)论证了二者并非相反运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.36#3

” Ταῦτα μὲν οὖν ἀρκείτω πρὸς τὴν τῶν ῥηθέντων ὑπὸ τοῦ Ἀριστοτέλους σαφήνειαν, καὶ προσκείσθω, ὅτι τοῖς νομίζουσι μὴ λέγειν τὸν Ἀριστοτέλην ποιητικὸν αἴτιον τὸν θεόν, ἀλλὰ τελικὸν μόνον, ἔδει καὶ τὸ ἐνταῦθα ῥηθὲν προφέρειν1 οὕτως σαφῶς εἰρημένον, ὅτι ὁ θεὸς καὶ ἡ φύσις οὐδὲν μάτην ποιοῦσιν. καίτοι γέ τινες καὶ τοῦτο βιαζόμενοι οἱ μὲν τὸν θεὸν τὸν οὐρανὸν ἀκούουσιν,2 διότι ἡ τούτου κίνησις τῆς τῶν ἐνταῦθα φύσεώς ἐστιν αἰτία. καὶ ἀληθῆ λέγουσιν, εἴπερ τὸ ‘προσεχῶς’ προστεθείκασιν· ὁ γὰρ θεὸς δι’ ἑαυτοῦ τὰ οὐράνια ὑφιστῶν διὰ τῆς ἐκείνων κινήσεως καὶ τὰ ὑπὸ σελήνην δημιουργεῖ γινόμενα ὄντα καὶ φθειρόμενα· τὸ γὰρ ἀκίνητον αἴτιον, ὅσα δι’ ἑαυτοῦ ποιεῖ, ἀίδιά τε καὶ θεοῖς ἰσαζόμενα ποιεῖ, ὡς καὶ ὁ Πλάτων φησί. τινὲς δὲ τὸν θεὸν ἐν τούτοις τὸν Ἀριστοτέλην τῇ φύσει συντάξαι φασὶ διὰ τὸ ἀξίωμα καταχρώμενον. Ἀλλ’ ἐπειδὴ διὰ τῶν ἐνταῦθα ῥηθέντων ὁ Ἀριστοτέλης ὡς ἐφ’ ἑνὸς κύκλου γινομένης τῆς κινήσεως ἔδειξεν, ὅτι τῇ κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις, κἂν ἔμπαλιν ἀλλήλοις ἐπὶ τοῦ αὐτοῦ κινοῦνται κύκλου· ἢ γὰρ ἄμφω μάτην ἔσται ἄμφω βιαίως ἱστάμενα ἢ τὸ ἕτερον, ὅταν ὑπὸ τοῦ ἰσχυροτέρου συμπεριάγηται· ζητεῖν ἄξιον,3 πῶς οὐκ ἐναντία κίνησίς ἐστιν ἡ τῶν πλανωμένων τῇ τῆς ἀπλανοῦς σφαίρας· οὐ γὰρ ἀντικινοῦνται μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἀντικειμένων τόπων ἐπὶ τοὺς ἀντικειμένους δοκοῦσι κινεῖσθαι, εἴπερ ἡ μὲν ἀπλανὴς ἀπ’ ἀνατολῶν ἐπὶ δύσιν, αἱ δὲ πλανώμεναι ἀπὸ δύσεως ἐπ’ ἀνατολήν· οὐδὲ γὰρ τὸ μὴ ἐπὶ τοῦ αὐτοῦ κύκλου γίνεσθαι τὴν κίνησιν δοκεῖ κωλύειν τὴν ἐναντίωσιν· οὐδὲ γὰρ τὰ ἀπὸ τοῦ μέσου καὶ ἐπὶ τὸ μέσον ἐπὶ τῆς αὐτῆς εὐθείας ἀνάγκη κινεῖσθαι πάντα οὐδὲ ὑπαντᾶν πάντως ἀλλήλοις. καὶ ὅλως αἱ ἐπὶ ἑνὸς κύκλου ἐναντίαι δοκοῦσαι κινήσεις τῷ ἔμπαλιν κινεῖσθαι τὴν δοκοῦσαν ἐναντιότητα ἔχουσιν, οὐ μέντοι τῷ ἀπὸ ἐναντίων γίνεσθαι τόπων, ὅπερ μάλιστα τῶν ἐναντίων κινήσεών ἐστιν ἴδιον· τὸ δὲ ἀπλανὲς καὶ τὸ πλανώμενον ἀπὸ ἐναντίων δοκοῦσι κινεῖσθαι τόπων. ῥητέον τοίνυν, ὅτι τὰς ἐναντίας κινήσεις, περὶ ὧν νῦν ὁ λόγος ζητεῖ, καὶ ἐξ ἐναντίων εἶναι χρὴ τόπων καὶ εἰς ἐναντίους· οὗτος γὰρ τῶν ἐναντίων κινήσεων ὁρισμός· καὶ μέντοι τὰ κινούμενα κατ’ αὐτὰς ἰσοσθενῆ κατὰ τὸ δυνατὸν ἀλλήλοις εἶναι προσήκει, εἴπερ μὴ μέλλοι τοῦ ἑτέρου κρατοῦντος ταχέως ἐκλείπειν ἡ ἐναντίωσις. ἀλλὰ καὶ συμβάλλειν ἀλλήλοις χρὴ τὰ κινούμενα κατ’ αὐτὰς καὶ ἐναντία εἶναι κατὰ φύσιν, εἴπερ ἐναντίας λέγοιμεν κινήσεις τὰς τῶν ἐναντίων κατὰ φύσιν, καὶ μεταβάλλειν εἰς ἄλληλα κοινὸν ὑποκείμενον ἔχοντα· ἐναντία γὰρ οὕτως τὰ ἐξ ἀλλήλων γινόμενα· τοῦτο γάρ, οἶμαι, δέδεικται μετρίως. ἴδωμεν τοίνυν, εἴ τι τούτων τῶν ἀφωρισμένων ἔχουσιν ἥ τε τοῦ πλανωμένου κίνησις καὶ ἡ τοῦ ἀπλανοῦς. ἡ μὲν οὖν ἀνατολὴ καὶ δύσις, ἀφ’ ὧν ὡς ἀντικειμένων δοκοῦσι κινεῖσθαι, πρῶτον μὲν κατὰ τὴν πρὸς ἡμᾶς σχέσιν ἔχουσι τὸ εἶναι καὶ οὐ πρὸς τὸ πᾶν· ἡ γὰρ πρὸς ἄλλους ἀνατολὴ πρὸς ἄλλους ἐστὶ δύσις. ἔπειτα ἑκατέρα τούτων κατὰ ταὐτὸν ἀπ’ ἀνατολῆς τε καὶ ἀπὸ δυσμῶν ἂν λέγοιτο κινεῖσθαι· τῆς γὰρ ἀπλανοῦς ὥσπερ τὸ ὑπὲρ γῆν ἡμισφαίριον ἀπ’ ἀνατολῆς φαίνεται κινούμενον ἐπὶ δύσιν, οὕτως τὸ ὑπὸ γῆν ἔμπαλιν ἀπὸ δύσεως ἐπὶ ἀνατολήν· οὐ γὰρ ἂν οἱ δεδυκότες ἀστέρες πάλιν ἀνέτελλον· τοῦ δὲ πλανωμένου τὸ μὲν ὑπὲρ γῆν ἀπὸ δύσεως ἐπ’ ἀνατολὴν δοκεῖ κινεῖσθαι, τὸ δὲ ὑπὸ γῆν ἔμπαλιν, ἄμφω δὲ ἀπὸ τῶν αὐτῶν ἐπὶ τὰ αὐτὰ ἀνακυκλούμενα φέρονται, κἂν νοήσῃς τι σημεῖον ἔξωθεν ἑκατέρας αὐτῶν, πᾶν μέρος ἀρχόμενον ἀπ’ ἐκείνου πάλιν εἰς αὐτὸ τελευτᾷ, καὶ ὁμοίως κατὰ φύσιν ἄμφω ἀφίστανταί τε αὐτοῦ καὶ πρὸς αὐτὸ ἵενται. πῶς δὲ ὅλως ἐκ τῶν ἐναντίων εἰς τἀναντία λέγοιντο ἂν κινεῖσθαι, ὅταν ἑκατέρα αὐτῶν ἐν πᾶσιν ἔστιν ἀεὶ τοῖς τόποις, εἰ καὶ ἄλλοτε κατ’ ἄλλο μόριον, καὶ ἀπὸ πάντων καὶ ἐπὶ πάντας ὁμοίως κατὰ φύσιν κινοῦνται; καίτοι καὶ τὰ ὑπὸ σελήνην ἐπ’ εὐθείας κινούμενα στοιχεῖα, εἰ διαύλους συνεχεῖς ἐποιοῦντο κινούμενα καὶ ὁμοίως κατὰ φύσιν ἀνέβαινέν τε καὶ κατέβαινε καὶ μάλιστα ἐν ἄλλῳ τόπῳ, ὡς μηδὲ ὑπαντᾶν ἀλλήλοις, καὶ τὰ μὲν ἐπὶ δεξιὰ τὰ δὲ ἐπ’ ἀριστερὰ τὴν κίνησιν ἐποιεῖτο, οὐδεὶς ἄν, οἶμαι, οὔτε τὰς κινήσεις αὐτῶν ἐναντίας οὔτε αὐτὰ τὰ κινούμενα ἔλεγεν ὁμοίως πρὸς πάντας ἔχοντα τοὺς τόπους· τῶν γὰρ ἐναντίως κινουμένων ἑκάτερον ἀπ’ ἐναντίου τόπου πρὸς ἐναντίον κινούμενον πρὸς μὲν τὸν ἕτερον οἰκείως ἔχει, πρὸς δὲ τὸν λοιπὸν ἀλλοτρίως.

那么,为了亚里斯多德所述之言的清晰,这些话就足够了;并且还应补充的是,对于那些认为亚里斯多德不说神是动力因、而仅是目的因的人来说,本应当提出在此处所说的、表达得如此清晰的话:“神与自然不作任何徒劳之事”。然而,有些人甚至强解这句话,把神理解为天,因为天的运动是此地自然的原因。并且,如果他们加上了“直接地”一词,他们所说的就是真实的;因为神凭自身使天界事物成立,并通过它们的运动塑造月下生成与毁灭的诸存在;因为不动的原因凭自身制造的一切事物,正如柏拉图也所说,都是永恒的且等同于诸神的。但另一些人则说,在这些文句中亚里斯多德是通过借用常理公理而将神与自然相提并论的。 但是,既然亚里斯多德通过此处所说的话表明——仿佛运动是在单一圆上产生的那样——圆周运动不存在相反运动,即便它们在同一圆上彼此反向运动也是如此(因为要么两者由于被强力止住而都将是徒劳的,要么其中一者在被更强者一同裹挟带动时[将是徒劳的]);那么,行星的运动为何不相反于恒星天球的运动,这是值得探究的。因为它们不仅彼此反向运动,而且似乎还是从对立场所向对立场所运动,既然恒星天是从东向西,而行星是从西向东;因为运动不在同一圆上产生这一点,似乎也不妨碍相反性;因为从中心离开以及向中心而去的事物,并不必然都在同一条直线上运动,也不必然处处彼此相遇。而且总的来说,在单一圆上看似相反的运动,是因其反向运动而具有看似的相反性,然而并非因从相反场所产生——而这恰恰是相反运动最本己的特征;但恒星天与行星似乎正是从相反场所运动的。 因此必须说明,现在的论述所探究的相反运动,必须既来自相反场所又去往相反场所;因为这是相反运动的定义。并且,依这些运动而运动的事物,在可能范围内理应彼此力量相等,如果不希望随着一方占优而相反性迅速消亡的话。而且,依这些运动而运动的事物还必须彼此遭遇且在本性上相反(如果我们把本性上相反的事物的运动称为相反运动的话),并具有共同基质而相互转化;因为由彼此生成的事物是以这种方式相反的;因为我认为这一点已被适度地证明了。那么,让我们来看一看,行星的运动与恒星天的运动是否具有这些已被界定的特征中的任何一条。 首先,它们仿佛作为对立者而从中运动的东方与西方,乃是依据对我们的关系而具有其存在,并非对宇宙整体而言;因为对某些人而言的东方对另一些人则是西方。其次,这些天球中的每一个可被称为同时既从东方运动也从西方运动;因为正如恒星天的地面上半球显现为从东向西运动,其地面下的半球相反地显现为从西向东运动;否则落下的星辰就不会再次升起;而在行星中,地面上的部分看似从西向东运动,而地面下的部分则相反;并且两者都是从同一者向同一者回旋运行,即使你在它们各自之外设想某个点,从该点出发的任何部分都再次在该点终止,且两者同样依本性离开该点又奔向该点。再者,当它们各自始终存在于所有场所中(即便在不同时间依不同部分而言),且依本性同样从所有场所并向所有场所运动时,它们总的来说又怎能被说成是从相反者向相反者运动呢?然而,即便是月下作直线运动的元素,如果它们在运动中作连续的往返往复,且依本性同样上升和下降,尤其是在不同场所中使得它们甚至互不相遇,并且一些向右、另一些向左运动,我认为也不会有人说它们的运动是相反的,或说运动事物本身是相反的,因为它们对一切场所具有同样的关联。因为在相反运动的事物中,每一个从相反场所向相反场所运动的事物,对其中一者具有亲和关系,而对剩下的一者则具有疏离关系。

语法注3 条
  1. 1.36ἔδει καὶ τὸ ἐνταῦθα ῥηθὲν προφέρειν

    非人称动词未完成过去时 ἔδει 表述未实现的义务或反事实的建议(“本应当提出……”)。不定式 προφέρειν 作 ἔδει 的主语,支配宾格短语 τὸ ἐνταῦθα ῥηθέν 作为其宾语,与格短语 τοῖς νομίζουσι... 则指明提出该论据的对应对象。

  2. 1.36οἱ μὲν τὸν θεὸν τὸν οὐρανὸν ἀκούουσιν

    动词 ἀκούω 在注释书习惯中带双宾格,意为“把A理解/听作B”。τὸν θεόν 为直接宾语,τὸν οὐρανόν 为谓词性宾格(“把神理解为天”)。句首的 καίτοι γέ τινες 由后面的 οἱ μέν 构成部分同位语。

  3. 1.36Ἀλλ’ ἐπειδὴ διὰ τῶν ἐνταῦθα ῥηθέντων ὁ Ἀριστοτέλης ὡς ἐφ’ ἑνὸς κύκλου γινομένης τῆς κινήσεως ἔδειξεν, ὅτι τῇ κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις... ζητεῖν ἄξιον

    长难复合句结构。由 Ἀλλ’ ἐπειδή 引导的从属从句包含了属格绝对结构(ὡς ἐφ’ ἑνὸς κύκλου γινομένης τῆς κινήσεως,“仿佛运动发生在单一圆上那样”)、ὅτι 从句以及插入的析取性原因说明(ἢ γὰρ...),最终引向主句谓语 ζητεῖν ἄξιον(“值得探究”)。不定式 ζητεῖν 支配间接疑问从句 πῶς οὐκ ἐναντία κίνησίς ἐστιν...

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:154.5-155.31