- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:152.18-154.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘考察并批评了亚历山大将亚里斯多德文本拆分为两个论证的解释以及其所依据的异文,随后引用了亚历山大关于圆周运动既无相反的直线运动亦无相反的圆周运动的总结性论证。
τεκμαίρομαι δὲ ἐκ τοῦ τὸ μὲν ἄτοπον τοῦτο τῷ εἶναι τοὺς ἐναντίους τόπους ἀκολουθεῖν, αὐτὸν δὲ προσχρήσασθαι τῷ τὸ κινούμενον,1 ὁπόθεν ἂν ἄρξηται, εἰς πάντας ὁμοίως ἀφικνεῖσθαι τοὺς ἐναντίους τόπους, ᾧ ἕπεται τὸ ἀεὶ νεάζειν κατὰ τὴν ἐναντίωσιν τῆς δυνάμεως. “ἀλλὰ καὶ δύο, φησὶν Ἀλέξανδρος, δύνανται ἐπιχειρήσεις εἶναι διὰ τῆς λέξεως ταύτης λεγόμεναι· μία μέν, ὅτι μάτην ἡ ἑτέρα ἐστίν, ὃ εἰπὼν ὕστερον αὐτοῦ τὴν αἰτίαν ἀποδίδωσιν μετὰ τὴν ἑτέραν ἐπιχείρησιν, δι’ ὧν ἐπιφέρει εἰ μὲν γὰρ ἴσαι ἦσαν, οὐκ ἂν ἦν κίνησις αὐτῶν· ταῦτα γὰρ τοῦ μάτην ἂν εἶναι τὴν ἑτέραν δεικτικά.” καίτοι τὸ οὐκ ἂν ἦν κίνησις αὐτῶν ἀμφότερα μάτην ἔσεσθαι σημαίνει, καὶ ὁ Ἀριστοτέλης τὸ μάτην ἂν θάτερον ἦν σῶμα ἐπὶ τῆς ἑτέρας ὑποθέσεως ἐπήγαγε, καθ’ ἣν τὸ μὲν κρατεῖ, τὸ δὲ κρατεῖται, κοινῶς δὲ τὸ ὁ δὲ θεὸς καὶ ἡ φύσις οὐδὲν μάτην ποιοῦσιν. “τὸ δὲ μεταξύ, φησὶν Ἀλέξανδρος, τῶν λέξεων τούτων ἄλλη τις ἂν ἐπιχείρησις εἴη· καὶ γὰρ ἔν τισιν ἀντιγράφοις οὐχ οὕτως φέρεται ἡ γραφή· ὅτι ἀνάγκη τὸ κύκλῳ φερόμενον,2 ἀλλ’ οὕτως· ἔτι ἀνάγκη τὸ κύκλῳ φερόμενον, ὡς ἄλλο τι προστιθέντος αὐτοῦ τῷ προειρημένῳ· καὶ εἴη ἂν τὸ προστιθέμενον, ὅτι, ἂν γίνωνταί τινες ἐπὶ τοῦ αὐτοῦ κύκλου ἐναντίαι κινήσεις, ἀνάγκη διὰ πασῶν ἐνεχθῆναι τῶν ἐν τῷ κύκλῳ κατὰ τόπον ἐναντιώσεων, καὶ τίνες αἱ τῶν τόπων ἐναντιώσεις, προσέθηκεν· ὥστε ἀναγκαῖον ἐπὶ τῆς περιφερείας εἶναι κατὰ τόπον ἐναντιώσεις· ἢ γὰρ τῷ ἐπ’ ἐναντία, φησί, κινεῖσθαι ἡ ἐναντία κίνησις ἐπὶ τοῦ κύκλου ὡς ἐπ’ εὐθείας, ἢ εἰ μὴ τοῦτο, τῷ δι’ ἐναντίων γίνεσθαι τόπων, ὃ ἔχοι ἄν ἡ κύκλῳ, εἰ ἔχοι ἐναντίωσιν, ἐπεὶ μὴ τὸ ἐπ’ ἐναντίους γίνεσθαι τόπους ἔχει, εἴ γε ἐπὶ ταὐτόν·3 ὃ εἰπών, φησίν, οὐκέτι προσέθηκε τὸ τοῦτο ἄτοπον εἶναι τὸ ἐπὶ μιᾶς καὶ συνεχοῦς οὔσης τῆς κύκλῳ περιφερείας λέγειν εἶναι ἐναντίους τόπους, τὸν μὲν ἄνω, τὸν δὲ κάτω, ἢ τὰς ἄλλας ἀντιθέσεις ἢ καὶ πάσας, ἀλλ’ ἐπαναλαβὼν ἔδειξε, πῶς προεῖπεν, ὅτι ἡ ἑτέρα μάτην.” οὕτως μὲν ὁ Ἀλέξανδρος· μήποτε δὲ ὁ ἔτι ἀνάγκη γράψας οὐ συνήσθετο τῆς συνεχείας τοῦ λόγου ἑνὸς ὄντος, οὐδὲ ὅτι παρὰ τὴν Ἀριστοτέλους συνήθειάν ἐστι τὸ τοιούτοις ὑπερβατοῖς χρῆσθαι. πῶς δέ φησι· τὸ ἐπὶ ἐναντίους γίνεσθαι τόπους οὐκ ἔχει ἡ κύκλῳ κίνησις, εἴ γε ἐπὶ ταὐτόν; ὅλως γὰρ ἐὰν ὑποτεθῇ ὁ κύκλος ἔχων ἐναντίους τόπους, καὶ δι’ ἐναντίων ἡ κίνησις πάντως, οἶμαι, καὶ ἐπὶ ἐναντίους. συνηρημένως δὲ ὁ Ἀλέξανδρος, ὥς φησι, κατὰ τὸν αὑτοῦ διδάσκαλον Ἀριστοτέλην οὕτως ἐξέθετο τὴν ἀπόδειξιν τοῦ τῇ κύκλῳ κινήσει μὴ εἶναι ἐναντίαν κίνησιν μηδὲ τῷ κυκλοφορητικῷ σώματι ἐναντίον· “εἰ γὰρ ἐστι, φησί, τῇ κύκλῳ κινήσει ἐναντία κίνησις, ἤτοι ἐπ’ εὐθείας τίς ἐστιν ἢ κυκλική· οὐδετέρα δέ, ὡς δειχθήσεται· ὥστε οὐδὲ ἔστιν. ἐπ’ εὐθείας μὲν οὖν οὐκ ἔστι κίνησις ἐναντία τῇ κυκλικῇ· ποία γὰρ τῶν ἐπ’ εὐθείας ἔσται αὐτῇ ἐναντία, καὶ τί μᾶλλον ἡ ἑτέρα τῆς ἑτέρας; ἔτι ἀλλήλαις εἰσὶν αἱ ἐπ’ εὐθείας ἐναντίαι, καὶ ἓν ἑνὶ ἐναντίον· εἰ δὲ μηδεμίαν δυνάμεθα τῶν ἐπ’ εὐθείας ἐναντίαν δεῖξαι τῇ κύκλῳ, οὐδ’ ἂν καθόλου ἡ ἐπ’ εὐθείας εἴη τῇ κύκλῳ ἐναντία. ἀλλὰ οὐδὲ ἡ κύκλῳ ἐστὶν ἐναντία· ἐναντίαι γὰρ αἱ ἐξ ἐναντίων εἰς ἐναντία γινόμεναι· αἱ γὰρ τῆς φορᾶς ἐναντιώσεις κατὰ τὰς τῶν τόπων εἰσὶν ἐναντιώσεις, τὰ δὲ κυκλικῶς καὶ ἐπὶ κύκλου κινούμενα ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ κινεῖται, κἂν ἀντικινῆται ἀλλήλοις, αὐτὸ δὲ αὑτῷ οὐδέν ἐστιν ἐναντίον· ὥστε οὐκ ἂν αἱ κύκλῳ ἀλλήλαις εἶεν ἐναντίαι· ὑπεναντίον μὲν γάρ τι πάσχει τὰ οὕτως ἀντικινούμενα ἀλλήλοις, οὐ μὴν ἐναντίαι αἱ κινήσεις αὐτῶν· οὐ γὰρ ἐπιδέχονται τὸν τῶν ἐναντίων λόγον. εἰ δὲ μήτε ἡ ἐπ’ εὐθείας μήτε ἡ ἐπὶ τοῦ κύκλου τῇ κύκλῳ κινήσει ἐναντία κίνησίς ἐστιν, οὐδ’ ἂν τῷ κατὰ φύσιν αὐτὴν κινουμένῳ εἴη ἄν τι ἐναντίον. ὅτι δὲ οὐχ ὁμοίως τὰ ἐπὶ τοῦ ἡμικυκλίου λέγεται κινεῖσθαι καὶ ἐπὶ τοῦ κύκλου, δῆλον ἐκ τοῦ τὰ μὲν κύκλῳ κινούμενα ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ κινεῖσθαι κατὰ τὸ συνεχές, αἱ δὲ ἐπὶ τῆς διαμέτρου κινήσεις οὐ συνεχεῖς· ἀνακάμψαι γὰρ δεῖ τὸ κινούμενον, τὸ δὲ ἀνακάμπτον ἀνάγκη στῆναι πρῶτον.
而我推断出这一点,是由于这一荒谬后果伴随着存在相反场所,而他[亚里斯多德]自己则额外利用了运动事物无论从何处开始都同样到达所有相反场所这一点,而伴随这一点的则是依照能力的相反性[搏斗]始终得到更新。“然而,”亚历山大说,“通过这段措辞所表达的论证尝试也可以有两条:一条是另一方是徒劳的,他在说了这话之后,在另一论证尝试之后给出其原因,即通过他所补充的那些话:‘因为如果它们相等,它们就不会有运动’;因为这些话表明另一方将是徒劳的。”然而,“它们就不会有运动”意味着两者都将是徒劳的,并且亚里斯多德是在另一假说(即一方占优而另一方被制服)之下才补充了“另一物体将是徒劳的”,而共同补充的则是“但神与自然不作任何徒劳之事”。“而这些文句之间的内容,”亚历山大说,“会是某种另外的论证尝试;因为在某些抄本中,文字并非流传为‘沿圆周运动的事物必然……’,而是‘此外,沿圆周运动的事物必然……’,仿佛他在前述内容之上又补充了某种别的内容;而补充的内容则是,如果在同一圆上产生某些相反运动,就必须穿过圆内就场所而言的一切相反性;并且诸场所的相反性是什么,他也作了补充;因此圆周上必然存在就场所而言的相反性。因为圆上的相反运动,”他说,“要么是像在直线上那样通过朝向相反者运动而成立,要么若非如此,则是通过穿过相反场所而成立,如果圆周运动具有相反性的话它就具有这一点,既然只要它朝向同一者它就不具有朝向相反场所;他在说了这些之后,”他说,“就不再补充说‘在一且连续的圆周上说存在相反场所——一处在上,另一处在下,或其余的对立,甚至一切对立——这是荒谬的’,而是重新提起并表明他此前是如何说了另一方是徒劳的。”亚历山大是这样说的;然而,或许写下“此外必然”的人并没有意识到该论述是一体的这一连续性,也没有意识到使用此类倒置语序是有悖于亚里斯多德的习惯的。而且他怎么能说:只要圆周运动是朝向同一者的,它就不具有朝向相反场所呢?因为一般来说,如果设定圆具有相反场所,那么穿过相反场所的运动,我认为也完全是朝向相反场所的。另一方面,亚历山大如其所言依照其师亚里斯多德,概括地阐明了圆周运动不存在相反运动、作圆周运动的物体也不存在相反者的论证如下:“因为,”他说,“如果存在相反于圆周运动的运动,它要么是直线运动,要么是圆周运动。但两者都不是,正如将被证明的那样;因此它甚至根本不存在。首先,直线运动并不相反于圆周运动;因为直线运动中的哪一种将相反于它,又为何这一种比另一种更是如此呢?此外,直线运动彼此相反,且一物只与一物相反;如果我们无法表明任何一种直线运动相反于圆周运动,那么一般的直线运动也就不会相反于圆周运动。然而圆周运动也并不[与圆周运动]相反;因为相反运动是由相反者向相反者产生的运动。移动运动的相反性乃是依场所的相反性而来的,而沿圆周且在圆上运动的事物,即便它们彼此逆向运动,也是从同一者向同一者运动,而没有任何事物与自身相反;因此圆周运动不可能彼此相反。因为以这种方式彼此逆向运动的事物虽然遭受某种次相反的状态,然而它们的运动绝非相反;因为它们不符合相反者的定义。如果直线运动和圆上的运动都不是相反于圆周运动的运动,那么依自然作圆周运动的事物也不会有任何相反者。至于半圆上的事物并非被说成以与圆上相同的方式运动,这从以下事实是显然的:沿圆周运动的事物是连续地从同一者向同一者运动,而在直径上的运动则不是连续的;因为运动事物必须折返,而折返的事物必然首先停滞。”
- 1.36τεκμαίρομαι δὲ ἐκ τοῦ τὸ μὲν ἄτοπον τοῦτο τῷ εἶναι τοὺς ἐναντίους τόπους ἀκολουθεῖν, αὐτὸν δὲ προσχρήσασθαι τῷ τὸ κινούμενον
在由前置词 ἐκ 引导的带冠词不定式结构 ἐκ τοῦ... ἀκολουθεῖν... προσχρήσασθαι... 中,μέν 与 δέ 并列了两个“带逻辑主语的宾格与不定式结构”:τὸ μὲν ἄτοπον τοῦτο... ἀκολουθεῖν 与 αὐτὸν δὲ προσχρήσασθαι...。前者的逻辑主语是 τὸ ἄτοπον τοῦτο,后者的逻辑主语是 αὐτόν(指亚里斯多德)。
- 1.36οὐχ οὕτως φέρεται ἡ γραφή· ὅτι ἀνάγκη τὸ κύκλῳ φερόμενον, ἀλλ’ οὕτως· ἔτι ἀνάγκη τὸ κύκλῳ φερόμενον
抄本异文记录。针对 ὅτι ἀνάγκη(“……是必然的”)与 ἔτι ἀνάγκη(“此外……是必然的”)因形近(ὅτι / ἔτι)而产生的文本差异,亚历山大采纳了后者并将其视为独立的第二条论证;而辛普利丘则依据论证的单一连续性以及亚里斯多德的文风,主张前者的读法与连贯的论述。
- 1.36ὃ ἔχοι ἄν ἡ κύκλῳ, εἰ ἔχοι ἐναντίωσιν, ἐπεὶ μὴ τὸ ἐπ’ ἐναντίους γίνεσθαι τόπους ἔχει, εἴ γε ἐπὶ ταὐτόν
关系代词 ὃ 的先行词是前置词短语所表达的内容(τῷ δι’ ἐναντίων γίνεσθαι τόπων,“通过穿过相反场所”)。ἔχοι ἄν 与条件从句 εἰ ἔχοι ἐναντίωσιν 构成潜在条件句,随后接原因从句 ἐπεὶ μὴ... ἔχει,其中嵌套了省略谓语(sc. κινεῖται)的附加条件句 εἴ γε ἐπὶ ταὐτόν。
