- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:150.20-152.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘将亚里斯多德《论天》271a27中的归谬法论证(若圆周运动有相反者则另一方将是徒劳的)分析为条件命题和小前提(自然不做任何徒劳之事)的三段论结构,并探讨和修正了亚历山大关于相反场所的解释。
" Εἰ δὲ καὶ ἦν ἡ κύκλῳ τῇ κύκλῳ ἐναντία, μάτην ἂν ἦν ἡ ἑτέρα ἕως τοῦ ὁ δὲ θεὸς καὶ ἡ φύσις οὐδὲν μάτην ποιοῦσιν." Δείξας, ὅτι οὐκ εἰσὶν ἐναντίαι αἱ ἐπὶ τοῦ αὐτοῦ κινήσεις ἔμπαλιν ἀλλήλαις γινόμεναι, νῦν τὸ αὐτὸ καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυσιν συλλογιζόμενος οὕτως· εἰ ἦν ἡ ἐπὶ τοῦ αὐτοῦ κύκλου κίνησις ἐναντία τῇ ἐπὶ τοῦ αὐτοῦ ἔμπαλιν γινομένῃ, μάτην ἂν ἦν ἡ ἑτέρα αὐτῶν. ἀλλὰ μὴν ἀδύνατον τὸ μάτην εἶναι· οὐκ ἄρα ἐναντία ἡ κύκλῳ κίνησις τῇ κύκλῳ. καὶ τὸ μὲν συνημμένον δείκνυσιν οὕτως·1 τὰ ἐπὶ τοῦ αὐτοῦ κύκλου ἀντιφερόμενα, ὁπόθεν ἄν ἄρξηται, εἰς πάντας ἄμφω ἀφικνεῖται τοὺς ἐν τῷ κύκλῳ τόπους, καὶ εἴπερ ἐναντίαι εἰσὶν αὗται αἱ φοραί, ὡς ὑπόκειται, αἱ δὲ τῆς φορᾶς ἐναντιώσεις κατὰ τὰς τῶν τόπων εἰσὶν ἐναντιώσεις, εἰς πάντας ὁμοίως ἀφικνοῦνται τοὺς ἐναντίους ἐν τῷ κύκλῳ τόπους ἄμφω· εἰσὶν δὲ τόπου ἐναντιότητες τὸ ἄνω καὶ τὸ κάτω καὶ τὸ πρόσθιον καὶ τὸ ὀπίσθιον καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν, καὶ εἴπερ ἔστιν ἐν τῷ κύκλῳ τόπου ἐναντίωσις, πᾶσαι ἅμα εἰσίν· οὐδὲν γὰρ μᾶλλον ἄλλη ἄλλης· διὰ παντὸς οὖν ἄμφω τοῦ κύκλου ἀντιφερόμενα ὑπαντᾷ ἀλλήλοις, καὶ ὡς ἐξ ἐναντίων τόπων πανταχοῦ καὶ ἐναντίας ἔχοντα φύσεις (οὐ γὰρ ἂν ἐναντίως ἐκινεῖτο μὴ ἐναντίας ἀρχὰς ἔχοντα κινήσεως) μάχονται ἀλλήλοις. καὶ εἰ μὲν ἰσοσθενῆ εἴη· τοῦτο γὰρ σημαίνει τὸ ἴσαι· οὐκ ἂν ἦν κίνησις αὐτῶν· τὰ γὰρ ἰσοσθενῆ ἐξ ἐναντίας φερόμενα ἵστησιν ἄλληλα, ὥστε μάτην ἔσται ἄμφω ἀκίνητα μένοντα· εἰ δὲ ἡ ἑτέρα κίνησις κρατεῖ, τὸ κρατούμενον ὑπὸ τοῦ κρατοῦντος τὴν τοῦ κρατοῦντος περιαχθήσεται κίνησιν,2 καὶ οὕτως μία ἂν γίνοιτο ἡ κύκλῳ κίνησις τῆς κρατουμένης μὴ συμπληρούσης τὸν κύκλον. οὕτως δὲ μάτην ἂν εἴη ἡ ἑτέρα μὴ δυναμένη πρὸς τέλος ἀφικέσθαι τῆς οἰκείας ἐνεργείας· μάτην γὰρ ἐκεῖνο λέγομεν, ὃ τὴν ἑαυτοῦ χρείαν μὴ παρέχεται, ὥσπερ ὑπόδημα· ὥστε, εἰ μὲν ἰσοσθενῆ ἐστιν, ἀκίνητα μένοντα ἄμφω ἔσται μάτην, εἰ δὲ ἐπικρατεῖ θάτερον, τὸ κρατούμενον ἔσται μάτην, καὶ οὕτως τὸ ἐν τῷ συλλογισμῷ συνημμένον ἀποδείκνυται. ἕπεται μὲν γὰρ τῷ ἔμπαλιν ἐπὶ τοῦ αὐτοῦ κύκλου κινεῖσθαι τὸ συμβάλλειν ἀλλήλοις αὐτά, τῷ δὲ ἐναντία κατὰ φύσιν ὑποκεῖσθαι καὶ ἐξ ἐναντίων τόπων ἰέναι τὸ συμβάλλοντα μάχεσθαι· διὰ γὰρ τοῦτο, οἶμαι, τοὺς ἐναντίους ὑπέθετο τόπους ὁ Ἀριστοτέλης καὶ ὠνόμασεν αὐτοὺς ἐνδεικνύμενος, ὅτι, εἴπερ ἐναντίαι εἰσὶν αἱ ἐν τῷ κύκλῳ κινήσεις, καὶ τόποι ἐναντίοι εἰσὶν ἐν παντὶ τῷ κύκλῳ· οὐδὲν γὰρ μᾶλλον τῇδε ἢ τῇδε· καὶ τὰ κινούμενα ὁμοίως εἰς πάντας ἀφικνούμενα τοὺς ἐναντίους τόπους ἀεὶ νεάζουσαν ἔχειν τὴν πρὸς ἄλληλα ἐναντίωσιν καὶ διὰ τοῦτο μάχεσθαι. τῷ δὲ μάχεσθαι ἕπεται ἢ τὸ ἱστᾶν ἄλληλα ἢ τὸ κρατοῦν ἑαυτῷ συμπεριάγειν τὸ κρατούμενον, ἐφ’ οἷς ἀνάγκη ἢ ἄμφω μάτην εἶναι ἢ θάτερον. τὴν δὲ πρόσληψιν τὴν λέγουσαν·3 ἀλλὰ μὴν ἀδύνατον τὸ μάτην εἶναί τι τῶν φύσει· δείκνυσι προσλαβὼν ἄλλην πρότασιν τὴν λέγουσαν· ὧν θεὸς καὶ φύσις αἴτιοι, οὐδὲν μάτην ἐστίν, ὅτι μηδὲν μάτην ποιοῦσιν· καὶ συνάγω δυνάμει οὕτως· τῶν φύσει ὄντων θεὸς καὶ φύσις αἴτιοι· ὧν θεὸς καὶ φύσις αἴτιοι, οὐδὲν μάτην ἐστί· τῶν ἄρα φύσει ὄντων οὐδὲν μάτην ἐστίν. οὕτως μὲν οὖν αὐτὸς ἐνόμισα δεῖν τὴν Ἀριστοτέλους ἀπόδειξιν ἀναλύειν καὶ διὰ τὰς εἰρημένας αἰτίας. ὁ μέντοι Ἀλέξανδρος “διὰ τοῦ εἰπεῖν, φησίν, εἰς πάντας ὁμοίως ἀφικνεῖσθαι τοὺς ἐναντίους τόπους οὐ τοῦτο εἶπεν, ὅτι εἰσὶν ἐναντίοι τινὲς ἐν τῷ κύκλῳ τόποι, ἀλλ’ εἰς δήλωσιν τοῦ πᾶν μόριον ὀφείλειν τοῦ κύκλου τὸ τὴν κύκλῳ κινούμενον διελθεῖν. καίτοι τὸ κύκλῳ κινούμενον ἐξ ἀνάγκης πᾶν μόριον διέρχεται τοῦ κύκλου, καὶ οὐ χρεία πρὸς τοῦτο ἦν τῆς τῶν τόπων4 ἐναντιώσεως.” προελθὼν δὲ κάλλιον, οἶμαι, ἐπέστησεν, ὅτι, εἰ ἐναντίαι κινήσεις εἰσὶν ἐπὶ τοῦ κύκλου, δεῖ καὶ ἐναντίους εἶναι τόπους· αἱ γὰρ ἐναντίαι κατὰ τόπον κινήσεις κατὰ τὰς τῶν τόπων ἐναντιώσεις γίνονται· πλὴν ὅτι τὸ ἐναντίους ἐν τῷ κύκλῳ τόπους εἶναι ὡς ἄτοπον, φησίν, ἐπάγει τῷ ἐναντίας ἐν τῷ κύκλῳ κινήσεις γίνεσθαι καὶ τὸ μὲν ἄνω τὸ δὲ κάτω εἶναι ἐπὶ τῆς περιφερείας καὶ τὰς ἄλλας ἀντιθέσεις· οὐ φαίνεται δὲ τοσοῦτον ὡς ἄτοπον ἁπλῶς ἐπάγων, κἂν ἄτοπον εἴη, ὅσον ὡς ἀκόλουθον μὲν τῇ ὑποθέσει, πρὸς δὲ τὸ μαχητικὸν τῶν ἀντικινουμένων συμβαλλόμενον τὸ ἀπὸ ἐναντίων ὡρμῆσθαι τόπων.
“然而即使圆周[运动]相反于圆周[运动],另一方也将是徒劳的,直到‘但神与自然不作任何徒劳之事’。” 在表明了在同一[圆]上彼此逆向产生的诸运动不是相反的之后,现在他通过归谬法也证明了同一件事,推论如下:如果在同一圆上的运动相反于在同一[圆]上逆向产生的[运动],那么它们之中的另一方就将是徒劳的。然而徒劳是不可能的;因此圆周运动并不相反于圆周[运动]。而条件命题[的前件与后件的必然联系],他是这样证明的:在同一圆上逆向移动的事物,无论从何处开始,两者都到达圆内的所有场所;而假若这些移动运动正如所设定的那样是相反的,且移动运动的相反性是依照场所的相反性而来的,那么两者就同样到达圆内的一切相反场所。而场所的相反性是上与下、前与后、右与左;假若圆内有场所的相反性,那么它们全都是同时存在的;因为一种绝不比另一种更多。因此,两者在贯穿整个圆逆向移动时彼此相遇,并且如同在一切地方都来自相反场所且具有相反本性那样(因为若没有运动的相反起点,它们就不会相反地运动),彼此相互搏斗。如果它们力量均等——因为“相等”一词指的就是这个——,它们就不会有运动;因为力量均等而从相反方向移动的事物会使彼此停滞,以致两者保持不动都将是徒劳的;而如果另一运动占优,被制服者就将被占优者带着沿占优者的运动旋转,这样一来,由于被制服者未能完成圆周,圆周运动就将成为单一的。而这样的话,另一方由于无法达到其本有现实活动的终点,就将是徒劳的;因为我们把如同鞋子一样不能提供自身用途的东西称为“徒劳”。所以,如果它们力量均等,两者保持不动都将是徒劳的;而如果其中一方占优,被制服者就将是徒劳的;由此推论中的条件命题便得到了证明。因为在同一圆上逆向运动伴随着它们彼此碰撞,而被假定为按本性相反且由相反场所前行,则伴随着碰撞的事物相互搏斗。因为我想,亚里斯多德正是为此才设定了相反场所并指名了它们,以表明:假若圆内的诸运动是相反的,那么场所在整个圆内也都是相反的——因为在此处并不比在彼处更多——,而同样到达所有相反场所的运动事物,其彼此间的相反性便始终被重新激发,并为此相互搏斗。而搏斗则伴随着要么彼此停滞,要么占优者带着被制服者与自己一同旋转,在这些情况下,必然要么两者都是徒劳的,要么其中之一是徒劳的。至于那句“然而自然之物中的任何事物是徒劳的,这绝不可能”的小前提,他通过补充另一前提来加以证明,即:“以神与自然为原因的事物中,没有任何事物是徒劳的,因为它们不做任何徒劳之事”;而我潜在地作如下推论:对于依自然而存在的事物而言,神与自然是原因;以神与自然为原因的事物中,没有任何事物是徒劳的;因此依自然而存在的事物中没有任何事物是徒劳的。因此,我本人认为应当如此并依照上述原因来分析亚里斯多德的论证。然而亚历山大说:“通过说‘同样到达所有相反场所’,他并不是说圆内存在某些相反场所,而是为了表明沿圆周运动的事物必须穿过圆的每一个部分。然而沿圆周运动的事物必然穿过圆的每一个部分,对此并不需要场所的相反性。”不过我认为,他继续推进并更出色地指出:如果圆上有相反运动,就必须也有相反场所;因为就场所而言的相反运动是依场所的相反性而产生的;只是他说,〔亚里斯多德〕是把圆内存在相反场所、圆周上一处在上而另一处在下以及其他对立,作为圆内产生相反运动所导致的荒谬后果提出来的。然而[亚里斯多德]似乎并不只是单纯地把它作为荒谬之事提出来(即使它确实荒谬),而是作为假说的必然结论,并且由相反场所出发乃是有助于逆向运动之物的搏斗特性的。
- 1.36καὶ τὸ μὲν συνημμένον δείκνυσιν οὕτως
古代逻辑学术语,τὸ συνημμένον 指假言命题(条件命题:“若A则B”)。此处指证明刚才所阐明的假言三段论第一前提中从前件到后件之后承关系的合理性。
- 1.36τὴν τοῦ κρατοῦντος περιαχθήσεται κίνησιν
被动态动词 περιαχθήσεται 连带的宾格短语 τὴν τοῦ κρατοῦντος ... κίνησιν 作同源宾格或表示运动内容的副词性宾格,意为被制服者顺着占优者的运动轨迹一同被带动旋转。
- 1.36τὴν δὲ πρόσληψιν τὴν λέγουσαν
古代逻辑学(逍遥学派与斯多亚派)术语,指假言三段论中附加于大前提(条件命题)之后的小前提(assumptio)。短语 ἀλλὰ μὴν ἀδύνατον τὸ μάτην εἶναί τι τῶν φύσει 与之同位,指明其具体内容。
- 1.36οὐ φαίνεται δὲ τοσοῦτον ὡς ἄτοπον ἁπλῶς ἐπάγων ... ὅσον ὡς ἀκόλουθον μὲν τῇ ὑποθέσει, πρὸς δὲ τὸ μαχητικὸν τῶν ἀντικινουμένων συμβαλλόμενον τὸ ἀπὸ ἐναντίων ὡρμῆσθαι τόπων
骨干结构为相关比较结构 οὐ φαίνεται ... τοσοῦτον ὡς ... ἐπάγων, ὅσον ὡς ...。作者在此对比亚里斯多德引入相反场所的意图:“与其说他把相反场所作为荒谬结论(ὡς ἄτοπον)引出,不如说是作为假说的必然结论(ὡς ἀκόλουθον),并且从相反场所出发这一事实(实词化不定词短语 τὸ ... ὡρμῆσθαι 作主语)有助于逆向运动之物的搏斗本性”。
