← 辛普里丘

亚里士多德《论天》注释

§148.27-150.19

结合半圆与整圆上相反运动的否定

注解亚里斯多德《论天》271a13–19,辛普利丘阐明即使在由两个半圆结合而成的圆上运动也不具有相反性,并进而指出即使假设半圆上的运动是相反的,整圆上的运动也是从相同者到相同者且缺乏对立的起点,因此通过第二格三段论证明圆周运动绝非相反。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.34

" Ὁμοίως δὲ κἄν εἴ τις κύκλον ποιήσας." Μετὰ τὸ δεῖξαι καὶ ἐπὶ ἑνὸς ἡμικυκλίου, ὅτι οὐκ εἰσὶν ἐναντίαι κινήσεις αἱ ἐπ’ αὐτοῦ ἀπὸ τῶν περάτων τῆς διαμέτρου γινόμεναι, διότι οὐχ ὁρίζεται ἡ πλείστη διάστασις, ἥτις εἰδοποιεῖ τὰ ἐναντία, ὑπὸ τῆς περιφερείας ἀλλ’ ὑπὸ τῆς εὐθείας, νῦν ἐπὶ δυεῖν συνημμένων ἡμικυκλίων εἰς ἕνα κύκλον τοῦ τε Η καὶ τοῦ Θ δείκνυσιν, ὅτι, κἂν τὸ μὲν ἐπὶ τοῦ Η ἡμικυκλίου κινῶ τὸ ἀπὸ τοῦ Ε ἐπὶ τὸ Ζ, τὸ δὲ ἐπὶ τοῦ Θ ἀπὸ τοῦ Ζ πρὸς τὸ Ε, οὐδὲ οὕτως ἐναντίαι εἰσὶν αἱ κινήσεις διὰ τὴν αὐτὴν αἰτίαν· οὐδὲ γὰρ ὁρίζουσιν αἱ περιφέρειαι τὴν πλείστην διάστασιν, καθ’ ἣν τὰ ἐναντία χαρακτηρίζεται, ἀλλὰ κατὰ τὴν ΕΖ διάμετρον ὁρίζεται· καὶ διὰ τοῦτο πάλιν, εἰ ὡς ἐναντίαι λαμβάνοιντο αἱ κινήσεις, ὡς τὴν ἐπὶ τῆς εὐθείας διάστασιν κινούμεναι λαμβάνονται, ἀλλ’ οὐχὶ τὴν ἐπὶ τῆς περιφερείας. Δείξας δὲ ἐπί τε τῆς περιφερείας τῆς μείζονος ἢ ἐλάττονος ἡμικυκλίου καὶ τοῦ ἑνὸς ἡμικυκλίου καὶ τῶν δυεῖν τῶν συνημμένων, ὅτι οὐκ εἰσὶν αἱ ἐπὶ τούτων φοραὶ ἐναντίαι, κἂν ἀπὸ τῶν ἀντικειμένων δοκῶσι γίνεσθαι, ἐπάγει· εἰ δὲ καὶ αὗται ἐναντίαι, ἀλλ’ οὔτι γε αἱ ἐπὶ τοῦ ὅλου κύκλου φοραὶ ἀλλήλαις διὰ τοῦτο ἐναντίαι, κατὰ ἀντιπερίστασιν ἐπιχειρῶν.1 οὐδὲ γὰρ ὁ δείξας τὰς ἐπὶ τῶν ἡμικυκλίων ἐναντίας ἤδη καὶ τὰς ἐπὶ τοῦ κύκλου δέδειχεν, ἐφ’ οὗ πρόκειται νῦν ἡμῖν ἡ ἀπόδειξις· ἐπὶ μὲν γὰρ τῆς περιφερείας καὶ τῶν ἡμικυκλίων διὰ τὸ ἀντικεῖσθαι τὰ τῶν περιφερειῶν πέρατα, ἀφ’ ὧν καὶ ἐφ’ ἃ κινοῦνται, δοκοῦσιν ἐναντίον ἔχειν αἱ ἀπ’ αὐτῶν κινήσεις, ἐπὶ δὲ τῶν ἐφ’ ὅλου τοῦ κύκλου γινομένων κινήσεων δύο τινῶν ἀντικινουμένων ἀλλήλοις οὐκ εἰσὶν ἀντικείμεναί τινες ἀρχαὶ τῶν κινήσεων· ἀπὸ γὰρ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἑκατέρα. σαφεστέραν δὲ αὐτὸς ποιήσει τὴν διαφορὰν τῶν ἐπὶ ἡμικυκλίου καὶ κύκλου κινήσεων, ἐν οἷς δείκνυσιν ἐφεξῆς, ὅτι αἱ ἐπὶ τοῦ ὅλου κύκλου γινόμεναι κινήσεις οὐκ εἰσὶν ἐναντίαι· ὥστε ἐκ περιουσίας ἐπὶ τῶν περιφερειῶν καὶ τῶν ἡμικυκλίων ἀποδείξεις αὐτῷ παρελήφθησαν,2 οὐ μέντοι μάτην, ἀλλὰ δείκνυσιν δι’ αὐτῶν, ὅτι ἡ τῆς περιφερείας ὅλως φύσις οὐ δέχεται τὴν κατὰ κίνησιν ἐναντίωσιν.

“同样,即使有人作了一个圆。” 在单个半圆上也表明了在其上由直径的界限出发产生的诸运动不是相反的——因为规定相反者之种类的最大间隔并非由圆周而是由直线所确定的——之后,现在他在结合成一个圆的两个半圆Η与Θ上表明,即使我使半圆Η上的那一个从Ε向Ζ运动,而使Θ上的那一个从Ζ向Ε运动,诸运动即便如此也因同样的原因不是相反的。因为圆周并不确定相反者借以表征的最大间隔,而是根据直径ΕΖ被确定的;并且再次由于这个原因,如果诸运动被假定为相反的,它们是被假定为穿过直线上的间隔而运动,而不是穿过圆周上的间隔。在他表明了无论在大于或小于半圆的圆周上、在单个半圆上,还是在两个结合的半圆上,其上的移动运动即使看起来是由对立之物产生的,也并非相反之后,他补充道:“然而即使这些也是相反的,整个圆上的诸移动运动也决不因此就是彼此相反的,”这是通过让步来展开论述的。因为表明了半圆上的运动是相反的人,并未就此也表明了圆上的运动也是相反的,而我们眼下所提出的论证正是关于圆的。因为在圆周和诸半圆上,由于圆周的界限——它们所自出发和所向运动之处——是对立的,从它们出发的诸运动似乎具有某种相反者;但在整个圆上所产生的、彼此逆向运动的两个事物的诸运动中,诸运动并没有任何对立的起点;因为每一运动都是从相同者向相同者进行的。而在接下来他证明整个圆上产生的诸运动不是相反的那些地方,他自己将把半圆上的运动与圆上的运动之间的区别阐发得更加清晰;因此,关于诸圆周和诸半圆的论证虽然是被他作为多余之举采纳的,却并非徒劳,而是借此表明,一般而言圆周的本性不接纳依运动而来的相反性。

§1.35

"Ἀλλὰ μὴν οὐδὲ ἡ ἀπὸ τοῦ Α ἐπὶ τὸ Β κύκλῳ φορὰ ἐναντία τῇ ἀπὸ τοῦ Α ἐπὶ τὸ Γ." Νῦν αὐτὸ δείκνυσιν προσεχῶς τὸ προκείμενον, ὅτι μηδὲ αἱ ἐπὶ τοῦ ὅλου κύκλου ἀνάπαλιν γινόμεναι κινήσεις ἐναντίαι ἀλλήλαις εἰσίν. δείκνυσι δὲ αὐτὸ ἀπὸ τοῦ τῶν ἐναντίων κινήσεων ὁρισμοῦ· ἐναντίαι γὰρ ἦσαν κινήσεις αἱ ἀπὸ ἐναντίων τόπων εἰς ἐναντίους γινόμεναι· καὶ ἀπὸ τοῦ ὁρισμοῦ τῆς κύκλῳ κινήσεως· ἐὰν γὰρ ᾖ κύκλος ὁ ΑΒΓ, καὶ κινοῖτό τι ἀπὸ τοῦ Α ἀρχόμενον ἐπὶ τὸ Β μέρος τοῦ κύκλου μέχρι τοῦ Α, ἄλλο δέ τι ἢ καὶ τὸ αὐτὸ ἀπὸ τοῦ Α ἀρξάμενον καὶ ἔμπαλιν διὰ τοῦ Γ μέρους τοῦ κύκλου ἰὸν ἔρχοιτο καὶ αὐτὸ ἐπὶ τὸ Α, αὗται αἱ κινήσεις ἄμφω ἀπὸ τοῦ Α ἐπὶ τὸ Α γίνονται, τουτέστιν ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτό· τὸ γὰρ κύκλῳ κινηθῆναι τὸν ὅλον κύκλον περιενεχθῆναί ἐστιν· αἱ δὲ ἐναντίαι κινήσεις ἀπὸ ἐναντίων εἰσὶ τόπων ἐπὶ ἐναντίους, οὐκ ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτό· ὥστε αἱ κύκλῳ κινήσεις οὐκ εἰσὶν ἐναντίαι. ἐν δευτέρῳ σχήματι ἡ συναγωγή.3 τῇ δὲ ἐπιχειρήσει ταύτῃ, φησὶν ὁ Ἀλέξανδρος, ἐνῆν καὶ ἐπὶ τῶν προειρημένων χρήσασθαι· οὐδεμία γὰρ ἀπὸ ἐναντίου εἰς ἐναντίον ἐγίνετο· φανερώτερον δέ ἐστιν ἐπὶ τοῦ κύκλου, ἐφ’ οὗ οὐ μόνον οὐκ ἀπὸ ἐναντίου εἰς ἐναντίον, ἀλλ’ οὐδὲ ἀπὸ ἑτέρου εἰς ἕτερον, ἀλλ’ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἡ κίνησις γίνεται· διὸ καὶ ἐπὶ τοῦτο παρέθετο αὐτήν.

“然而,由Α向Β的圆周移动运动也绝不相反于由Α向Γ的[圆周移动运动]。” 现在他直接证明所提出的主题本身:即使在整个圆上逆向产生的诸运动也不是彼此相反的。他是从相反运动的定义——因为相反的诸运动是从相反场所向相反场所产生的——以及圆周运动的定义出发来证明这一点的。因为如果有一个圆ΑΒΓ,某物从Α开始沿着圆的Β部分运动直到Α,而另一物或同一物从Α开始反向穿过圆的Γ部分进行,自身也到达Α,那么这两个运动都是从Α向Α产生的,也就是说从相同者向相同者产生的;因为沿圆周运动就是环绕整个圆运行;而相反的运动是从相反场所向相反场所进行的,不是从相同者向相同者进行的;因此圆周运动不是相反的。这一推论是在第二格中作出的。“而这一论证,”亚历山大说,“原本也可以用于前述的情况;因为没有一个是自相反者向相反者产生的;但在圆上这一点更为明显,在圆上,运动不仅不是从相反者向相反者进行的,甚至不是从一物向另一物进行的,而是从相同者向相同者进行的;因此他针对这一点运用了它。”

语法注3 条
  1. 1.34κατὰ ἀντιπερίστασιν ἐπιχειρῶν

    分词 ἐπιχειρῶν 是表伴随情状的分词,与主语(亚里士多德)一致。κατὰ ἀντιπερίστασιν 作状语短语,意为“通过让步进行论述”(在辩论中暂时退让一步承认对方前提而后予以驳斥),照应了前面的条件从句“然而即使这些也是相反的”。

  2. 1.34ὥστε ἐκ περιουσίας ἐπὶ τῶν περιφερειῶν καὶ τῶν ἡμικυκλίων ἀποδείξεις αὐτῷ παρελήφθησαν

    由 ὥστε 引导的结果从句。αὐτῷ 是配合被动动词 παρελήφθησαν 的施动者与格。状语短语 ἐκ περιουσίας 修饰动词,意为“多余地”、“额外且从容完备地”。

  3. 1.35ἐν δευτέρῳ σχήματι ἡ συναγωγή

    省略系词(ἐστί)的名词句。ἡ συναγωγή(三段论的“推论/得出结论”)是主语,ἐν δευτέρῳ σχήματι 作谓语。这里指第二格三段论(具体为 Camestres 式):大前提“相反的运动是从相反场所到相反场所”,小前提“圆周运动不是从相反场所到相反场所”,结论“因此圆周运动不是相反的运动”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:148.27-150.19