- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:147.22-148.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德《论天》第1卷第4章(271a10)中关于即使在单个半圆上也不存在相反运动的论证,并引用亚历山大关于上下自然运动与简单运动的补充解释。
" Ὁμοίως δὲ καὶ ἡ ἐπὶ τοῦ ἡμικυκλίου τοῦ ἑνός." Ἀνελὼν τὸ ἐναντίας εἶναι τὰς ἐπὶ τῆς μείζονος ἢ ἐλάττονος ἡμικυκλίου περιφερείας κινήσεις ἐκ τοῦ ἀπείρους καὶ ἀορίστους εἶναι τὰς περιφερεῖς δέδωκεν ὑπονοεῖν,1 ὅτι διὰ τὸ πλῆθος ἐκείνων συνήχθη τὸ εἰρημένον καὶ οὐ διὰ τὴν τῆς περιφερείας καὶ τῆς εὐθείας φύσιν· νῦν οὖν ἐπὶ ἑνὸς ἡμικυκλίου, μίαν δηλονότι περιφέρειαν ἔχοντος, τὸ αὐτὸ πάλιν δείκνυσιν. καὶ γὰρ ἐπὶ τοῦ ἡμικυκλίου τοῦ ἐπὶ τῆς ΓΔ περιγεγραμμένου, αἱ ἀπὸ τοῦ Γ καὶ Δ ἐπὶ τῆς περιφερείας κινήσεις, εἰ ὡς ἐναντίαι λαμβάνοιντο, αἱ αὐταὶ τῇ ἐπὶ τῆς διαμέτρου εἰσίν. εἰ γὰρ αἱ ἐναντίαι πάλιν διὰ τὸ ἀπὸ τόπων πλεῖστον ἀλλήλων ἀπεχόντων ἐναντίαι εἰσίν, ἡ δὲ πλείστη ἀποχὴ ὥρισται, τὴν δὲ ὡρισμένην ἀποχὴν κρίνομεν τῇ ἐλαχίστῃ τῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν, αὕτη δέ ἐστιν ἡ εὐθεῖα, δῆλον, ὅτι ὡς ἐπ’ εὐθείας αἱ κινήσεις γενήσονται καὶ ἐπὶ ταύτης τῆς ὑποθέσεως, καὶ οὐδὲν ἔλαττον ἡ ἀπόδειξις ἔσχεν ἐπὶ ἑνὸς ἡμικυκλίου γενομένη·2 ὁμοίως δὲ καὶ ἐνταῦθα ὥσπερ ἐκεῖ, εἰ ἐναντία ἡ ἀπὸ τοῦ Α τῇ ἀπὸ τοῦ Β, καὶ γίνοιτο ἡ μὲν ἐπὶ τῆς εὐθείας, ἡ δὲ ἐπὶ τῆς περιφερείας, ἔσται ἐναντία ἡ ἐπ’ εὐθείας τῇ κύκλῳ. ὅτι δὲ καὶ τῶν ἐπὶ τῆς περιφερείας κινουμένων ἡ ἐναντίωσις ὡς ἐπ’ εὐθείας κινουμένων λαμβάνεται, δῆλον ἐκ τοῦ κατὰ τὴν πλείστην διάστασιν εἰλῆφθαι, τὴν δὲ πλείστην διάστασιν κατὰ τὴν εὐθεῖαν ὡρίσθαι· περιφερείας γὰρ ἔστιν ἄλλας ἄλλων καὶ μείζονας καὶ ἐλάττονας ἐπὶ τὰ αὐτὰ σημεῖα περιγράψαι καὶ περὶ τὰ ἔλαττον διεστηκότα σημεῖα μεῖζον κύκλου τμῆμα περιγράψαι καὶ περὶ τὰ πλέον διεστῶτα ἔλαττον. “εἰ δέ τις, φησὶν Ἀλέξανδρος, τὰ ἐναντία τὸ ἄνω καὶ κάτω3 ὁρίσας καὶ ἐπιζεύξας τὴν ΓΔ περιγράψει περὶ αὐτὴν ἡμικύκλιον νομίζων μὴ τῇ εὐθείᾳ λοιπὸν ὡρίσθαι τὸ ἄνω καὶ κάτω, πρῶτον μέν, φησίν, οὐδὲν τῶν φύσει κινουμένων ἢ ἄνω ἢ κάτω ἐπὶ τοῦ ἡμικυκλίου κινεῖται, ἀλλὰ κατ’ εὐθεῖαν· κατὰ γὰρ τὴν ἐλαχίστην· καὶ γὰρ καὶ οἱ ὄνοι, φησὶ Διογένης, κατὰ τὰς εὐθείας ἐπὶ τὴν τροφὴν ἀπίασι καὶ τὴν πόσιν· ἔπειτα οὐδὲ ἁπλῆ κίνησίς ἐστιν ἡ ἐπὶ τοῦ τοιούτου ἡμικυκλίου τοῦ ἔχοντος πέρατα τὸ ἄνω καὶ τὸ κάτω· οὐ γὰρ μόνον κυκλική ἐστιν, ἀλλ’ ἅμα ἐπὶ τὸ ἄνω ἢ τὸ κάτω· οὐδὲ γάρ, ἂν κύκλον ὅλον, φησί, περιγράψῃς τῇ ἀπὸ τῆς γῆς ἐπὶ τὸν οὐρανὸν εὐθείᾳ, τὸ ἐπὶ τοῦδε κινούμενον ἁπλῆν κινεῖται κίνησιν, ἀλλ’ ἅμα καὶ τὴν ἐπὶ τὸ ἄνω καὶ κάτω μετὰ τῆς περιφεροῦς· μόνη γὰρ ἁπλῆ καὶ κύκλῳ ἡ περὶ τὸ μέσον.”
“同样,在单个半圆上的[运动]也是如此。” 他从圆周是无数且无定这一前提出发,排除了在大于或小于半圆的圆周上的诸运动是相反的这一看法,这就留下了让人揣度的余地:前面所说的一切是由于那些圆周的数量之多而得出的,而非由于圆周与直线的本性。因此现在,他在单个半圆——显然只具有单条圆周——的情况上,再次证明同一结论。因为在描画于ΓΔ之上的半圆上,如果把从Γ和Δ出发在圆周上的运动当作相反的来假定,它们其实与在直径上的运动是相同的。因为,如果相反的运动再次是由于从彼此相距最远的场所出发才是相反的,而最大的距离是确定的,并且我们以具有相同界限的最短者来判定确定的距离,而这最短者就是直线,那么显然,在这一假定之下诸运动也将是如同在直线上产生的那样,而且论证即使在单个半圆的情况下作出,也丝毫未受减损。并且在这里正如在那里一样,如果从Α出发的运动相反于从Β出发的运动,并且前者产生在直线上而后者产生在圆周上,直线上的运动就将相反于圆周运动。此外,在圆周上运动之物的相反性也是如同在直线上运动之物一样被假定的,这一点由它是根据最大的间隔来设定的,以及最大的间隔是根据直线被确定的而显明。因为在相同的各点上,能够描画出彼此不同、既更大也更小的其他圆周,而且能够在相距较近的各点周围描画出更大的圆弓形,在相距较远的各点周围描画出更小的圆弓形。“然而,如果有人,”亚历山大说,“在把上与下定义为相反者并连接了直线ΓΔ之后,围绕着它描画出一个半圆,认为上与下从此不再由直线所确定,那么首先,”他说,“自然地向上或向下运动的事物中,没有一个是在半圆上运动的,而是在直线上运动;因为是沿着最短的线;事实上连驴子,”第欧根尼说,“也是沿着直线去寻觅食物和饮水的;其次,在具有上与下作为界限的这种半圆上的运动也不是简单运动;因为这不仅是圆周运动,而且同时也是向上或向下的运动;因为即使,”他说,“你以从大地到天空的直线描画出一个完整的圆,在这个圆上运动的事物所作的也不是简单运动,而是与圆周运动一起同时兼有向上和向下的运动;因为唯独围绕中心的运动既是简单的又是圆周的。”
- 1.33ἀνελὼν τὸ ἐναντίας εἶναι τὰς ἐπὶ τῆς μείζονος ἢ ἐλάττονος ἡμικυκλίου περιφερείας κινήσεις ἐκ τοῦ ἀπείρους καὶ ἀορίστους εἶναι τὰς περιφερεῖς δέδωκεν ὑπονοεῖν
主句谓语动词为 δέδωκεν,主语承前指亚里士多德;ἀνελὼν 是表先行动作的状语分词。带冠词的不定式短语 τὸ ἐναντίας εἶναι ... κινήσεις 作 ἀνελὼν 的宾语,后续的介词短语 ἐκ τοῦ ... εἶναι 则表示驳斥所依据的理由或出发点。
- 1.33καὶ οὐδὲν ἔλαττον ἡ ἀπόδειξις ἔσχεν ἐπὶ ἑνὸς ἡμικυκλίου γενομένη
短语 οὐδὲν ἔλαττον ἔσχεν 是惯用表达,意为“丝毫未受损”或“效力未减”。分词 γενομένη 与主语 ἡ ἀπόδειξις 一致,带有让步或附带条件的色彩(“即使在单个半圆的情况下产生”)。
- 1.33εἰ δέ τις, φησὶν Ἀλέξανδρος, τὰ ἐναντία τὸ ἄνω καὶ κάτω ὁρίσας καὶ ἐπιζεύξας τὴν ΓΔ περιγράψει περὶ αὐτὴν ἡμικύκλιον νομίζων μὴ τῇ εὐθείᾳ λοιπὸν ὡρίσθαι τὸ ἄνω καὶ κάτω
这是引自亚历山大的假言论证的前提从句。从句的核心谓语动词是将来时直陈式的 περιγράψει,分词 ὁρίσας 与 ἐπιζεύξας 表先行动作,而 νομίζων 引导间接引语表明其主观误解。结论主句则由 πρῶτον μέν 和 ἔπειτα 承接分为两个层次。
