- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:146.17-147.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《天论》271a5中关于非半圆圆弧上的往返运动何以不能算作相反运动的论述,辛普利丘将“有限”解释为两点间直线的“唯一性”,并运用几何上圆弧的多样性与连环推论法(sorites)详细阐发了该论证。
" Ἔπειτα εἴ τις ὑπολαμβάνει τὸν αὐτὸν εἶναι λόγον." Εἰπόντος,1 ὅτι αἱ ἐπ’ εὐθείας κινήσεις ἐναντίαι εἰσὶν αἱ ἀπὸ τῶν ἐναντίων τόπων, πρόχειρον ὑπολαβεῖν, ὅτι καὶ ἐπὶ τῆς περιφερείας τῆς μείζονος ἢ ἐλάττονος ἡμικυκλίου αἱ ἀπὸ τῶν ἀντικειμένων ἐπὶ τὰ ἀντικείμενα φοραὶ ἐναντίαι εἰσίν, οἷον ἡ ἀπὸ τοῦ Α πρὸς τὸ Β φορὰ ἐναντία τῇ ἀπὸ τοῦ Β πρὸς τὸ Α. λέγει τοίνυν, ὅτι ἡ τοιαύτη λῆψις, κἂν ἐπὶ περιφερείας δοκῇ, ἀλλὰ κατά γε τὸ ἀληθὲς ὡς ἐπ’ εὐθείας εἴληπται, ἐὰν ὡς ἀπὸ ἐναντίου τόπου ἐπὶ ἐναντίον λαμβάνωνται. καὶ τὴν αἰτίαν θαυμασίως προσέθηκεν εἰπών αὕτη γὰρ πεπέρανται, περιφέρειαι δὲ ἄπειροι ἂν εἶεν περὶ τὰ αὐτὰ σημεῖα, τὸ μὲν πεπέρανται ἀντὶ τοῦ ‘μία ἐστὶν’ εἰπών· ἀπὸ γὰρ σημείου ἐπὶ σημεῖον ἀδύνατον πλείους μιᾶς εὐθείας ἐπιζεῦξαι· εὐθεῖα γάρ ἐστιν ἡ ἐλαχίστη τῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν, ἡ δὲ ἐλαχίστη μία. καὶ ὅτι τῷ ἀριθμῷ ἀλλ’ οὐ τῷ μεγέθει πεπερασμένην τὴν εὐθεῖαν εἶπεν, δηλοῖ τὸ καὶ τὰς περιφερείας ἀπείρους εἰπεῖν· καὶ γὰρ αὗται τῷ ἀριθμῷ ἄπειροι, ἀλλ’ οὐ τῷ μεγέθει· περιφερεῖς γὰρ ἀπείρους ἔστι περιγράψαι. εἰ γὰρ αἱ ἀπὸ τοῦ Α καὶ Β κινήσεις ἐναντίαι εἰσίν, αἱ δὲ ἐναντίαι κινήσεις ἀπὸ ἐναντίων τόπων εἰσίν, αἱ δὲ ἀπὸ τῶν ἐναντίων τόπων ἀπὸ τῶν πλεῖστον διεστηκότων εἰσίν, αἱ δὲ ἀπὸ τῶν πλεῖστον διεστηκότων ἀπὸ ὡρισμένην διάστασιν διεστηκότων εἰσίν· ἡ γὰρ πλείστη διάστασις ὥρισται· αἱ δὲ ἀπὸ ὡρισμένων διαστάσεων ἀπὸ τῶν εὐθεῖαν ἐχουσῶν μεταξύ· ἡ γὰρ ὁρίζουσα καὶ μετροῦσα τὰς διαστάσεις εὐθεῖά ἐστιν· αὕτη γὰρ ὥρισται μόνη, διότι μόνη ἐλαχίστη ἐστὶ τῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν· αἱ δὲ ἀπὸ τῶν διαστάσεων τῶν ὡς εὐθεῖαν ἐχουσῶν μεταξὺ γινόμεναι κινήσεις ὡς ἐπ’ εὐθείας γίνονται, αἱ ἄρα ἀπὸ τοῦ Α καὶ Β κινήσεις, εἰ ὡς ἐναντίαι λαμβάνοιντο, ὡς ἐπ’ εὐθείας λαμβάνονται. αἱ δὲ περιφέρειαι αἱ ἐπὶ τὰ αὐτὰ σημεῖα περιγραφόμεναι ἀόριστοί εἰσιν καὶ ἄπειροι· εἴπερ οὖν ἐναντίαι αἱ ἀπὸ ἐναντίων τόπων, ἡ ἀπὸ τοῦ Α ἐπὶ τῆς ἐλαχίστης περιφερείας οὐδὲν μᾶλλον τῇ ἀπὸ τοῦ Β ἐπὶ τῆς αὐτῆς ἐναντία ἔσται ἤπερ τῇ ἀπὸ τοῦ Β ἐπὶ τῆς μεγίστης· ὁμοίως γὰρ καὶ ἐπὶ τῆς μεγίστης τὸ Β ἐναντίον τῷ Α. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἀπείρων· οὐδὲ γὰρ οὐδὲ τὸ πλεῖστον οὐδὲ τὸ ὡρισμένον ἔστιν ἐπὶ τῶν περιφερειῶν λαβεῖν τῷ δύνασθαι πάσης τῆς περιγεγραμμένης περιφερείας καὶ μείζονα καὶ ἐλάττονα λαβεῖν.2 ἔτι δέ, εἰ ἡ ἀπὸ τοῦ Α φορὰ ἐναντία τῇ ἀπὸ τοῦ Β, ἔσται ἡ ἐπ’ εὐθείας φορὰ ἐναντία τῇ κύκλῳ, εἰ ἡ μὲν ἀπὸ τοῦ Α ἐπὶ τῆς εὐθείας τῆς μεταξὺ τῶν Α Β γίνοιτο, ἡ δὲ ἀπὸ τοῦ Β ἐπὶ περιφερείας.
“其次,如果有人认为同样的道理也适用……” 在他讲过从相反场所出发的直线运动彼此相反之后,人们很容易顺理成章地认为,即使在大于或小于半圆的圆周上,从对立点到对立点的位移也是彼此相反的,例如从Α到Β的位移与从Β到Α的位移相反。于是他说,这样一种假定,哪怕看似是在圆周上,但按事实真相而言其实是被当作在直线上来假定的,如果它们是被当作从相反场所走向相反场所的话。而且他令人赞叹地补充了其原因,说:“因为这一条是有限的,而在相同的各点周围圆周会有无数条”,他说“有限的”代替了“是唯一的”;因为从一点到另一点不可能连接多于一条的直线;因为直线是具有相同界限的线中最短的,而最短的线只有一条。并且,他所说的直线是数量上而非大小上有限的,这一点由他也称圆周为无数所表明;因为这些圆周也是数量上无数,而非大小上无限;因为画出无数条圆周是可能的。因为,如果从Α和Β出发的诸运动是相反的,而相反的运动是从相反场所出发的,从相反场所出发的是从相距最远的场所出发的,从相距最远的场所出发的是从以确定的间隔相离的场所出发的(因为最大的间隔是确定的),从确定的间隔出发的是从中间隔有一条直线的〔间隔〕出发的(因为确定和丈量间隔的乃是直线;因为唯独它是确定的,由于在具有相同界限的线中唯独它是最短的),而从如同中间隔有直线的间隔出发所产生的诸运动是作为在直线上而产生的,那么从Α和Β出发的运动如果被当作相反的,就是被当作在直线上而被假定的。然而在相同的点上描画的各圆周则是无定且无数的;如果从相反场所出发的运动确实是相反的,那么在最小圆周上从Α出发的运动,并不比它相反于在最大圆周上从Β出发的运动,而更多地相反于在同一圆周上从Β出发的运动;因为在最大圆周上,Β同样对立于Α。而同样的道理也适用于那无数条圆周;因为在圆周上既无法取得最大者也无法取得确定者,乃由于对每一条描画出来的圆周都能够取得更大者和更小者。此外,如果从Α出发的位移与从Β出发的位移相反,那么如果从Α出发的位移是在介于Α与Β之间的直线上发生,而从Β出发的位移是在圆周上,直线上的位移就将与圆周位移相反。
- 1.32Εἰπόντος
句首的阳性格分词 Εἰπόντος 是省略主语的独立属格,逻辑主语为亚里士多德,承接上一段结尾处所讨论的亚里士多德之观点(即沿直线的运动因来自相反场所而互为相反)。
- 1.32τῷ δύνασθαι πάσης τῆς περιγεγραμμένης περιφερείας καὶ μείζονα καὶ ἐλάττονα λαβεῖν
带定冠词的不定式与格 τῷ δύνασθαι 作原因状语(“因能够……”),说明前文“在圆周上既无法取得最大者也无法取得确定者”的根据。不定式 λαβεῖν 支配宾格宾语 καὶ μείζονα καὶ ἐλάττονα,而 πάσης τῆς περιγεγραμμένης περιφερείας 则为其比较属格。
