- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:145.10-146.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘遵循亚里士多德(270b32),陈述了通过划分证明圆周运动没有对立运动的整体论证框架,详述了第一条论证(即直线运动不与圆周运动相反)、对凹凸异议的消解,并探讨了亚历山大的解释。
" Ὅτι δὲ οὐκ ἔστι τῇ κύκλῳ φορᾷ ἐναντία ἄλλη φορά, πλεοναχόθεν ἄν τις λάβοι τὴν πίστιν." Διὰ πλειόνων ἐπιχειρημάτων δείκνυσιν, ὅτι τῇ κύκλῳ φορᾷ οὐκ ἔστιν ἐναντία ἄλλη φορά, ἐκ διαιρέσεως, οἶμαι, προάγων τὸν λόγον. ἐπειδὴ γὰρ ἁπλαῖ κινήσεις εἰσὶν ἥ τε κύκλῳ καὶ αἱ ἐπ’ εὐθείας δύο, εἰ ἔστι τῇ κύκλῳ κινήσει ἐναντία, ἀνάγκη ἢ τῶν ἐπ’ εὐθείας τινὰ εἶναι ἢ, εἰ μὴ τοῦτο, τὰς ἐπὶ περιφερείας,1 καὶ ἤτοι τὰς ἐπί τινος τμήματος ἑνὸς κύκλου ἐναντίας εἶναι ἢ μείζονος ἢ ἐλάττονος ἡμικυκλίου ἢ τὰς ἐπὶ ἡμικυκλίου ἑνὸς ἢ τὰς ἐπὶ δυοῖν ἡμικυκλίων ἑνὸς κύκλου ἢ τὰς ἐπὶ κύκλου ἑνός· εἰ δὲ μηδεμία τούτων ἐναντία ἐστίν, οὐδὲ ἔστιν ὅλως ἐναντία. τούτων δὲ τὸ πρῶτόν ἐστι τοιοῦτον· εἰ ἔστιν ἐναντία τις τῇ κύκλῳ κινήσει κίνησις, ἡ ἐπὶ τῆς εὐθείας μάλιστα ἂν εἴη· ἀλλὰ μὴν ἡ ἐπ’ εὐθείας κίνησις οὐκ ἔστιν ἐναντία τῇ κύκλῳ· οὐκ ἄρα ἔστι τις τῇ κύκλῳ κινήσει ἐναντία ἄλλη κίνησις. καὶ τὸ μὲν συνημμένον δείκνυσι δυνάμει οὕτως· εἰ τῇ περιφερεῖ γραμμῇ ἡ εὐθεῖα μάλιστα ἀντικεῖσθαι δοκεῖ ὡς ἄκλαστος πρὸς πανταχόθεν περικεκλασμένην, καὶ ἡ ἐπ’ εὐθείας κίνησις τῇ κύκλῳ κινήσει μάλιστα ἀντικεῖσθαι δόξει· ἀλλὰ μὴν τὸ ἡγούμενον· τὸ ἄρα λῆγον. πρὸς δὴ τὴν πρόσληψιν ταύτην ἔνστασίν τινα φερομένην διαλύει μεταξὺ τὴν λέγουσαν, ὅτι τὸ κοῖλον τὸ ἐν τῇ περιφερείᾳ ἀντίκειται τῷ κυρτῷ μάλιστα. λέγει οὖν, ὅτι τὸ κοῖλον καὶ τὸ κυρτὸν ταὐτὸν ὄντα τῷ ὑποκειμένῳ, σχέσει δὲ μόνῃ διαφέροντα, κἄν ἀλλήλοις ἀντίκειται κατὰ τὴν σχέσιν, ἀλλ’ ὅταν συνδυασθῶσι καὶ συντεθῶσιν εἰς μίαν τὴν περιφέρειαν, τότε πρὸς τὴν εὐθεῖαν ἀντίκεινται· ἡ δὲ τῶν κινήσεων διαφορὰ οὐ κατὰ τὰς σχέσεις γίνεται· ὥστε τὸ ἐξ ἀρχῆς ἀληθές, ὅτι ἡ περιφέρεια πρὸς τὴν εὐθεῖαν ἀντίκειται, καὶ τὸ συνημμένον τὸ πρότερον ἀληθὲς τό, εἰ ἔστιν ἐναντία τις τῇ κύκλῳ κίνησις, τὴν ἐπ’ εὐθείας μάλιστα ἐναντίαν εἶναι. ὅτι δὲ καὶ ἡ πρόσληψις ἀληθὴς τοῦ ἐξ ἀρχῆς συλλογισμοῦ ἡ λέγουσα· ἀλλὰ μὴν ἡ ἐπ’ εὐθείας κίνησις οὐκ ἔστιν ἐναντία τῇ κύκλῳ· δείκνυσιν ἐκ τοῦ τὰς ἐπ’ εὐθείας ἀλλήλαις ἠναντιῶσθαι τὴν ἐπὶ τὸ ἄνω τῇ ἐπὶ τὸ κάτω. τὸ γὰρ ἄνω καὶ κάτω τόπων εἰσὶν ἐναντιώσεις, αἱ δὲ φοραὶ ἀπὸ τῶν τόπων μάλιστα τὴν ἐναντίωσιν ἔχουσιν· ἐναντίαι γὰρ φοραὶ αἱ ἀπὸ τῶν ἐναντίων τόπων εἰς τοὺς ἐναντίους γινόμεναι. εἰ οὖν αἱ ἐπ’ εὐθείας ἀλλήλαις εἰσὶν ἐναντίαι καὶ ἓν ἑνὶ ἐναντίον,2 ὅπερ νῦν ὡς σαφὲς παρῆκε διὰ τὸ πολλάκις εἰρῆσθαι, καὶ δύο εἰσὶν αἱ ἐπ’ εὐθείας καὶ οὐ πλείους, διὸ καὶ προεξέθετο τὰς τῶν ἁπλῶν κινήσεων διαφοράς, οὐκ ἂν τῇ κύκλῳ ἐναντία εἴη ἡ ἐπ’ εὐθείας. ἐπιστῆσαι δὲ χρή, εἰ, ὥς φησιν Ἀλέξανδρος, ἀπὸ τοῦ μᾶλλον καὶ ἧττόν ἐστιν αὕτη ἡ ἐπιχείρησις, διότι, ὡς οἶμαι, τῷ μὲν μᾶλλον ἀντίκειται τὸ ἧττον, τῷ δὲ μάλιστα οὐκ ἀντίκειται, εἰ μὴ ἄρα ἀντὶ τοῦ μᾶλλον εἴληπται νῦν τὸ μάλιστα, ἢ καὶ ἡ ἀπὸ τοῦ μάλιστα καὶ τοῦ ἀντικειμένου αὐτῷ οὐδαμῶς ἀπόδειξις3 ἀπὸ τοῦ γένους τοῦ μᾶλλον καὶ ἧττόν ἐστιν.
“至于在圆周位移之外没有其他与之对立的位移,人们可以从多方面获得确信。” 他通过多条论证表明在圆周位移之外没有其他与之对立的位移,据我认为,他是通过划分来推进论述的。因为既然简单运动是圆周运动和沿直线的两种运动,那么如果对于圆周运动有某种对立运动,它必然或者是沿直线运动中的某一种,或者若非如此,则是圆周上的运动;并且或者是单一圆的某个线段(无论是大于半圆还是小于半圆的线段)上的运动互为对立,或者是单一半圆上的运动互为对立,或者是单一圆的两个半圆上的运动互为对立,或者是单一圆整体上的运动互为对立;而如果这些运动中没有一种是对立的,也就根本没有任何对立运动。在这些论证中,第一条是这样的:如果对于圆周运动有某种相反的运动,沿直线的运动最当如此;然而沿直线的运动与圆周运动并不相反;因此没有任何其他运动与圆周运动相反。至于假言命题,他潜在地作了如下证明:如果直线看起来作为毫无弯折的线最对立于从各个方向折曲的弯曲之线,那么沿直线的运动也将看起来最对立于圆周运动;然而前件成立;因此后件成立。于是,对于这一小前提,他顺便消解了有人提出的一条异议,即声称圆周中的凹最对立于凸。因此他说,凹与凸在基底上是同一的,仅仅在关系上有所不同,即便它们依据关系而相互对立,但当它们被结合并合成单一的圆周时,它们在那时才对立于直线;而运动的差异并不是依据关系产生的。所以最初的主张是真实的,即圆周对立于直线;且先前的假言命题也是真实的,即如果对于圆周运动有某种对立运动,沿直线的运动最是对立的。至于最初三段论的小前提,即声称“然而沿直线的运动与圆周运动并不相反”也是真实的,他是从沿直线的诸运动彼此相反(即向上运动与向下运动相反)这一点来证明的。因为上与下是场所的对立,而位移主要正是从场所获得其对立的;因为从相反场所走向相反场所的位移才是相反的位移。因此,如果沿直线的运动彼此相反,且一物只与一物相反(由于这一法则已被屡次阐明,他如今将其作为显然之事略过不提),而且沿直线的运动唯独有两种而不再更多(为此他也预先陈述了简单运动的诸种差异),那么沿直线的运动就不会与圆周运动相反。然而必须注意:这一论证是否真如亚历山大所说是出自“更多与更少”;因为据我认为,“更少”对立于“更多”,而不对立于“最”,除非如今“最”被用来代替“更多”,或者从“最”及其对立者“绝非”出发的证明也属于“更多与更少”这一属范畴。
- 1.31ἀνάγκη ἢ τῶν ἐπ’ εὐθείας τινὰ εἶναι ἢ, εἰ μὴ τοῦτο, τὰς ἐπὶ περιφερείας
在非人称表达式 ἀνάγκη [ἐστί] 所统辖的“宾格加不定式”结构中,前半项为单数(τινὰ [κίνησιν] εἶναι),而后半项转换为复数宾格(τὰς ἐπὶ περιφερείας [κινήσεις εἶναι])。这是因为紧随其后的句子将圆周上的对立细分为多种运动对(诸如线段、半圆上的复数运动),故在此预先使用了复数。
- 1.31καὶ ἓν ἑνὶ ἐναντίον
并列在条件从句 εἰ οὖν ... 中的名词性谓语小句,省略了系动词 ἐστί。这是对亚里士多德逻辑学中“一物仅与一物相对立”这一根本公理的简略表达。
- 1.31ἀπὸ τοῦ μάλιστα καὶ τοῦ ἀντικειμένου αὐτῷ οὐδαμῶς ἀπόδειξις
在修饰名词 ἀπόδειξις 的介词短语 ἀπὸ ... 内部,定冠词 τοῦ 将副词 οὐδαμῶς(“绝非/完全不”)名词化,并将其作为 μάλιστα(“最”)的对立项(τοῦ ἀντικειμένου αὐτῷ)来构造。
