- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:144.5-145.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘总结了亚里士多德在《天论》270b26关于天体不灭性及圆周运动无对立者的在先论证,进而解释了为何简单运动有三种而简单物体有五种,并说明了借此确立简单物体不可增多的理据。
" Φανερὸν δὲ ἐκ τῶν εἰρημένων, καὶ διότι τὸν ἀριθμὸν ἀδύνατον εἶναι πλείω τὸν τῶν λεγομένων σωμάτων ἁπλῶν." Δείξας, ὅτι ἀγένητος καὶ ἄφθαρτός ἐστιν ὁ οὐρανός, καὶ ἐκ τούτου, ὅτι καὶ ἀναυξὴς καὶ ἀμείωτος καὶ ἀναλλοίωτος, καὶ προσχρησάμενος ἐν τῇ δείξει δυσὶν προτάσεσιν τῇ τε λεγούσῃ, ὅτι τὸ γινόμενον ἐξ ἐναντίου γίνεται, ἧς τὴν ἀπόδειξιν ἀνέπεμψεν εἰς τὰ πρῶτα τῆς Φυσικῆς ἀκροάσεως, καὶ ἑτέρᾳ, ὅτι τῷ κυκλοφορητικῷ σώματι οὐκ ἔστι τι ἐναντίον,1 καὶ τοῦτο δείξας ἐκ τοῦ, εἰ τῷ κυκλοφορητικῷ σώματι ἔστι τι ἐναντίον, καὶ τῇ κυκλοφορίᾳ εἶναι πάντως ἐναντίαν φοράν, καὶ τὸ συνημμένον τοῦτο παραμυθησάμενος διὰ τοῦ “τῶν δὲ ἐναντίων καὶ αἱ φοραὶ ἐναντίαι” ἔχει διὰ τῆς ἀντιστροφῆς, ὅτι, εἰ μὴ ἔστι τῇ κύκλῳ ἄλλη ἐναντία φορά, οὐδὲ τῷ κυκλοφορητικῷ σώματι ἔστι τι ἐναντίον· ὥστε τὴν πᾶσαν ἀπόδειξιν ἠρτῆσθαι λοιπὸν τοῦ τῇ κύκλῳ φορᾷ μὴ εἶναι ἐναντίαν ἄλλην φοράν.2 ταύτην οὖν ἀποδεῖξαι βουλόμενος τὴν πρότασιν ὑπομιμνήσκει πάλιν τῶν τε ἁπλῶν σωμάτων καὶ τῶν ἁπλῶν κινήσεων· ἔδει γὰρ ταύτας ὑπ’ ὄψιν προθεῖναι, διότι ἁπλῆ οὖσα ἡ κύκλῳ κίνησις, εἴπερ εἶχέ τινα κίνησιν ἐναντίαν, μίαν 〈ἄν〉 τινα τῶν ἁπλῶν εἶχεν· τῶν δὲ ἁπλῶν σωμάτων ὑπέμνησε, διότι, εἴπερ εἶχέ τι ἐναντίον τὸ κυκλοφορητικὸν σῶμα ἁπλοῦν ὄν, τούτων ἄν τι τῶν ἁπλῶν εἶχεν. ἔστιν δὲ καὶ ἀλλήλων ταῦτα κατασκευαστικά· εἰ γὰρ ἁπλᾶ σώματά ἐστι τὰ τὰς ἁπλᾶς κινήσεις κινούμενα, εἰ ταῦτα μόνα τὰ πέντε ἐστὶν ἁπλᾶ, καὶ αἱ κινήσεις αἱ τρεῖς αὗται μόναι ἁπλαῖ κινήσεις, καὶ ταῦτα μόνα ἁπλᾶ σώματα τὰ πέντε τριῶν οὐσῶν τῶν κινήσεων τῆς τε κύκλῳ καὶ τῆς ἄνω καὶ τῆς κάτω.3 ἵνα οὖν μὴ ἐν ἀορίστοις ζητῶμεν τὴν ἐναντίωσιν τοῦ τε κυκλοφορητικοῦ σώματος καὶ τῆς κύκλῳ κινήσεως, ἀλλ’ ἐν ὡρισμένοις τοῖς ἁπλοῖς, διὰ τοῦτο ταῦτα πάλιν προστέθεικεν. αἴτιον δὲ τοῦ τὰς μὲν ἁπλᾶς κινήσεις τρεῖς εἶναι, τὰ δὲ ἁπλᾶ σώματα πέντε, ὅτι ἐπὶ μὲν τῶν ἐπ’ εὐθείας κινουμένων ἔστι τι τὸ μὲν ἁπλῶς βαρύ, τὸ δὲ ἁπλῶς κοῦφον, ἐναντία ἀλλήλοις, ἔστι δὲ καὶ δύο μέσα ἀμφοτέρων μὲν μετέχοντα, ἀλλ’ ἑκάτερον μᾶλλον θατέρου. ταῦτα τοίνυν κινεῖται μὲν τὴν αὐτὴν κίνησιν ἐκείνοις, ὧν μᾶλλον μετέχει· κινεῖται γὰρ κατὰ τὸ ἐπικρατοῦν· ἀλλ’ οὐχ ὁμοίως ἐκείνοις· γῆ μὲν γὰρ μέχρι τοῦ κέντρου καὶ πῦρ ἕως οὐρανοῦ, τὰ δὲ μέσα μέχρι τῶν ἄκρων στοιχείων, διότι οὔτε κοῦφος ἄκρως ὁ ἀὴρ οὐδὲ βαρὺ ἄκρως τὸ ὕδωρ, ὥστε δυνατὸν ἦν καὶ τὰς κινήσεις εἰς πέντε διελεῖν. ἐὰν δὲ δειχθῇ, ὅτι τῇ κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία, εἰκότως ἡ κύκλῳ κίνησις ἀδιαίρετος ἔμεινεν· οὐ γὰρ ἔστι τι ἧττον κυκλοφορητικόν, ὡς ἧττον κοῦφον καὶ ἧττον βαρύ· τὸ γὰρ ἧττον τούτοις διὰ τὴν τοῦ ἐναντίου μίξιν συνέβη.
“从已述诸事也可以清楚看出,所谓的简单物体的数目不可能更多。” 在证明了天是未生成且不灭的,并由此证明了它既不增长也不减少也不变质之后,[亚里士多德]在证明中还额外使用了两个前提:一个指出生成之物是从对立者生成的(对于该前提的证明,他指示参照《物理学》的开篇诸卷);另一个指出对于作圆周运动的物体而言没有任何对立者。并且,他从“如果对于作圆周运动的物体有某种对立者,则对于圆周运动也全然有某种对立的位移”出发证明了后者,又通过“对立者的位移也是对立的”这一说法确证了该假言命题之后,便通过逆否定理得出:如果对于圆周运动没有其他对立的位移,则对于作圆周运动的物体而言也就没有任何对立者;从而整个证明最终取决于圆周位移没有其他相反的位移。因此,他想要证明这一前提,就再次使人想起简单物体与简单运动;因为既然圆周运动是简单的,若它真有某种对立运动,也必然是简单运动中的某一种,所以必须将这些运动呈现在眼前;而他使人想起简单物体,是因为作圆周运动的物体既然是简单的,若它真有某种对立者,也必然是这些简单物体中的某一种。而且这些事物也是互为根据的;因为如果作简单运动的是简单物体,且若唯独这五者是简单的,则唯独这三种运动是简单运动,而在运动共有三者(即圆周、向上与向下)的情况下,也就唯独这五者是简单物体。因此,为了使我们不在无限定之物中、而是在已被限定的简单事物中探求作圆周运动的物体与圆周运动的对立,为此他再次补充了这些。简单运动有三种而简单物体却有五种的原因在于:在沿直线运动的事物中,有一者是绝对重的,另一者是绝对轻的,二者相互对立,但也有两个中间者同时分有两者,只是各自更多地分有其中之一。因此,这些[中间者]所作的运动,与它们分有更多的那些事物相同(因为它们是依据主导者运动的);然而并不与那些事物以同样的方式运动。因为土运动直达中心,火运动直达天,但中间者仅运动直达极端的元素,因为空气并非极端轻,水亦非极端重,从而原本也是可以将运动划分为五种的。然而,如果证明了圆周运动没有对立运动,圆周运动自然就保持不被划分;因为并不存在某种较少作圆周运动之物,如同存在较少轻和较少重之物那样;因为“较少”出现在这些事物中,是由于对立者的混合所致。
- 1.30Δείξας, ὅτι ἀγένητος καὶ ἄφθαρτός ἐστιν ὁ οὐρανός, καὶ ἐκ τούτου, ὅτι καὶ ἀναυξὴς καὶ ἀμείωτος καὶ ἀναλλοίωτος, καὶ προσχρησάμενος ἐν τῇ δείξει δυσὶν προτάσεσιν τῇ τε λεγούσῃ, ὅτι τὸ γινόμενον ἐξ ἐναντίου γίνεται, ἧς τὴν ἀπόδειξιν ἀνέπεμψεν εἰς τὰ πρῶτα τῆς Φυσικῆς ἀκροάσεως, καὶ ἑτέρᾳ, ὅτι τῷ κυκλοφορητικῷ σώματι οὐκ ἔστι τι ἐναντίον, καὶ τοῦτο δείξας ἐκ τοῦ, εἰ τῷ κυκλοφορητικῷ σώματι ἔστι τι ἐναντίον, καὶ τῇ κυκλοφορίᾳ εἶναι πάντως ἐναντίαν φοράν, καὶ τὸ συνημμένον τοῦτο παραμυθησάμενος διὰ τοῦ “τῶν δὲ ἐναντίων καὶ αἱ φοραὶ ἐναντίαι” ἔχει διὰ τῆς ἀντιστροφῆς, ὅτι, εἰ μὴ ἔστι τῇ κύκλῳ ἄλλη ἐναντία φορά, οὐδὲ τῷ κυκλοφορητικῷ σώματι ἔστι τι ἐναντίον·
统领句首一系列连续分词从句(Δείξας, προσχρησάμενος, δείξας, παραμυθησάμενος)的长句主动词为 ἔχει,主语为承前省略的亚里士多德。ἔχει 在此表示“(通过逆否定理)得出/保有……”,后接的 ὅτι 引导的从句为其直接宾语。
- 1.30ἠρτῆσθαι λοιπὸν τοῦ τῇ κύκλῳ φορᾷ μὴ εἶναι ἐναντίαν ἄλλην φοράν
动词 ἀρτάω 的被动完成时不定式 ἠρτῆσθαι 与表示依附对象的属格短语 τοῦ ... μὴ εἶναι(中性单数属格冠词加不定式)构成搭配,整句意为“全部证明最终取决于圆周位移没有其他相反的位移”。
- 1.30ἔστιν δὲ καὶ ἀλλήλων ταῦτα κατασκευαστικά· εἰ γὰρ ἁπλᾶ σώματά ἐστι τὰ τὰς ἁπλᾶς κινήσεις κινούμενα, εἰ ταῦτα μόνα τὰ πέντε ἐστὶν ἁπλᾶ, καὶ αἱ κινήσεις αἱ τρεῖς αὗται μόναι ἁπλαῖ κινήσεις, καὶ ταῦτα μόνα ἁπλᾶ σώματα τὰ πέντε τριῶν οὐσῶν τῶν κινήσεων τῆς τε κύκλῳ καὶ τῆς ἄνω καὶ τῆς κάτω.
此句解释两者互为根据(ἀλλήλων ... κατασκευαστικά)。以总前提“作简单运动者为简单物体”为依托,并置了双向条件:若仅这五者为简单物体,则仅这三种运动为简单运动;反之,若运动为三种(圆周、向上、向下,由独立属格 τριῶν οὐσῶν τῶν κινήσεων 表达条件),则仅这五者为简单物体。
