← 辛普里丘

亚里士多德《论天》注释

§142.10-144.4

天的永恒性与柏拉图及亚里士多德的一致

辛普利丘引述并反驳了菲洛庞努斯试图以高山和长寿生物为类比来相对化天的永恒性的论点,强调亚里士多德与柏拉图关于天体永恒及神圣保全学说的内在一致性,并准备过渡至下一个词句的注解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.29#14

καὶ γὰρ τῶν ζῴων, φησίν, ἄλλα ἐστὶν ἄλλων μακροβιώτερα, καὶ μόρια τῆς γῆς, οἷον ὄρη, καὶ λίθοι, ὡς οἱ ἀδάμαντες, σχεδὸν τῷ παντὶ χρόνῳ συμπαρατείνονται, καὶ οὐκ ἔστι μνήμη, φησί, τοῦ τὸν Ὄλυμπον τὸ ὄρος ἢ ἀρχὴν τοῦ εἶναι λαβεῖν ἢ αὔξησιν ἢ μείωσιν· καὶ ἐν τοῖς θνητοῖς δὲ ζῴοις, ἕως ἂν σῴζεσθαι δέῃ, ἀνάγκη τὰ κυριώτατα τῶν μερῶν αὐτῶν διαμένειν ἐπὶ τῆς οἰκείας φύσεως, ὥστε καὶ ἕως ἂν ὁ Θεὸς τὸν κόσμον εἶναι βούλεται, ἀνάγκη τὰ κυριώτατα αὐτοῦ τῶν μερῶν διασῴζεσθαι. ὁ δὲ οὐρανός, φησί, καὶ καθ’ ὅλον αὐτὸν καὶ κατὰ μέρη τὸ κυριώτατόν τε καὶ συνεκτικώτατον εἶναι τῶν τοῦ κόσμου μερῶν ὡμολόγηται· τῇ γὰρ τούτου κινήσει φυσικῶς τὰ ἐντὸς ἰθύνεται πάντα σώματα· οὐκοῦν ἀνάγκη, ἕως ἂν τὸν κόσμον σῴζεσθαι δέῃ, κατὰ μηδὲν τὸν οὐρανὸν τῆς οἰκείας ἐξίστασθαι φύσεως μήτε καθ’ ὅλον μήτε κατὰ μέρη. εἰ δὲ καλῶς, φησί, τῷ Ἀριστοτέλει δέδεικται, ὅτι πᾶν σῶμα πεπερασμένης ἐστὶ δυνάμεως, σῶμα δὲ καὶ ὁ οὐρανός, δῆλον, ὅτι καὶ φθορᾶς ἐστι δεκτικὸς τὸν τῆς φθορᾶς ἔχων λόγον, κἂν μηδὲν τέως τῶν εἰς φθορὰν ἀγόντων πάσχων φαίνηται.” ταῦτα μακρότερα παρεθέμην ἐν ἑαυτοῖς ἔχοντα τὸν ἔλεγχον ὡς οἱ τὸν ἄτοπον Εὐρυκλέα περιφέροντες κατὰ τὴν παροιμίαν·1 ἵνα γὰρ συντόμως εἴπω πρὸς ἅπαντα, τί τῶν γινομένων καὶ φθειρομένων οὐχὶ καὶ ἀρχὴν ἔχει καὶ ἀκμὴν καὶ παρακμὴν τῆς οἰκείας ὑποστάσεως καὶ δυνάμεως; καὶ γὰρ αἱ κορῶναι καὶ οἱ κόρακες καὶ ὁ Ὄλυμπος τὸ ὄρος καθ’ ἡμέραν μὲν καὶ καθ’ ὥραν μεταβολὴν ἔχουσί τινα, ἐν δὲ χρόνῳ τινὶ καὶ αἰσθητὴν ταύτην· πάντως γὰρ ἀπορρήγνυνται μέρη τοῦ Ὀλύμπου τινὰ καὶ μετασχηματίζεται, καὶ ἀκμάζει τὰ ζῷα καὶ παρακμάζει καὶ τὰ ἐν αὐτοῖς κυριώτερα μόρια· μίαν γοῦν ὥραν ἐν ταὐτότητι τελέως μένον τι διὰ τί μὴ καὶ τὴν ἑξῆς καὶ τὴν μετ’ ἐκείνην καὶ τὸν ἄπειρον χρόνον;2 εἰ οὖν ὁ οὐρανός, ἀφ’ οὗ μνήμη τίς ἐστι περὶ αὐτοῦ διαδοθεῖσα, καὶ πρὸς τοῖς τέλεσιν ὤν, ὥς φασιν, ἤδη τῶν τῆς οἰκείας ὑποστάσεως ἡμερῶν οὐδὲν φαίνεται παραλλάξας οὔτε κατ’ οὐσίαν οὔτε κατὰ μέγεθος οὔτε κατὰ ἀριθμὸν τῶν συμπληρούντων αὐτὸν μορίων, τὸ δὲ θαυμαστόν, ὅτι οὐδὲ κατὰ τὴν τῆς κινήσεως ταχύτητα, πῶς δυνατὸν ἀκμάζοντα κατὰ τὸν ἴδιον αὐτοῦ τῆς φύσεως λόγον, ὡς φησιν οὗτος, καὶ οὐδὲ κατὰ βίαν φθαρῆναι; δῆλον δέ, ὅτι, εἰ τῇ τοῦ οὐρανοῦ κινήσει φυσικῶς τὰ ἐντὸς ἰθύνεται πάντα σώματα, ὡς οὗτός φησι, τῆς κινήσεως ἀεὶ τὴν οἰκείαν ἐχούσης τελειότητα καὶ τὰ ὑπ’ αὐτῆς ἰθυνόμενα μένει μηδὲν πρὸς τὸ χεῖρον ὑποφερόμενα. εἰ δὲ τὸ πεπερασμένον σῶμα πεπερασμένην ἔχειν δύναμιν τῇ ἑαυτοῦ φύσει ὁ Ἀριστοτέλης ἀπέδειξε, καὶ οὐκ Ἀριστοτέλης μόνος, ἀλλὰ καὶ πρὸ τοῦ Ἀριστοτέλους ὁ Πλάτων, ἐπειδὴ πρὸς τούτῳ καὶ ἀΐδιον εἶναι τὴν κυκλοφορίαν Ἀριστοτέλης ἀπέδειξε καὶ ἀγένητον καὶ ἄφθαρτον τὸν οὐρανόν, καὶ Πλάτων δὲ ἄλυτα τὰ οὐράνια διὰ τὴν τοῦ θεοῦ βούλησιν εἶναί φησι, πόσῳ κάλλιον ἦν τούτῳ τὴν φιλόνεικον κενοδοξίαν ἀποθεμένῳ ζητεῖν, πῶς ἀνδρῶν σοφῶν λόγοι διαφωνεῖν δοκοῦντες τοῖς ἀταλαιπώρως ἀκούουσιν αὐτοὶ τὴν ἑαυτῶν συμφωνίαν τοῖς προσεκτικωτέροις ἐπιδεικνύουσιν; καὶ γὰρ ἑκάτερος τῶν φιλοσόφων ἀχώριστον οὖσαν τὴν σωματικὴν τοῦ οὐρανοῦ φύσιν τῆς ἀκινήτου καὶ αἰωνίου δημιουργικῆς ἀγαθότητος ἐχώρισε τῷ λόγῳ βουλόμενος ἰδεῖν τὴν ἑκατέρου καθ’ αὑτὸ δύναμιν· ὅπερ ὁ Πλάτων ἐν Πολιτικῷ σαφέστερον πεποίηκεν ἀποστήσας τῷ λόγῳ τῆς φυσικῆς ὑποστάσεως τοῦ κόσμου τὴν τοῦ δημιουργοῦ προνοητικὴν ἀγαθότητα. δῆλον δέ, ὅτι, κἂν ἐπισκευαστὴν ἔχῃ τὴν ἀθανασίαν ὁ οὐρανός,3 ἀλλὰ τῷ προσεχῶς ὑπὸ ἀκινήτου καὶ αἰωνίου παρῆχθαι δημιουργοῦ συγγενὴς ὢν ἐκείνῳ κατ’ οὐσίαν ἐστὶν ἐπιτήδειος πρὸς τὴν ἀνέκλειπτον μέθεξιν τῆς χορηγουμένης ὑπ’ αὐτοῦ ἀγαθότητος καὶ πρὸς τὸ συμφυῶς τὸν ἅπαντα χρόνον τῆς δημιουργικῆς ἐξηρτῆσθαι δυνάμεως, ὡς μήτε τὸν δημιουργὸν ἀτελῆ τότε τὴν ἑαυτοῦ ἔχειν δύναμιν καὶ τὴν ἀγαθότητα πρόσκαιρον μήτε τὸ δημιούργημα δι’ ἀνεπιτηδειότητα πρὸς τὸ μὴ ὂν ὑποφέρεσθαι. ἀναγκαῖον δὲ ἐν τούτοις τῶν παρὰ τῷ Πλάτωνι τοῦ δημιουργοῦ λόγων πρὸς τοὺς οὐρανίους ῥηθέντων ὑπομνησθῆναι, ἵνα μὴ δὶς τὰ αὐτὰ γράφων μηκύνω. ἐπειδὴ δὲ ταῖς Ἀριστοτέλους παρακολουθοῦντι ῥήσεσιν ἔδοξέ μοι τὰς πρὸς αὐτὰς ἀντιλογίας διαλύειν, καὶ μέχρι τοῦδε προῆλθον αἱ πρὸς τὰς ἐκτεθείσας ἤδη ῥήσεις ἐνστάσεις τε καὶ διαλύσεις, φέρε, πάλιν τὰς συνεχεῖς ταῖς προειρημέναις ῥήσεσιν ἐκθέμενοι σαφηνίζωμεν.

“因为在动物中,”他说,“确实有一些比另一些更为长寿,而大地的部分,如群山,以及石类,如金刚石,几乎与全部时间共同延伸;并且没有任何记忆,”他说,“表明奥林匹斯山曾获得存在的开端,或曾有增减;而且在必死的动物中,只要它们需要得以保全,其最主要的部位就必然维持在固有的本性上,因此只要神意欲宇宙存在,宇宙中最主要的部位就必然得以完全保全。然而天,”他说,“无论就其自身全体而言还是就部分而言,公认是宇宙各部分中最主要且最具维系力的;因为因着天的运动,内部的所有物体才自然而然地被引导;因此,只要宇宙需要被保全,天就必然在任何方面都不脱离其固有的本性,无论就全体还是就部分而言皆是如此。但是,”他说,“如果亚里士多德已经很好地证明了凡物体皆具有有限的能力,而天亦是一个物体,那么显而易见,天亦是能够接受消灭的,具有消灭的根据,即便它暂时未显出遭受任何导致消灭的事情。” 我较为详尽地引述了这些话,它们如同谚语中所说的那类抬出怪异的欧律克勒斯的人一样,本身内部就包含了对自身的反驳。因为若对这一切简要而言:在生成和消灭的事物中,有何者不具有其固有存立和能力的开端、鼎盛与衰退呢?因为渡鸦、乌鸦以及奥林匹斯山每日每刻都在发生某种变化,而在一定的时间内这种变化亦成为可感的;因为奥林匹斯山的一部分断然会崩落并改变形状,而动物以及它们之中最主要的部分亦会经历鼎盛与衰落。至少,若有一物在一个时刻完全保持在同一性中,为何在接下来的时刻、其后的时刻以及无限的时间中不也如此呢?因此,天自从有关它的任何记忆流传下来以来,即使如人们所言,它已处于其固有存立的日子的末期,但在实质上、大小上、或是充实它的组成部分的数量上,皆未显出发生过任何变易,而令人惊叹的是,甚至在其运动的速度上亦未曾改变,那么,正如这人所说依据其本性的固有规定正处于全盛期的天,又怎有可能被消灭呢,甚至因暴力而被消灭也不可能?显而易见,如果正如这人所说,因着天的运动,内部的所有物体才自然而然地被引导,那么既然该运动始终具有其固有的完满性,由其引导的事物亦将保持不坠,绝不向更劣的状态沉沦。 然而,即使亚里士多德证明了有限的物体依其自身本性具有有限的能力——且不仅是亚里士多德,在亚里士多德之前的柏拉图亦证明了这一点——但是鉴于亚里士多德在此之外还证明了圆周运动是永恒的,天是不生不灭的,而柏拉图亦说天体因着神的意欲是不可解体的,那么这人若抛弃好辩的虚荣,去探究智者的言论在漫不经心的听者看来虽显出分歧,却如何向更专注的人展示它们自身的调和,岂不更加美好?因为虽然天的物体本性与创造者不动且永恒的良善不可分割,两位哲学家却在论理中将其分离,意图考察每一者就其自身的本领;柏拉图在《政治家》中通过在论理中将创造者眷顾的良善与宇宙的自然存立分开,更为明晰地做到了这一点。很显然,纵然天具有后天修补的不可毁灭性,但由于它直接由不动且永恒的创造者产生,在实质上与彼者同族,因而适宜于不断地分有由彼所赐予的良善,且适宜于在全部时间中与创造者的能力自然相连,以致于彼时创造者既不具有不完全的能力和暂时的良善,受造物亦不至因不相适而向非存在沉沦。在这些事情中,必然要忆及柏拉图著作中创造者对天体所说的话,以免我重复书写而使篇幅冗长。 既然我遵从亚里士多德的词句而化解针对它们的异议显得是适宜的,且针对已经阐明之词句的反驳与化解已进行至此,那么来吧,让我们再次列出与前述词句相接续的部分并加以阐明。

语法注3 条
  1. 1.29ὡς οἱ τὸν ἄτοπον Εὐρυκλέα περιφέροντες κατὰ τὴν παροιμίαν

    指向古希腊腹语术士兼预言家欧律克勒斯的谚语表达。喻指如同腹中自发其声者一样,“在其自身内部携带着反驳的证据”,意即菲洛庞努斯的引文自含破绽与自相矛盾。

  2. 1.29μίαν γοῦν ὥραν ἐν ταὐτότητι τελέως μένον τι διὰ τί μὴ καὶ τὴν ἑξῆς καὶ τὴν μετ’ ἐκείνην καὶ τὸν ἄπειρον χρόνον;

    带有条件分词和主要谓语省略的反问句结构。分词短语 μένον τι 充当条件(“若某一事物……保持不变”),而疑问句 διὰ τί μή 后省略了谓语动词(如 μένει)。句法结构紧凑地表达出:只要某一事物能完全保持同一性达一时之久,便没有任何理由它不能在随后的乃至无限的时间中同样保持下去。

  3. 1.29κἂν ἐπισκευαστὴν ἔχῃ τὴν ἀθανασίαν ὁ οὐρανός

    带有宾语补足语的述谓性宾格结构。ἐπισκευαστήν 处于述谓位置,修饰宾格名词 τὴν ἀθανασίαν,意为“即使天具有[由外部]修补增饰而来的不可毁灭性”。此处指涉《蒂迈欧篇》中由创世主的意愿使宇宙后天获得解体不能性的学说。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:142.10-144.4