← 辛普里丘

亚里士多德《论天》注释

§140.9-142.10

论宇宙生成与天体神性并驳菲洛庞努斯

辛普利丘论证亚里士多德并未误解柏拉图和恩培多克勒关于宇宙生成与循环的真意,并驳斥了菲洛庞努斯对天之神圣性与不变性的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.29#13

ἆρα οὖν ἠγνόησεν Ἀριστοτέλης, ὅτι γενητὸν τὸν κόσμον οὐκ ἀπὸ μέρους χρόνου τινὸς ὁ Πλάτων εἶπεν, ὅς γε μετ’ οὐρανοῦ γεγονέναι τὸν χρόνον φησὶ καὶ σαφῶς τὴν αἰτίαν προσέθηκε, δι’ ἣν γεγονέναι φησὶν αὐτόν; οὐ γὰρ ὅτι πρὸ τοσῶνδε ἐτῶν εἰς τὸ εἶναι παρῆλθεν, ἀλλ’ ὅτι ὁρατὸς ἁπτός τέ ἐστι καὶ σῶμα ἔχων, ὅπερ τὸ μηδὲν αὐθυπόστατον ἔχειν ἐνδείκνυται, ἀλλ’ ἑτέρωθεν μόνον τὴν ὑπόστασιν ἔχον εἰκότως γενητὸν λέγεσθαι·1 τὸ μὲν γὰρ αὐθυπόστατον ἀμέριστον εἶναι χρὴ καὶ ὅλον ὅλῳ ἑαυτῷ ἐφαρμόττειν, τὸ δὲ σῶμα διέστηκε καὶ μεμέρισται καὶ διὰ τοῦτο παρ’ ἄλλου μόνως ἔχον τὸ εἶναι γενητὸν λέγεται, οὐ κατὰ τὸ Ἀριστοτέλους τῆς γενέσεως σημαινόμενον τὸ μεταβολὴν ἐξ ἄλλου εἰς ἄλλο δηλοῦν. καὶ ὅτι ἄλλο τοῦτο τῆς γενέσεως σημαινόμενον, κἂν τοῖς Πλάτωνος οὗτος οὐκ ἦν ἱκανὸς παρακολουθεῖν, ἀλλὰ κἂν τοῖς Ἀριστοτέλους, οἷς παρέθετο, παρακολουθεῖν ἔδει2 κατὰ τὸν Πλάτωνα λέγοντος τὸν οὐρανὸν γενέσθαι μέν, οὐ μὴν ἀλλ’ ἔσεσθαί γε τὸν ἀεὶ χρόνον. τίς γὰρ ἀκούσας ταῦτα τοῦ Ἀριστοτέλους λέγοντος ὑπενόησεν ἂν αὐτὸν νομίζειν τὸν Πλάτωνα κατ’ ἐκεῖνο τὸ γενητὸν γεγονέναι λέγειν, ὅπερ αὐτὸς ἀποφάσκει τοῦ οὐρανοῦ; ὁμοίως δὲ καὶ Ἐμπεδοκλῆς τόν τε ὑπὸ τῆς Φιλίας ἑνούμενον νοητὸν κόσμον παραδιδοὺς αἰνιγματωδῶς, ὡς ἔθος ἦν τοῖς Πυθαγορείοις, καὶ τὸν ὑπὸ τοῦ Νείκους ἀπ’ ἐκείνου διακρινόμενον αἰσθητὸν οὔτε γινόμενα ταῦτα οὔτε φθειρόμενα ἐν χρόνῳ φησίν, ἀλλὰ τὸν μὲν νοητὸν κόσμον κατὰ τὸ ὂν ἑστάναι, τὸν δὲ αἰσθητὸν κατὰ τὸ γινόμενον καὶ τοῦτον τῇ διαδοχῇ φησιν ἀιδίως ἀνακυκλεῖσθαι. καὶ ἵνα μὴ δοκῶ τισιν κενὰς μακαρίας ἀναπλάττειν, ὀλίγα τῶν Ἐμπεδοκλέους ἐπῶν παραθήσομαι· ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἓν ἅπαντα, ἄλλοτε δ’ αὖ δίχα πάντα φορούμενα Νείκεος ἔχθει, ἠδὲ πάλιν διαφύντος ἑνὸς πλέον’ ἐκτελέθουσι, τῇ μὲν γίγνονταί τε καὶ οὔ σφισιν ἔμπεδος αἰών· ᾗ δὲ διαλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ταύτῃ δ’ αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον. ὥστε τὰ ἀπὸ τοῦ νοητοῦ κόσμου διὰ τοῦ Νείκους διακριθέντα ἀντὶ τοῦ αἰωνίως εἶναι γίνονται μὲν καὶ “οὔ σφισιν ἔμπεδος αἰών”, ἀιδίως δὲ ἀνακυκλοῦνται. καὶ οὐκ ἂν ταῦτα σαφῶς οὕτως ὡς αἰνίγμασιν λεγόμενα ἠγνόησεν ὁ Ἀριστοτέλης, ἀλλὰ πρὸς τὸ φαινόμενον ὑπαντῶν καὶ πρὸς ταῦτα ἀντιλέγει. εἰ δὲ καὶ ἐν ἄλλοις ἀντιλέγοντες ἀλλήλοις, ὡς οὗτός φησιν, ἐν τούτῳ ὅμως ὁμογνωμονοῦσιν πάντες τῷ τὸν ἄνω τόπον τῷ θείῳ ἀποδιδόναι, καὶ κατὰ τοῦτο ἂν εἴη βέβαιον τὸ δόγμα κατὰ κοινὰς ἐννοίας ἐνεσπαρμένον ταῖς τῶν ἀνθρώπων ψυχαῖς. “ἀλλ’ οὐδὲ εἰ τὸν ἄνω, φησί, τόπον τῷ θείῳ πάντες ἀποδιδόασι, τεκμήριον τοῦτό ἐστι τοῦ ἄφθαρτον τὸν οὐρανὸν ὑπολαμβάνειν· καὶ γὰρ πρὸς τὰ ἱερὰ καὶ τοὺς νεὼς θεῶν εἶναι πλήρη νομίζοντες ἀνατείνουσι πρὸς αὐτὰ τὰς χεῖρας, καὶ οὐδεὶς ἄναρχα ἢ ἄφθαρτα νομίζει ταῦτα, ἀλλ’ ὡς τόπον ἄλλον ἄλλου μᾶλλον οἰκειότερον τῷ θεῷ νομίζοντες.” ταῦτα λέγων οὗτος πάλιν καὶ τῇ διαφορᾷ τῶν οὐρανίων πρὸς τὰ τῇδε μὴ ἐφιστάνων, ἀλλ’ εἰς τὴν αὐτὴν αὐτὰ τάξιν τιθείς, δῆλος μέν ἐστι τὰ τῆς ψυχῆς ὄμματα βεβλαμμένος·3 ῥητέον δὲ ὅμως καὶ πρὸς ταῦτα, ὅτι καὶ τοὺς ἐπὶ γῆς νεὼς καὶ τὰ ἱερὰ καὶ τὰ ἀγάλματα οἱ ἄνθρωποι πρὸς μίμησιν τῶν οὐρανίων ἀπετυπώσαντο· καὶ συμμετροτέρας ἑαυτοῖς καὶ προσεχεστέρας ὑποδοχὰς τῶν θείων ἐλλάμψεων ἐν τούτοις ἐμηχανήσαντο. καὶ τί λέγω τὴν ἱερὰν θρησκείαν τὴν μετὰ τοῦ κόσμου τὴν ὑπόστασιν ἔχουσαν; ἀλλὰ καὶ ὁ παρ’ Ἰουδαίοις προφήτης Δαυὶδ περὶ τοῦ Θεοῦ λέγων “ἐν τῷ ἡλίῳ” φησίν “ἔθετο τὸ σκήνωμα αὐτοῦ”. καὶ ὅτι οὐχ ὡς πρὸς χρόνον τινὰ αὐτὸν εἰσοικισθῆναι νομίζει, δηλοῖ λέγων “ὁ θεμελιώσας τὴν γῆν πρὸς τὸ μὴ κλιθῆναι εἰς τὸν αἰῶνα τῶν αἰώνων”· δῆλον δέ, ὅτι, κἂν ‘τῷ αἰῶνι’ χρῆται πολλάκις ἀντὶ τοῦ πολλοῦ χρόνου, ἀλλὰ “τὸν αἰῶνα τῶν αἰώνων” ὡς ἀνέκλειπτον παραλαμβάνει· εἰ δὲ ἡ γῆ τοιαύτη, δῆλον, ὅτι καὶ ὁ οὐρανὸς καὶ ὁ ἥλιος. ἔπειτα εἰ τοὺς μὲν ναοὺς κατὰ χρόνον ἐρημουμένους τοῦ θείου φωτὸς ὁρῶσιν οἱ ἄνθρωποι καὶ ἄλλοτε πρὸς ἄλλους ἵενται, τὸν δὲ οὐρανόν, ἐξ οὗ γένος ἀνθρώπων ἔστι, τῷ θεῷ πάντες ἀνιεροῦσιν, ἀκόλουθον τοὺς μὴ διεφθαρμένους ὑπὸ ματαίων προλήψεων ἀίδιον ταύτην νομίζειν τὴν οἰκειότητα. “ἀλλὰ μήν, φησίν, οὐδὲ τὸ ἐν ἅπαντι τῷ παρεληλυθότι χρόνῳ μὴ φαίνεσθαι τὸν οὐρανὸν καθ’ ὅλον ἢ κατὰ μέρη μεταβεβληκότα ἀπόδειξιν οἴεσθαι δεῖ τοῦ παντελῶς ἄφθαρτον αὐτὸν εἶναι καὶ ἀγένητον.

那么,难道亚里士多德竟不知道柏拉图说宇宙是生成的并非指从某一时间的部分开始[生成]吗——柏拉图本人无论如何都说过时间是与天一同生成的,并且清楚地补充了他之所以说宇宙是生成的原因?因为这并非由于它在若干年前进入了存在,而是由于它是可见的且可触的,并且具有物体——这表明它完全没有任何自立之物,而唯独从别处获得存立,因而合乎情理地被称为生成的;因为自立之物必然是不可分的,且全体与全体自身相吻合,而物体则展开空间并被分割,正因如此,它唯独从他者获得存在,才被称为生成的,而非依据亚里士多德关于生成的那种表明从一物向另一物变化的意思。至于这是生成的另一种意思,即使这人[菲洛庞努斯]没有能力领会柏拉图的言说,至少也应当领会他所引述的亚里士多德的言说,因为亚里士多德说依柏拉图之见,天固然是生成的,然而它将在永远的时间中存在。因为听闻亚里士多德述及这些的人,谁会揣测他竟然认为柏拉图是在他自己针对天所否定的那种‘生成’的意义上说[天]生成的呢?同样,恩培多克勒按照毕达哥拉斯学派的习惯,以隐语传授那由爱联合起来的理智宇宙,以及由争斗从前者中分离出来的感性宇宙,他亦未曾说这些是在时间中生成或消灭的,而是说理智宇宙依据存在而挺立,感性宇宙则依据生成而挺立,且后者通过更替而永远循环。为了不让某些人以为我在虚构空洞的幻象,我将引证恩培多克勒的几句诗: “一时由爱全部汇聚为一, 一时又由争斗的憎恨而各自离析, 而当一者再次离散时,多者便得以长成, 在此意义上它们生成,且无稳固之永恒; 然而在它们无休止地交替这一意义上, 它们在此方面依圆周永远是不动的。” 因此,那些通过争斗而从理智宇宙中分离出来的东西,代替了永远存在,固然生成并且“无稳固之永恒”,但它们永远地循环。亚里士多德绝不可能不知道这些作为隐语如此清楚地表达出来的事情,而是针对表面言辞进行了回应,并对这些亦加以反驳。但即使正如这人所说,他们在其他事情上相互反驳,然而在这件事上所有人意见一致,即把上方的处所分配给神圣者,在这个方面,依据在人类灵魂中播下的共同观念,这一学说亦将是确固的。 “然而,”他说,“即使所有人将上方的处所分配给神圣者,这亦非他们认定天是不灭的凭证;因为人们正是由于认为神殿和庙宇充满了神,才向它们伸出双手,而没有任何人认为这些是无始的或不灭的,只是认为某一处所比起另一处所对于神而言更为相宜而已。”这人说出这些话,再次未能关注天体与此地之物的差异,而是将它们置于同等行列,显见其灵魂之眼已被蒙蔽;然而针对这些亦必须指出:人类在地上塑造庙宇、神殿和塑像,亦是对天体的摹仿,并且在其中为自己设计了更为适度、更为切近的神圣照耀的容器。至于那与宇宙一同具有存立的神圣崇敬,我又何须多言?犹太人中的先知大卫在谈及神时亦说:“他在太阳中设立了自己的帐幕。”而他并不认为神是仅在某段时间内居住其中,他通过说“奠定大地使之永生永世不致倾斜者”表明了这一点;很清楚,即使他常以‘时代’代替漫长的时间,他依然把“永生永世”当作不息之物来采用;而大地若是如此,天和太阳亦显然如此。再者,若人们看到神殿随着时间流逝被神圣之光所离弃,而一时前往某一处,一时前往另一处,然而自从有人类以来,所有人皆把天奉献给神,那么凡未被虚妄的先入之见所败坏的人,认定这种亲和性是永恒的,乃是顺理成章的。 “然而,”他说,“在过去的一切时间中,天无论作为全体还是作为部分都未显出曾经变化,这亦不应被认为是天完全不灭且不生的证明……

语法注3 条
  1. 1.29ὅπερ τὸ μηδὲν αὐθυπόστατον ἔχειν ἐνδείκνυται, ἀλλ’ ἑτέρωθεν μόνον τὴν ὑπόστασιν ἔχον εἰκότως γενητὸν λέγεσθαι

    关系代词 ὅπερ 指代前文“可见、可触且具有物体”这一事实。随后的结构中,ἐνδείκνυται 先支配带冠词的不定式 τὸ ... ἔχειν,并在 ἀλλ’ 之后支配不定式 λέγεσθαι(带状语分词 ἔχον),表明其完全不具备自立性、唯从别处获得存立,因而合情合理地被称为生成的。

  2. 1.29κἂν τοῖς Πλάτωνος οὗτος οὐκ ἦν ἱκανὸς παρακολουθεῖν, ἀλλὰ κἂν τοῖς Ἀριστοτέλους, οἷς παρέθετο, παρακολουθεῖν ἔδει

    表示让步/条件的 κἂν(即 καὶ ἄν / καὶ εἰ)构成的并列句:“即使这人不能理解柏拉图之言,至少也应当理解他所引述的亚里士多德之言”。后半句中的 κἂν 带有“至少”的限制意味,与非人称动词 ἔδει 及不定式 παρακολουθεῖν 构成主句。

  3. 1.29ταῦτα λέγων οὗτος πάλιν καὶ τῇ διαφορᾷ τῶν οὐρανίων πρὸς τὰ τῇδε μὴ ἐφιστάνων, ἀλλ’ εἰς τὴν αὐτὴν αὐτὰ τάξιν τιθείς, δῆλος μέν ἐστι τὰ τῆς ψυχῆς ὄμματα βεβλαμμένος

    分词 λέγων、μὴ ἐφιστάνων 和 τιθείς 修饰主语 οὗτος,主句核心谓语由人称结构 δῆλός ἐστι 加分词 βεβλαμμένος 构成(“显见他是受损的”)。τὰ τῆς ψυχῆς ὄμματα 为关系宾格/限制宾格,表示“在灵魂之眼方面”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:140.9-142.10