← 辛普里丘

亚里士多德《论天》注释

§138.15-140.9

天的永恒产生与对共通见解的辩护

辛普里丘阐明了天乃是依据神不动的善而直接且永恒地被引出的,完全超越了月下生成消灭的法则;在驳斥了菲洛庞努斯将天的存立与月下生成相混淆之后,他转而审视论敌对亚里士多德诉诸人类共同意见与感知的批判。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.29#12

τὸ μέντοι ἀεὶ ὑφεστὸς, ἅτε μὴ κατὰ μεταβολὴν ὑφιστάμενον, οὐκ ἀπαιτεῖ τὸ διὰ τί νῦν ἀλλὰ μὴ πρότερον, ἀλλ’ ἀμέσως ὑπὸ τοῦ δημιουργοῦ παραχθὲν κατὰ τὴν ἀκίνητον αὐτοῦ καὶ αἰώνιον καὶ ἅμα πᾶσαν ὑφεστῶσαν ἀγαθότητα ἀίδιον μὲν ὑπέστη διὰ τὸ ὑπὸ ἀκινήτου αἰτίου παράγεσθαι προσεχῶς τῷ εἶναι ποιοῦντος,1 ὑφειμένην δὲ πρὸς τὸ ἑαυτοῦ αἴτιον τὴν ὑπόστασιν ἔλαχε διέστη τε περὶ αὐτὸ κατὰ τὸ τελειότατον τῶν σχημάτων τὸ σφαιρικὸν καὶ κίνησιν ἐκινήθη τὴν κυκλοφορητικὴν ἅτε ἀνέκλειπτον οὖσαν μόνην τῶν φυσικῶν κινήσεων. ἔδει γὰρ τὸ πρῶτον διαστὰν ἀπὸ τοῦ ἀδιαστάτου καὶ πρῶτον κινηθὲν ἀπὸ τοῦ ἀκινήτου καὶ κατὰ σχῆμα διαστῆναι τὸ τελεώτατον καὶ κατὰ κίνησιν κινηθῆναι τὴν ἀνέκλειπτον καὶ τῇ ἀιδίῳ συνυπάρχειν οὐσίᾳ δυναμένην. ἐπεὶ δὲ οὐκ ἔδει μέχρι τῶν ἀιδίων στῆναι τὴν ἀγαθότητα τοῦ δημιουργοῦ, ἀλλὰ καὶ τὰ ἐν μέρει χρόνου τὸ εἶναι λαχόντα πρὸς τοῖς ἐσχάτοις ὑποστῆναι τοῦ παντός, ἵνα τὸ πᾶν ὄντως πᾶν ᾖ, δι’ αὐτοῦ δὲ τοῦ δημιουργοῦ ἀμέσως γινόμενα καὶ ταῦτα ἀίδια ἂν ἦν διὰ τὴν ἀκίνητον ἐκείνου ἐνέργειαν, τούτου χάριν διὰ τῆς ἐνδοθείσης ὑπ’ αὐτοῦ τοῖς οὐρανίοις ἀιδίου κινήσεως καὶ τῶν ἄλλοτε ἄλλων ἐν ἐκείνοις σχηματισμῶν τὰ ὑπὸ σελήνην πάντα διακοσμεῖ, ὡς καὶ οὗτος ὁμολογεῖ λέγων· “ὁ δὲ οὐρανὸς καὶ καθ’ ὅλον αὐτὸν καὶ κατὰ μέρη τὸ κυριώτατόν τε καὶ συνεκτικώτατον εἶναι τῶν τοῦ κόσμου μερῶν ὡμολόγηται· τῇ γὰρ τούτου κινήσει φυσικῶς τὰ ἐντὸς ἰθύνεται πάντα σώματα. ἐν δὲ τοῖς ὑπὸ σελήνην καὶ γένεσίς ἐστι καὶ φθορὰ καὶ τὰ ὑπὸ τοῦ Ἀριστοτέλους ἀξιούμενα· ἐνταῦθα γὰρ κατὰ μεταβολὴν ἡ τροπή, καὶ ἐξ ὑποκειμένου καὶ ἐκ τῶν ἀντικειμένων γίνεται τὰ γινόμενα, καὶ ἡ ἄλλου φθορὰ ἄλλου γένεσίς ἐστιν, ὡς μηδὲ ἐν τοῖς ἐσχάτοις τοῦ παντὸς οὐσίαν ὅλην ἀπολέσθαι τινά, ἀλλὰ τρόπον τινὰ ἀλλοίωσιν μόνον εἶναι καὶ τὴν ἐνταῦθα μεταβολὴν οὐσίας μὴ ἀπολλυμένης”. οὐ χρὴ τοίνυν τὰ ἐπὶ τῆς τῶν ὑπὸ σελήνην γενέσεως εἰς τὸν οὐρανὸν μεταφέρειν, ὃν παντελῶς ἐξῃρημένον καὶ τῆς ὅλης φύσεως τῶν ὑπὸ σελήνην καὶ τῆς γενέσεως αὐτῶν ἀποδεῖξαι προέθετο, διὸ καὶ ἄυλον αὐτὸν εἶπεν εἶναι τὰς παρακοὰς φυλαττόμενος, καίτοι σαφῶς εἰπών, ὅτι ὡς κινητὸς κατὰ τόπον ἔχοι ἄν τι καὶ αὐτὸς ὑποκείμενον τῇ κατὰ τόπον μεταβολῇ, οὐ μέντοι τῇ κατ’ οὐσίαν ὡς τὰ ὑπὸ σελήνην. ταῦτα τοίνυν, εἰ βούλεται, πρὸς τὰ ὑφ’ ἑαυτοῦ ῥηθέντα παραβαλὼν οὗτος ἐπισκοπείτω, τίνα μᾶλλον τῇ τε τοῦ θεοῦ μεγαλειότητι καὶ τῇ φύσει τῶν πραγμάτων συνᾴδειν δοκεῖ, καὶ τῶν Ἀριστοτέλους κανόνων ὡς ἐπὶ τῶν ὑπὸ σελήνην εἰλημμένων ἀκουέτω, ἅπερ μόνα γίνεσθαι καὶ φθείρεσθαί φησιν ἐκεῖνος, καίτοι καὶ τὸν οὐρανὸν ὑπὸ τοῦ θεοῦ παράγεσθαι νομίζων, ὡς καὶ οὗτος ὁμολογεῖ, ἀλλὰ τὰ ὀνόματα συγχέων, τὸν οὐρανὸν ὑπὸ τοῦ θεοῦ γίνεσθαι λέγων, εὐθὺς τὰ προσήκοντα τῇ γενέσει τῶν ὑπὸ σελήνην ἐπὶ τὴν τοῦ οὐρανοῦ μεταφέρει γένεσιν τὸ ἐξ ὑποκειμένου καὶ ἐκ στερήσεως γίνεσθαι· καίτοι τοῦ Ἀριστοτέλους, ὅπερ εἶπον, ταῦτα μὲν ἐπὶ τῆς ὑπὸ σελήνην γενέσεως ἀξιοῦντος, τὸν δὲ οὐρανὸν ἐξῃρῆσθαι παντελῶς τῆς τοιαύτης γενέσεως τῆς ἐκ τῶν ἀντικειμένων ἀποδεικνύντος. ἀλλ’ ἀρκείτω ταῦτα· καὶ γὰρ εἴρηται καὶ πρότερον περὶ αὐτῶν. ἐπειδὴ δὲ τοὺς βιαιοτέρους, ὡς οἴεται, τῶν Ἀριστοτέλους λόγων περὶ τῆς τοῦ κόσμου ἀγενησίας καταγωνισάμενος οὗτος ἐφεξῆς καὶ τὴν ἀπὸ τῆς κοινῆς τῶν ἀνθρώπων δόξης καὶ τῆς αἰσθήσεως πίστιν προτίθεται σαλεύειν, ἴδωμεν αὐτοῦ καὶ τὴν πρὸς ἐκείνους τοὺς λόγους παρασκευήν. εἰπόντος τοίνυν τοῦ Ἀριστοτέλους, ὅτι πάντες ἄνθρωποι τὸν ἄνω τῷ θείῳ τόπον ἀποδιδόασιν καὶ Ἕλληνες καὶ βάρβαροι ὡς τῷ ἀθανάτῳ τὸ ἀθάνατον συνηρτημένον, μετ’ ὀλίγον δὲ τὰς τῶν προτέρων δόξας ἱστοροῦντος περὶ τῆς τοῦ κόσμου συστάσεως καὶ λέγοντος, ὅτι “γενόμενον ἅπαντες εἶναί φασιν, ἀλλ’ οἱ μὲν ἀίδιον, οἱ δὲ φθαρτόν, οἱ δὲ ἐναλλὰξ ὁτὲ μὲν οὕτως ὁτὲ δὲ ἄλλως ἔχειν φθειρόμενον, καὶ τοῦτο ἀεὶ διατελεῖν οὕτως, ὥσπερ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος”, θοίνην οὗτος ἑαυτῷ παρεσκευάσθαι νενόμικεν τὸ ταῖς μαρτυρίαις χρώμενον αὐτὸν τῶν πολλῶν ἀνθρώπων μετ’ ὀλίγα τοὺς ἐν φιλοσοφίᾳ κλεινοὺς παράγειν2 τἀναντία μαρτυροῦντας περὶ τοῦ οὐρανοῦ. καίτοι γε, εἰ ἐπὶ τοῦ ἓν εἶναι τὸ ὂν τήν τε κοινὴν πρόληψιν ἐμαρτύρατο πολλὰ τὰ ὄντα νομίζουσαν καὶ τὴν Παρμενίδου καὶ Μελίσσου δόξαν εὐθύνειν προέθετο, παντὸς ἄν, οἶμαι, καὶ τῶν ὀψιμαθῶν ἦν λέγειν,3 ὅτι τὴν κοινὴν πρόληψιν ἀληθῆ νομίζων πρὸς τὸ φαινόμενον τῶν ἀνδρῶν ἐκείνων ὑπήντησεν ὑπὲρ τοῦ μὴ τοὺς ἐπιπολαιοτέρως τῇ δόξῃ προσέχοντας τῶν ἀνδρῶν καὶ τὸ βάθος αὐτῶν ἑλεῖν μὴ δυναμένους πρὸς τὰ οὕτως ἐναργῆ τῶν δογμάτων ταράττεσθαι.

然而,始终存立之物,由于并非依据变化而存立,并不需要“为何在现时而非较早”这一问题,而是作为由造物主依据其不动、永恒且同时全体存立的善而直接引出的,一方面因由那依其自身存在而制作的不动原因直接引出而作为永恒者存立,另一方面获得了相对于自身原因而言居于下位的存立,并依据诸形状中最完全的球形围绕着它[原因]展开空间,且以圆周移行而运动,因为这在自然运动中是唯一不息的。因为那最初从无空间间隔之物展开空间间隔者、以及最初从不动之物被运动者,必然既依据最完全的形状展开空间间隔,又依据那不息且能与永恒本体共存的运动而运动。然而,由于造物主的善不应当止于永恒之物,而是为了使全体真正成为全体,那些在部分时间中获得存在之物亦必然在宇宙的极点存立——但若这些事物亦直接由造物主本身生成,由于造物主不动的活动,它们亦将是永恒的——因此,通过由他赋予天体的永恒运动以及天体中变易不居的构型,他安排了月下的一切,正如这人[菲洛庞努斯]亦承认并说道:“天无论是就其全体而言还是就其部分而言,都被公认为宇宙各部分中最具支配性且最居统摄性的;因为内部的一切物体都自然地受到其运动的引导。而在月下的领域中,既有生成与消灭,亦有亚里士多德所认定的诸事;因为在此处依变化而发生转变,生成之物既从载体亦从对立者生成,且一物的消灭即是他物的生成,以至于即便在全体的极点亦没有任何整个本体消灭,而本体不灭,此处的转变在某种方式下亦仅是性质变化而已。”因此,不应当把适用于月下生成之事转移到天之上,亚里士多德曾立意证明天完全超越了月下的整个自然及其生成;正因如此,他为了防范误解甚至说天是无质料的,尽管他清楚地表明,作为就位置而言可运动之物,天自身亦可具有某种用于位置变化的载体,但绝非如月下之物那样具有用于本体变化的载体。因此,这人若愿意,不妨将这些与他自己所言者加以比较考查,看何者显得更与神之伟大以及事物的自然相合,并且应当把亚里士多德的准则听作是针对月下之物而言的——亚里士多德说唯有月下之物才生成与消灭,尽管他亦认为天是由神引出的,正如这人亦承认的那样;然而〔这人〕混淆了名称,一方面说天是由神生成的,随即又把属于月下生成的特征转移到天的生成之上,即从载体和从缺失生成;尽管正如我所说,亚里士多德是将这些认定于月下的生成,而论证天完全超越了此类从对立者中的生成。但这些就谈到这里吧;因为此前关于它们亦已谈过。既然这人自以为击溃了亚里士多德关于宇宙非生成的较强论证,接下来亦企图动摇源于人类共同意见与感觉的信念,那么就让我们来看看他针对那些论证的准备吧。当亚里士多德说所有的人——无论希腊人还是异族人——都将上方的处所分配给神圣者,因为不死者与不死者相联系;稍后又记述了先人关于宇宙构造的意见,说“所有人都说是生成的,但有些人说是永恒的,有些人说是可灭的,还有些人说如阿克拉加斯的恩培多克勒和以弗所的赫拉克利特那样,交替地一时处于如此状态、一时处于别样状态而消灭,且此事始终如此持续”时,这人便认为为自己备好了一场盛宴,因为亚里士多德在援引大众的见证之后,稍后又引出了在哲学中负有盛名之人作出了关于天的相反见证。然而,若就存在是一而言,他援引了认为存在者为多的共同预见,并立意审查巴门尼德与麦里梭的意见,我想,即使是晚学者中的任何人亦都能说:他认为共同预见是真实的,针对那些人的表面言论进行了回应,乃是为了使那些过于肤浅地关注那些人之意见且不能把握其深沉之意的人,不至于在面对如此昭著的学说时陷入混乱。

语法注3 条
  1. 1.29προσεχῶς τῷ εἶναι ποιοῦντος

    与格冠词不定词 τῷ εἶναι 作方式或原因与格(“依其自身之存在”),修饰分词 ποιοῦντος(与 αἰτίου 一致)。这表达了新柏拉图主义关于原因性的程式,即神并非通过意志或选择的推移,而是仅凭其自身的本质与存在直接产生结果。

  2. 1.29θοίνην οὗτος ἑαυτῷ παρεσκευάσθαι νενόμικεν τὸ ταῖς μαρτυρίαις χρώμενον αὐτὸν τῶν πολλῶν ἀνθρώπων μετ’ ὀλίγα τοὺς ἐν φιλοσοφίᾳ κλεινοὺς παράγειν

    该句的骨架为 οὗτος νενόμικεν [θοίνην ἑαυτῷ παρεσκευάσθαι] [τὸ ... παράγειν]。带冠词的不定词短语 τὸ ... παράγειν(其逻辑主语为宾格的 αὐτόν 即亚里士多德,分词 χρώμενον 与之同格一致)充当动词 νενόμικεν 的实质宾语分句(“亚里士多德……引出……这件事”),而 θοίνην ἑαυτῷ παρεσκευάσθαι(“为自己备好了一场盛宴”)则构成不定词谓语。

  3. 1.29παντὸς ἄν, οἶμαι, καὶ τῶν ὀψιμαθῶν ἦν λέγειν

    属格 παντός(以及修饰它的 καὶ τῶν ὀψιμαθῶν)是与未完成过去时 ἦν 和不定词 λέγειν 搭配的表特征或属性的表语属格(“属于……的特质”),与 ἄν 结合构成前述条件句的虚拟/非现实归结分句,意为“即便是晚学者中的任何人也能说出”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:138.15-140.9