← 辛普里丘

亚里士多德《论天》注释

§13.1-14.29

单纯运动与单纯线的对应及圆柱螺旋线之争

辛普里修探讨了运动的单纯性与线(量度)的单纯性之间的对应关系,分析了色诺纳库斯依据圆柱螺旋线对第五实体的反驳,并评析了亚历山大所作的两种回应(反诉与异议)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6#2

ὁμοίως δὲ κἂν ἁπλοῦν αὐτόν φησι,1 τὴν ἀπὸ τούτων σύνθεσιν αὐτὸν ἀποφάσκειν εἰκός· ὅτι γὰρ ἔμψυχον αὐτὸν καὶ ζῷον λέγει, μαθησόμεθα, καὶ ὅτι τὰ ζῷα σύνθετα ἔχειν σώματα βούλεται. ὅτι δὲ οὐ μόνον κινητὰ τὰ φυσικὰ σώματα, ἀλλὰ κατὰ τόπον μάλιστα κινητά, δῆλον ἐκ τοῦ πρώτην μὲν εἶναι τῶν κινήσεων τὴν κατὰ τόπον κατὰ πάντας τοὺς τρόπους τοῦ πρώτου, ὡς ἔδειξεν ἐν τῷ ἐσχάτῳ τῆς Φυσικῆς ἀκροάσεως, τὴν δὲ φύσιν ἀρχὴν οὖσαν κινήσεως τῆς πρώτης μάλιστα τῶν φυσικῶν κινήσεων ἀρχὴν εἶναι καὶ αἰτίαν. διαιρῶν δὲ τὰς φυσικὰς κινήσεις τὰς μὲν ἁπλᾶς φησι, τὰς δὲ οὐχ ἁπλᾶς. δείξας δέ, ὅτι εἰσὶν ἁπλαῖ, ἕξει προχείρως, ὅτι ἁπλῶν εἰσι σωμάτων, καὶ ὅτι τῶν ἁπλῶν σωμάτων ἁπλαῖ αἱ κινήσεις. καὶ ὅτι μὲν ἁπλαῖ ἥ τε κύκλῳ καὶ ἡ ἐπ’ εὐθείας, πρόδηλον· οὐδετέρα γὰρ αὐτῶν ἐκ διαφόρων σύγκειται. ὅτι δὲ μόναι αὗται ἁπλαῖ, τοῦτο δείκνυσιν διὰ τῆς τῶν γραμμῶν παραθέσεως· πᾶσα γὰρ κίνησις ἐπί τινος γίνεται γραμμικοῦ διαστήματος· εἰ οὖν αἱ ἁπλαῖ γραμμαὶ δύο μόναι, καὶ αἱ ἁπλαῖ κινήσεις δύο. οὐχ ὡς ποιητικὰ δὲ τῶν κινήσεων αἴτια παρέθετο τὰ μεγέθη, ἀλλ’ ὡς ὑλικά· καὶ τὸν τῶν, ὧν οὐκ ἄνευ, λόγον ἔχοντα,2 ὥς φησιν Ἀλέξανδρος· καὶ γὰρ κινήσεως μὲν οὔσης ἀδύνατον μὴ εἶναι μέγεθος, μεγέθους δὲ ὄντος οὐκ ἀνάγκη κίνησιν εἶναι, ὅπερ τῇ ὕλῃ προσήκει. ἐπιστῆσαι δὲ χρή, μήποτε καὶ τὸ σχῆμα τοῦ ὑποκειμένου μεγέθους αἴτιον γίνεται ποτε τῷ σχήματι τῆς κινήσεως καὶ τὸ σχῆμα τῆς κινήσεως αἴτιον τῷ σχήματι τοῦ ὑποκειμένου μεγέθους. Ὁ δὲ Ξέναρχος πρὸς πολλὰ τῶν ἐνταῦθα λεγομένων ἀντειπὼν ἐν τοῖς Πρὸς τὴν πέμπτην οὐσίαν αὐτῷ γεγραμμένοις ἀντεῖπε καὶ πρὸς τὸ αἴτιον δέ, ὅτι καὶ τὰ μεγέθη ταῦτα ἁπλᾶ μόνον, ἥ τε εὐθεῖα καὶ ἡ περιφερής· “ἁπλῆ γάρ ἐστι, φησί, γραμμὴ καὶ ἡ ἐπὶ τοῦ κυλίνδρου ἕλιξ, διότι πᾶν μόριον αὐτῆς παντὶ ἴσῳ ἐφαρμόζει· εἰ δὲ ἔστι μέγεθος ἁπλοῦν παρὰ τὰ δύο, εἴη ἂν καὶ κίνησις ἁπλῆ παρὰ τὰς δύο καὶ σῶμα ἁπλοῦν ἄλλο παρὰ τὰ πέντε τὸ τὴν κίνησιν ἐκείνην κινούμενον.” πρὸς δὲ τὸν Ξέναρχον ὁ Ἀλέξανδρος ὑπαντᾷ διχῶς, ποτὲ μὲν κατὰ ἀντιπαράστασιν· συγχωρῶν γὰρ ἁπλῆν εἶναι τὴν κυλινδρικὴν ἕλικα λέγει, ὅτι οὐχ ὡς ποιητικὰ αἴτια τῶν κινήσεων τὰ μεγέθη παρέθετο ὁ Ἀριστοτέλης· οὐ γάρ, εἰ τὸ ἁπλοῦν σῶμα ἁπλῆν κίνησιν κινεῖται κατὰ ἁπλῆς γραμμῆς, ἤδη καὶ κατὰ πάσης ἁπλῆς γραμμῆς ἁπλοῦν σῶμα φυσικὸν ἁπλῆν κινεῖται κίνησιν, ὅπερ ὁ Ξέναρχος ἀξιοῖ· οὐ γὰρ τοῦτο τίθησιν Ἀριστοτέλης. μήποτε δὲ βιαιοτέρα ἐστὶν ἡ ὑπάντησις3 τοῦ Ἀριστοτέλους σαφῶς εἰπόντος, ὅτι αἴτιόν ἐστιν τὸ καὶ τὰ μεγέθη ταῦτα ἁπλᾶ μόνον εἶναι τήν τε εὐθεῖαν καὶ τὴν περιφέρειαν· κἂν γὰρ ὡς ὑλικὰ αἴτιά φησι καὶ κατ’ αὐτὸ τοῦτο οὐκ ἀνάγκη καὶ ἄλλου μεγέθους ὄντος ἁπλοῦ εἶναι καὶ ἄλλην ἁπλῆν κίνησιν, ἀλλὰ τό γε μόνα ταῦτα ἁπλᾶ εἶναι μεγέθη σαφῶς εἰρημένον ἀνατρέπεται, εἴπερ ἔστι καὶ ἄλλο. καλλίων οὖν ἡ κατὰ ἔνστασιν ὑπάντησις τοῦ Ἀλεξάνδρου λέγοντος, ὅτι οὐδὲ ἁπλῆ γραμμή ἐστιν ἡ ἐπὶ τοῦ κυλίνδρου ἕλιξ, εἴπερ ἐκ δύο κινήσεων ἀνομοίων γεννᾶται κυκλικῆς τε καὶ ἐπ’ εὐθείας· εὐθείας γὰρ κύκλῳ περὶ τὴν ἐπιφάνειαν τοῦ κυλίνδρου περιαγομένης καὶ σημείου τινὸς ἐπὶ τῆς εὐθείας ὁμαλῶς κινουμένου γεννᾶται ἡ κυλινδρικὴ ἕλιξ, ὡς καὶ αὐτὸς ὁ Ξέναρχος ὁμολογεῖ γράφων οὕτως· “ἔστω τι τετράγωνον καὶ τοῦτο περιαγέσθω κύκλῳ μενούσης μιᾶς πλευρᾶς, ἥτις ἄξων τοῦ κυλίνδρου· ἐπὶ δὲ τῆς ταύτῃ παραλλήλου τῆς καὶ περιστρεφομένης φερέσθω τι σημεῖον, καὶ ἐν ἴσῳ χρόνῳ τοῦτο τὸ σημεῖον ταύτην διεξίτω τὴν γραμμὴν καὶ τὸ παραλληλόγραμμον εἰς τὸ αὐτὸ ἀποκαθιστάσθω πάλιν, ὅθεν ἤρξατο φέρεσθαι· ποιεῖ γὰρ οὕτως τὸ μὲν παραλληλόγραμμον κύλινδρον, τὸ δὲ φερόμενον σημεῖον ἐπὶ τῆς εὐθείας ἕλικα καὶ ταύτην, ὥς φησιν, ἁπλῆν, διότι ὁμοιομερής”. ἀλλὰ κἂν ὁμοιομερής ἐστιν, οὐκ ἔστιν ἁπλῆ· ἡ μὲν γὰρ ἁπλῆ γραμμὴ πάντως καὶ ὁμοιομερής, ἡ δὲ ὁμοιομερὴς οὐ πάντως ἁπλῆ, ἐὰν μὴ καὶ μονοειδὴς ᾖ, καί, εἰ ἀπὸ κινήσεως γίνοιτο, μονοειδὴς ὑπάρχῃ καὶ αὐτή,4 μᾶλλον δὲ μία. καὶ γὰρ ἡ τῆς ἡλιακῆς κινήσεως ἕλιξ ὑπὸ δύο κυκλικῶν γινομένη τῆς τε τοῦ ἡλίου ἐπὶ τοῦ ζῳδιακοῦ καὶ τῆς 〈τῆς〉 ἀπλανοῦς, ἐπειδὴ περὶ διαφόρους πόλους ἑκατέρα γίνεται, καὶ ἡ ἕλιξ μικτὴν ἔσχε φύσιν. ἔτι δέ, φησὶν ὁ Ἀλέξανδρος, αἱ ἁπλαῖ κινήσεις κατὰ τὴν πρὸς τὸ τοῦ παντὸς μέσον σχέσιν τὸ ἁπλαῖ εἶναι ἔχουσιν· ἡ μὲν γὰρ περὶ τὸ μέσον, αἱ δὲ ἀπὸ τοῦ μέσου καὶ πρὸς τὸ μέσον· ἡ δὲ ἕλιξ οὐ τοιαύτη.

同样,即使他说它是单纯的,他也理当是在否定它是由这些[四元素]复合而成的。因为我们将了解到,他称天是有灵魂的且是活物,并且他主张活物具有复合的身体。至于自然物体不仅是可运动的,而且尤其在位置上是可运动的,这一点从以下事实来看是显然的:正如他在《物理学》最后一卷中所表明的,依第一者的所有方式而言,位置运动都是诸运动中的第一者,而本性既然是运动的始基,便尤其应是诸自然运动中第一者的始基与原因。他在区分自然运动时,说有些是单纯的,有些则不是单纯的。在指明了存在单纯运动之后,他便随即可得出它们属于单纯物体,以及单纯物体的运动是单纯的。至于圆周运动与直线运动是单纯的,这预先就是显而易见的,因为它们中的任何一种都不是由互异之物构成的。但指明唯有这两种是单纯的,他是通过引述诸线来加以说明的;因为一切运动都发生于某种线性的间距之上。因此,若单纯的线仅有两条,则单纯的运动也唯有两种。但他引述这些量度,并非将之视为运动的作动因,而是视为质料因,并且正如亚历山大所说,是具有“无之则不然者”的地位;因为运动存在时固然不可能没有量度,但在量度存在时却并不必然有运动存在,而这正是质料所特有的属性。然而应当留意的是,底层量度的形状有时是否也会成为运动形状的原因,而运动的形状是否也会成为底层量度形状的原因。而色诺纳库斯在所撰写的《反驳第五实体》中,对此处所说的许多观点提出了异议,他也反驳了“其原因在于,仅有这些量度是单纯的:即直线与圆周”这一说法。他说:“因为圆柱上的螺旋线也是单纯的线,因其任何一部分都与任何相等的部分相重合;如果在这两者之外还有单纯的量度,那么在这两者之外也当有某种单纯的运动,并且在五种[单纯物体]之外也当有另一种作该运动的单纯物体。”面对色诺纳库斯,亚历山大从两方面作出了回应,有时是通过反诉(包含让步的反驳):因为他在承认圆柱螺旋线是单纯的同时,声称亚里士多德并未将这些量度引述为运动的作动因;因为,并非单纯物体沿单纯的线作单纯运动,就立刻如色诺纳库斯所主张的那样,单纯的自然物体就会沿每一条单纯的线作单纯运动;因为亚里士多德并未设定这一点。但或许这一回应过于勉强,因为亚里士多德明确说过,原因在于唯有这些量度是单纯的,即直线与圆周;因为纵然他说这些是作为质料因,且就此而言即便有另一种单纯量度存在,也并不必然有另一种单纯运动,但是“唯有这些是单纯量度”这一明确的说法,若果真还有另一种,就会被推翻。因此,亚历山大通过异议所作的回应更为出色,他说圆柱上的螺旋线甚至根本不是单纯的线,如果它确实是由两种不同类的运动——即圆周运动与直线运动——所产生的话;因为当一直线绕圆柱表面作圆周旋转,且该直线上的一点作匀速运动时,圆柱螺旋线便得以产生,正如色诺纳库斯自己也如此写道而予以承认的那样:“设有一长方形,让它绕着保持不动的一边(即圆柱的轴)作圆周旋转;并在与此边平行且一同旋转的另一边上运载一点,让该点在相等的时间内穿过该线,且让该平行四边形再次回到它开始运载的同一处;因为如此一来,平行四边形产生了一个圆柱,而在直线上运载的点则产生了一条螺旋线,正如他所说,这条线因为具有同质部分因而是单纯的。”然而,纵使它具有同质部分,它也不是单纯的;因为单纯的线固然全都是由同质部分构成的,但由同质部分构成的线除非它同时也是单一形相的,且若它由运动产生,该运动本身也作为单一形相的、或者不如说是单一的运动而存在,否则它就并不必然是单纯的。事实上,太阳运动的螺旋线也是由两种圆周运动产生的——即太阳在黄道上的运动与恒星天的运动——,因为每种运动都是围绕不同的极产生的,所以该螺旋线也获得了混合的本性。此外,亚历山大还说,单纯运动是依据它们相对于全体之中心的关系而具有作为单纯运动的资格的;因为一种是围绕中心,另一些则是离开中心或朝向中心;但螺旋线并非此类。

语法注4 条
  1. 1.6κἂν ἁπλοῦν αὐτόν φησι

    连词 κἂν(即 καὶ ἐάν / καὶ ἄν)后接直陈式现在时 φησι,构成让步从句(“即使他说它是单纯的”)。代词 αὐτόν 在语境中指代“天”(天体),主语为亚里士多德(承接前一语段关于调和柏拉图与亚里士多德天体论的讨论)。

  2. 1.6τὸν τῶν, ὧν οὐκ ἄνευ, λόγον ἔχοντα

    定冠词 τὸν 统辖名词 λόγον,中间嵌入了属格复数冠词 τῶν 及关系代词短语 ὧν οὐκ ἄνευ(“无之则不然者”),构成夹置结构(hyperbaton)。此处将哲学常用术语 τὰ ὧν οὐκ ἄνευ 处理为定冠词修饰的属格短语,限定 λόγον。

  3. 1.6μήποτε δὲ βιαιοτέρα ἐστὶν ἡ ὑπάντησις

    μήποτε 用作副词表示委婉的断言或审慎的怀疑(“这一回应或许过于勉强”)。此处表达了辛普里修对亚历山大的第一种回应(反诉)所持的批评性保留态度。

  4. 1.6ἐὰν μὴ καὶ μονοειδὴς ᾖ, καί, εἰ ἀπὸ κινήσεως γίνοιτο, μονοειδὴς ὑπάρχῃ καὶ αὐτή

    嵌套条件句结构:次级条件从句 εἰ ... γίνοιτο 被嵌入到主从条件句 ἐὰν μὴ ... ᾖ 之中。καὶ αὐτή 中的阴性代词 αὐτή 指代前文的 κίνησις(运动),补充了“若该线由运动产生,则该运动自身也必须是单一样式的或单一体”这一条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:13.1-14.29