- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:136.16-138.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘批判了论敌(菲洛波诺斯)关于“从非存在中生成”的观点,引述巴门尼德与亚里士多德证明古人否定从非存在中生成是由于缺乏载体与非存在的无能,而非如论敌所言归结于“非存在转化为存在”的荒谬。他进一步指出,神对万物的直接创生并非时间上始于无的生成,而是依存于神永恒的存在与至善的恒常引出。
βούλεται οὖν δεῖξαι, ὅτι ἐκ μὴ ὄντος ὁ κόσμος ὑπέστη· τάχα δὲ καὶ τούτου τὴν δεῖξιν εἰς τὰ πρὸς Πρόκλον ἀνέπεμψεν, πλὴν τὸν ἐνιστάμενον προφέρει λόγον καὶ διαλύειν αὐτὸν ἐπιχειρεῖ λέγων· “εἰ γὰρ γίνοιτό τι, φασίν, ἐκ τοῦ πάντη μὴ ὄντος, συμβήσεται τὸ μὴ ὂν εἶναι· εἰς γὰρ τὸ ὂν μεταβέβληκεν. ἀλλ’ εἰ μέν τις οὕτως, φησίν, ἐκ τοῦ μὴ ὄντος λέγει τὰ γινόμενα γίνεσθαι, ὥσπερ ἐκ ξύλων ναῦν, τουτέστιν αὐτοῦ τοῦ μὴ ὄντος ὑποκειμένου τῷ γινομένῳ καὶ εἰς αὐτὸ μεταβάλλοντος, συμβήσεται τῇ ἀληθείᾳ τὸ μὴ ὂν εἶναι. ἀλλ’ οὐχ οὕτως οἶμαι, φησί, φρενῶν ἀτυχῆσαί τινα, ὡς ἐκ τοῦ μὴ ὄντος οὕτω τὴν γένεσιν ὑποτίθεσθαι, ἀλλ’ ὅτι, καθὸ γίνεται τῶν γινομένων ἕκαστον οὐδαμῶς ὂν πρότερον, εἰς τὸ εἶναι παρήχθη”. ἐν δὴ τούτοις ἢ ἐγὼ παντάπασιν ἀγνοῶ τὰ ὑπὸ τούτου λεγόμενα, ἢ οὗτος φαίνεται τῶν ἀρχαίων λόγων ἀσυνέτως ἀκηκοώς· οὔτε γὰρ τὸ ἐκ μὴ ὄντος γίνεσθαι εἰς τοῦτό τις ἀπῆγε τὸ ἄτοπον τὸ μὴ ὂν εἶναι, ἀλλ’ εἰς τὸ μηδὲν ἐκ τοῦ μὴ ὄντος δύνασθαι γενέσθαι διὰ τὴν τοῦ μὴ ὄντος ἀδράνειαν. τὸ γὰρ γινόμενον καὶ ὡς ἐξ ὑποκειμένου νομίζοντες γίνεσθαι καὶ ὑπὸ ποιητικοῦ αἰτίου εἰκότως ἔλεγον ἐκ τοῦ μὴ ὄντος μηδὲν γίνεσθαι μήτε ὡς ἐκ στοιχείου μήτε ὡς ἐκ ποιητικοῦ αἰτίου. καὶ γὰρ Παρμενίδης ὁ πρῶτος, ὧν ἀκοῇ ἴσμεν, τοῦτον τὸν λόγον ἐρωτῶν ἐν τοῖς ἔπεσι περὶ τοῦ ἀγένητον εἶναι τὸ ὂν τάδε γέγραφε· τίνα γὰρ γένναν διζήσεαι αὐτοῦ; πῇ πόθεν αὐξηθέν; οὔτ’ ἐκ μὴ ἐόντος ἐάσσω φάσθαι σ’ οὐδὲ νοεῖν·1 οὐ γὰρ φατὸν οὐδὲ νοητὸν ἐστὶν ὅπως οὐκ ἔστι. καὶ Ἀριστοτέλης δὲ οὕτως ἐκτίθεται τὴν ἀπορίαν· “καί φασιν οὔτε γίνεσθαί τι τῶν ὄντων οὔτε φθείρεσθαι διὰ τὸ ἀναγκαῖον μὲν εἶναι γίνεσθαι τὸ γινόμενον ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος, ἐκ δὲ τούτων ἀμφοτέρων ἀδύνατον εἶναι· οὔτε γὰρ τὸ ὂν γίνεσθαι· εἶναι γὰρ ἤδη· ἔκ τε μὴ ὄντος οὐθὲν ἄν γενέσθαι· ὑποκεῖσθαι γάρ τι δεῖ”. τίς οὖν ἐστιν ὁ εἰς τοῦτο ἀπάγων τὸ ἄτοπον εἰς τὸ μὴ ὂν μεταβεβληκέναι εἰς τὸ ὄν; ὅλως δέ, εἰ, καθὸ γίνεται τῶν γινομένων ἕκαστον, ὡς αὐτός φησιν, οὐδαμῶς ὂν πρότερον εἰς τὸ εἶναι παρήχθη, τί κωλύει, κἂν μὴ καθὸ γίνεται ἔστι, γίνεται δὲ κατὰ τὴν μορφήν, ἀλλὰ κατὰ τὸ ὑποκείμενον εἶναι, ὡς ὁ λίθινος Ἑρμῆς κατὰ μὲν τὴν μορφὴν οὐκ ἔστιν πρὸ τοῦ γενέσθαι, κατὰ δὲ τὸν λίθον ἔστι; πειρᾶται δὲ διὰ πολλῶν δεικνύναι, ὅτι τὰ ἀμέσως ὑπὸ Θεοῦ γινόμενα οὐκ ἐξ ὑποκειμένου τινὸς γίνεται προϋπάρχοντος, ἀλλὰ μετὰ τοῦ ὑποκειμένου τὸ εἶδος. καὶ εἴθε γε ἐνόει, τί σημαίνει τὸ ἀμέσως ὑπὸ τοῦ δημιουργοῦ θεοῦ γίνεσθαι· οὐ γὰρ ἄν, οἶμαι, ταύταις ταῖς περὶ τοῦ οὐρανοῦ βλασφημίαις περιεπεπτώκει. καὶ γὰρ καὶ ἡμεῖς οὔτε ἐκ ταὐτομάτου οὔτε ὑπ’ ἄλλης τινὸς αἰτίας τὸ ὑποκείμενον τῷ δημιουργῷ παρασκευασθῆναί φαμεν, ἀλλ’ ἅμα τῷ εἴδει καὶ τὸ ὑποκείμενον, εἴ τί ποτε ἔστι, τοῦ οὐρανοῦ τὸν δημιουργὸν θεὸν ἀμέσως παραγαγεῖν λέγομεν, οὐ μέντοι διὰ γενέσεως οὐδὲ ὡς πρότερον μὴ ὄντα ὕστερον γενέσθαι, ἀλλὰ διὰ τὴν ἀγαθότητα τοῦ θεοῦ ὑπ’ αὐτοῦ παραγόμενον αὐτῷ τῷ εἶναι τὸν θεὸν καὶ οὐ τῷ ἄλλοτε ἀλλοῖα προαιρεῖσθαι καὶ ἐνεργεῖν2 ἀεὶ τῆς ἀγαθότητος αὐτοῦ καὶ τῆς τοῦ εἶναι διαιωνίου διαμονῆς ἐξηρτῆσθαι, ὥσπερ οὗτοι τὸν Υἱὸν λέγειν εἰώθασιν.3 οὐ γὰρ δυνατὸν θεὸν γόνιμον καὶ δημιουργὸν ἄπρακτον καὶ ἀργὸν εἶναί ποτε, ὥσπερ οὐδὲ ἥλιον μὴ φωτίζοντα οὐδὲ πῦρ μὴ θερμαῖνον, καὶ οὔπω γένεσις καὶ φθορὰ κατὰ ταύτην ἀνεφάνη τὴν ὑπόστασιν. ἔνθα δὲ τὸ πρότερον μὴ ὂν ὕστερον ἔστιν, εἰ μηδεμίαν ἔχει προηγουμένην ἐπιτηδειότητα, τί δήποτε τότε προῆλθεν ἀλλὰ μὴ ἄλλοτε; ἢ ὥσπερ χρόνον ἔχει προηγούμενον τοῦ χρόνου τῆς εἰς τὸ εἶναι ἐκφάνσεως, καὶ συνεχής ἐστιν οὗτος ἐκείνῳ καὶ τέτακται μετ’ ἐκεῖνον; κἂν εἴπῃ τις· διὰ τί ἡ σήμερον ἡμέρα νῦν ἐξεφάνη; ἕτοιμον εἰπεῖν, ὅτι ταύτην ἔλαχεν ἐν τῷ ὅλῳ χρόνῳ τὴν τάξιν τῶν μὲν προηγουμένων αὐτῆς, τῶν δὲ ἑπομένων. οὕτως καὶ τὸ ἐν τῷ παρόντι χρόνῳ γινόμενον ἔχει προηγούμενα καὶ ἑπόμενα, ἐξ ὧν τε γίνεται καὶ εἰς ἃ μεταβάλλεται· καὶ γὰρ ἡ κίνησις τῶν οὐρανίων, ὑφ’ ἧς προσεχῶς ἐπιτελεῖται, καὶ προηγουμένην ἔχει τινὰ καὶ ἑπομένην αὐτῇ, καὶ διὰ τοῦτο οὔτε πρότερον οὔτε ὕστερον ἀλλὰ νῦν γίνεται καὶ νῦν φθείρεται τὰ τοιαῦτα· ὡς, εἴ γε ἐκ τοῦ μὴ ὄντος ὑφίστατο καὶ εἰς τὸ μὴ ὂν ἐφθείρετο, οὐκ ἄν τις, οἶμαι, τὴν αἰτίαν εἶχεν ἀποδοῦναι τοῦ νῦν ἀλλὰ μὴ πρότερον.
因此,他[论敌]企图证明宇宙是由非存在建立起来的;或许他亦将对此的论证推移到了驳斥普罗克洛的著作中,但他还是提出了反对的论点并试图加以解决,说:“因为他们说,如果某物是从全然非存在之物中生成的,就会得出非存在存在的结论;因为它已转化为了存在。但是,”他说,“如果有人按照这种方式,如同从木材中制成船只那样,说生成之物是从非存在中生成的——即非存在本身作为生成之物的载体并转化为它——那么确实会得出非存在存在的结论。然而我认为,”他说,“没有人心智缺失到会如此设定从非存在中的生成,而是说:生成之物的每一者,就其生成而言,此前绝非存在,却被引向了存在。”在这些话中,要么是我全然未能理解此人所说之意,要么是他显然未加领会地听闻了古人的论说。因为没有人把从非存在中的生成归结为“非存在存在”这一荒谬结论,而是归结为:由于非存在的软弱无能,绝不可能有任何东西从非存在中生成。因为他们认为生成之物既是从载体中生成、又是由于动力因生成的,因而理所当然地认为,无论作为元素还是作为动力因,都绝无任何东西从非存在中生成。事实上就我们耳闻所知第一个提出这一论证的巴门尼德,在诗行中关于存在之非生成写下了如下文字:“你将为它寻求何种生殖?它以何种方式、从何处生长?我绝不容许你说出或思索它是从非存在中生长的;因为说它不存在是既不可言说亦不可思索的。”而亚里士多德亦是这样陈述该疑难的:“他们说,存在者中没有任何东西生成或消灭,因为生成之物必然要么从存在者生成,要么从非存在中生成,而从这两者[生成]都是不可能的;因为存在者并不生成——因为它早已存在——而从非存在中亦不可能生成任何东西——因为必须有某种载体存在。”那么,把论辩归结为“非存在已转化为存在”这一荒谬结论的人究竟是谁呢?总的说来,正如他自己所言,即使生成之物的每一者就其生成而言此前绝非存在、却被引向了存在,那么究竟有什么妨碍它即使就其生成而言不存在——而它是依据形式生成的——却依据载体存在呢?就像石制赫耳墨斯像在生成之前就形式而言并不存在,但就石头而言却是存在的。 他又试图通过许多论证来表明,直接由神生成之物并非从某种预先存在的载体中生成,而是形式与载体一同生成。但愿他能懂得直接由造物主神生成究竟意味着什么;因为我想,那样他就不会陷入对天的这些亵渎中了。因为我们亦不说载体是出于偶然或由其他某种原因而为造物主备好的,而是说造物主神连同形式一道直接引出了天的载体——若存在某种载体的话;然而绝非通过生成,亦非如同此前不存在者后来生成那样,而是由于神之善,因神自身之存在——而非因他在不同时间作出不同的决意与活动——由他引出,并且始终依存于他的善以及他存在的永恒持存,正如他们习惯于就圣子所言的那样。因为多产的造物主神绝不可能一度处于无所作为与闲散之中,正如太阳不可能不照亮、火不可能不加热一样;而在这样的成立方式中,生成与消灭尚未显现。然而在先前不存在而后来存在之处,如果它没有任何预先的适合性,究竟为何在此时出现而非在其他时间?难道它是如同拥有先于显现为存在的时间,且这个[时间]与那个[时间]相连续并排列在那个[时间]之后吗?若有人问:“为何今日在此时显现?”人们随时可以回答说:“因为它在整个时间中获得了这一序列,有些时间在它之前,有些时间在它之后。”同样,在现时生成之物亦有先行者与后继者,即它从之生成之物与它转化为之物。因为天体运动——〔生成之物〕由之直接完成——亦具有在它之前的运动和在它之后的运动,正因如此,此类事物不是在较早或较晚、而是在现时生成并于现时消灭;以至于如果它们确实从非存在中建立起来并消灭于非存在,我想任何人皆无法给出它们为何是在现时而非较早的这一原因。
- 1.29οὔτ’ ἐκ μὴ ἐόντος ἐάσσω φάσθαι σ’ οὐδὲ νοεῖν
动词 ἐάσσω(ἐάω 的史诗将来时)后接宾格加不定式结构(σὲ φάσθαι οὐδὲ νοεῖν),意为“我不容许你说出或思索”。介词短语 ἐκ μὴ ἐόντος 依赖于承前省去的生长或生成类不定式(呼应前句中的 πῇ πόθεν αὐξηθέν)。
- 1.29αὐτῷ τῷ εἶναι τὸν θεὸν καὶ οὐ τῷ ἄλλοτε ἀλλοῖα προαιρεῖσθαι καὶ ἐνεργεῖν
带冠词的与格不定式 τῷ εἶναι 与 τῷ προαιρεῖσθαι καὶ ἐνεργεῖν 构成对比,充当方式/原因与格,修饰分词 παραγόμενον:“因神自身之存在[而被引出],而非因他在不同时间作出不同的决意与活动”。前一不定式的逻辑主语是宾格 τὸν θεόν。
- 1.29ὥσπερ οὗτοι τὸν Υἱὸν λέγειν εἰώθασιν
οὗτοι(“他们”)指代基督徒(具体指论敌菲洛波诺斯及其同道)。辛普里丘援引他们关于圣子从圣父受生是永恒的、而非时间性生成的教义(“受生而非被造”),以此类比天与宇宙直接由神引出亦应理解为一种永恒的依存关系,而非时间性的无中生有。
