- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:134.20-136.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘驳斥了论敌关于天体与月下物体拥有同一种质料的主张,指出若如此二者便应相互转化;他进而揭露了将第一质料等同于三维广延的内在矛盾,捍卫了亚里士多德关于天仅具有位移质料的学说。
πῶς δὲ τάδε γράφων “τί οὖν θαυμαστόν, ὥσπερ ταῖς μυρίαις τῶν ὑπὸ σελήνην ἰδέαις μία καὶ ἡ αὐτὴ ὑποκεῖσθαι ὕλη ὁμολογεῖται ἐπιτηδείως πρὸς πάντα τὰ εἴδη ἔχουσα, ὡς ἡ εἰς ἄλληλα πάντων μεταβολὴ δείκνυσιν, οὕτω δὴ καὶ τὰς τῶν οὐρανίων ἰδέας τὴν αὐτὴν ὕλην πεφυκέναι δέχεσθαι” οὐκ ἐνενόησεν,1 ὅτι, εἴπερ ἡ αὐτὴ ὕλη τῶν οὐρανίων καὶ τῶν ὑπὸ σελήνην ἐστὶ καὶ τῶν αὐτῶν εἰδῶν ἐστι δεκτική, καὶ μεταβάλλειν ἔδει πάντως εἰς ἄλληλα; καίτοι, κἂν πάντα τολμηρῶς φθέγγεται καὶ ἀπερισκέπτως, οὐκ οἶμαι τοῦτο ἂν εἰπεῖν αὐτόν, ὅτι τὰ οὐράνια καὶ τὰ ὑπὸ σελήνην εἰς ἄλληλα μεταβάλλοι· εἰ δὲ λέγοι τὰ ἄνω κάτω φανταζόμενος, μεθύειν εἰκότως ἂν παρὰ τῶν νηφόντων νομίζοιτο. καὶ γὰρ καὶ ἤδη πολλάκις ἐχρῆν μεταβεβληκέναι, εἴπερ ἡ αὐτὴ οὖσα ὕλη ὁμοίως εἶχεν ἑκατέρωθι πρὸς τὸ μηδὲ ἐπ’ ὀλίγον στέγειν τὰ ἐγγινόμενα αὐτῇ εἴδη. τὸ δὲ νομίζειν τὸ ἐν τοῖς οὐρανίοις τριχῇ διαστατὸν μηδὲν τοῦ παρ’ ἡμῖν διαφέρειν, διότι τριχῇ διαστατὸν ἑκάτερον, πόσης ἐστὶ παχύτητος λογισμοῦ; οὕτως γὰρ οὐδὲ ἡ οὐσία τῆς οὐσίας καθὸ οὐσία οὐδὲ τὸ φῶς τὸ ἡλιακὸν τοῦ ἐνταῦθα καθὸ φῶς. ἀλλ’ ἐπιλήσμων, ὡς ἔοικεν, εἰμὶ καὶ βραδὺς ἐπιλαθόμενος, ὅτι γυμνῇ κεφαλῇ πρότερον ἔλεγεν οὗτος ταὐτὸν εἶναι τὸ τοῦ ἡλίου φῶς τῷ τῆς πυγολαμπίδος. πῶς οὖν αὐτῷ ταῦτα ὡς ἄτοπα παρατίθημι; ἀλλὰ πρὸς ἐκεῖνό γε οὐκ οἶδα ὅπως ἕξει τὸ καὶ τὴν ἀτιμοτάτην τῶν ἐνταῦθα οὐσιῶν καθὸ οὐσία λέγειν τῆς τοῦ δημιουργοῦ μηδὲν διαφέρειν ἢ τό γε ὂν τοῦτο τοῦ ἐκεῖ ὄντος. ἢ τάχα καὶ πρὸς τοῦτο ἀπερυθριάσει ὁ τὰ θεῖα καὶ τὰ ἀνθρώπινα εἰς μίαν Μύκωνον συγκυκῶν; ἐπειδὴ δὲ σπουδάζει δεικνύναι καὶ κατὰ Ἀριστοτέλην τὸν οὐρανὸν ἔνυλον ἐντεῦθεν αὐτὸν γενητὸν καὶ φθαρτὸν ἀποδειχθήσεσθαι προσδοκῶν, ἀκουσάτω τῶν ὑπ’ ἐμοῦ πρὸ ὀλίγου παρατεθέντων, ἐν οἷς εἶπεν, ὅτι οὐ τοιαύτην ὕλην ἔχει ὁ οὐρανός, οἵαν τὰ ἐν γενέσει, ἀλλὰ μόνον κινητὴν κατὰ τόπον. προγινώσκων δέ, ὡς ἔοικεν, Ἀριστοτέλης τὰς τῶν οὕτως ἐπιπολαίων ἀνθρώπων παρακοὰς μετ’ ὀλίγα τῶν πρότερον ὑπ’ ἐμοῦ παρατεθέντων τάδε γέγραφεν· “οὐδὲ παντὸς ὕλη ἐστίν, ἀλλ’ ὅσων γένεσίς ἐστι καὶ μεταβολὴ εἰς ἄλληλα· ὅσα δὲ ἄνευ τοῦ μεταβάλλειν ἐστὶν ἢ μή, οὐκ ἔστι τούτων ὕλη”. κἂν λέγῃ οὖν ἐν τῇ Περὶ οὐρανοῦ τὸν οὐρανὸν ἔνυλον εἶναι, ὡς καθ’ ἕκαστα αὐτὸν καὶ αἰσθητὸν λέγει, οὐ μέντοι ὡς τὴν τοῖς γενητοῖς καὶ φθαρτοῖς ὑποκειμένην ὕλην ἔχοντα, ἀλλὰ μόνον τὴν κατὰ τόπον κινητήν· σαφῶς γὰρ τοῦτο διώρισεν. “ἀλλ’ εἰ διαφέρει, φησίν, ἡ οὐρανία ὕλη τῆς ὑπὸ σελήνην, σύνθετοι ἔσονται αἱ ὗλαι ἔκ τε τῆς κοινῆς αὐτῶν φύσεως καὶ τῶν ἐν ταύτῃ διαφορῶν”. τοῦτο δὲ εἶπε κατ’ εἶδος μόνον γίνεσθαι νομίζων τὰς διαφοράς, τὴν δὲ κατὰ ὕφεσιν,2 καθ’ ἣν ὡς ἀφ’ ἑνὸς διαφέρει τὰ προϊόντα, οὐκ ἐννοεῖ· καίτοι κατὰ ταύτην πάσης ἰδιότητος αὐτῆς καθ’ αὑτὴν ἡ πρόοδος ἐπιτελεῖται. ἐπειδὴ δὲ δυσχεραίνων φαίνεται πρὸς τὴν ἀσώματον ὕλην καὶ ἀποδεδειχέναι φησὶν ἐν τῷ ἐνδεκάτῳ λόγῳ τῶν ἐλέγχων τῶν πρὸς τὰ Πρόκλου, ὅτι ἀδύνατόν ἐστι τὴν μυθευομένην ἀσώματον καὶ ἀνείδεον ὕλην εἶναι, ἀλλ’ εἰς ἔσχατον τὸ τριχῇ διαστατὸν ἀναλύεται τὰ σώματα, τοῖς μὲν ἐκεῖ κεκομπασμένοις αὐτῷ οὔτε ἐνέτυχον οὔτε ἡδέως ἂν ἐντύχοιμι πλατέσι φληνάφοις, ὁπότε καὶ νῦν οὐκ οἶδα ὅπως τὰ Περὶ οὐρανοῦ τοῦ Ἀριστοτέλους σαφηνίσαι προθέμενος εἰς τὴν Αὐγέου κόπρον ἐμπέπτωκα. λέγω δὲ ὅμως καὶ πρὸς τὴν αὐθάδη περὶ τῆς ὕλης ἀπόφασιν, ὡς, εἰ τὸ τριχῇ διαστατόν ἐστιν ἡ πρώτη ὕλη,3 καθὸ μὲν ὕλη, οὐδὲν αὐτῇ τῶν φυσικῶν εἰδῶν ὑπάρχει κατ’ οὐσίαν οὔτε σχῆμα οὔτε μέγεθος οὔτε ἀριθμὸς οὔτε χρῶμα, καθὸ δὲ τριχῇ διαστατόν ἐστι, καὶ πεπερασμένον δηλονότι· οὐ γὰρ ἄπειρον· καὶ μέγεθος ὡρισμένον ἔχει καὶ σχῆμα καὶ χρῶμα κατὰ τὴν ἐπιφάνειαν καὶ εἴδεσιν καὶ ἀριθμοῖς διακεκόσμηται. πῶς οὖν δυνατὸν τἀναντία συναληθεύειν ἐπὶ τῆς ὕλης, λεγέτω καὶ μὴ δεκάδας λόγων ἐπιγράφων τοὺς ἀνοήτους καταπληττέτω. καὶ ἦν μὲν πρὸς τοῦτο τὸ δόγμα πολλὰς ἤδη παρασχὸν εὐθύνας πολλὰ λέγειν ἐπιχειρήματα παλαιά τε καὶ νέα, ἀρκεῖ δὲ καὶ τούτῳ καὶ τὸ εἰρημένον, εἴπερ συστρέφοιτο ζητεῖν μᾶλλον τὴν ἐν τοῖς ἀπορωτέροις τῶν λόγων ἀλήθειαν ἤπερ ἀπερισκέπτως τὸ ἐπιὸν ἀποφαίνεσθαι. ἀλλὰ μέχρι τούτων, ὥς φησι, τοὺς ἀγένητον εἶναι τὸν κόσμον κατασκευάζοντας τοῦ Ἀριστοτέλους λόγους ἤλεγξεν, ὡς ἤλεγξε, τοιαῦτα ληρήσας· ὁμολογεῖ δέ, ὅτι ἐκ τῶν εἰρημένων τὸ ἐκ προϋπάρχοντος αὐτὸν τοῦ ὑποκειμένου γίνεσθαι οὐ διήλεγξε.
那么,他在写下如下文字时——“既然如大家所承认的那样,同一个质料作为月下无数形式的载体,适合于一切形式,正如万物彼此之间的转化所表明的那样,那么这同一个质料天生能接受天体的形式,又有什么值得奇怪的呢?”——怎么竟没有想到:如果天体与月下之物的质料确是相同的,且能接受相同的形式,那么它们在任何情况下岂不都必定相互转化吗?然而,即使他把一切都说得大胆而轻率,我想他大概亦不会说天体与月下之物会相互转化;但如果他神志颠倒地这样说,在清醒的人看来他理所当然会被视为醉了酒。因为如果这同一个质料在两处都同样无法哪怕在短时间内保全进入其中的形式,它们本来早已转化了许多次。而由于每一方都在三维上具有广延,便认为天体中的三维广延与我们身边的毫无差异,这显示了何等粗疏的思维!因为照此说来,实体作为实体亦不会与实体有别,太阳之光作为光亦不会与此地的光有别。然而我似乎健忘而愚钝,竟然忘了此人此前曾恬不知耻地声称太阳之光与萤火虫之光是相同的。那我为何还要把这些作为荒谬之事向他提出呢?但我不知道,对于把此地最卑下的实体作为实体而言说成与造物主的实体毫无差异,或者至少说此处的存在与那里的存在毫无差异,他将如何作态。或许这位把神圣之物与属人之物搅成同一个米科诺斯岛的人,面对此事亦会厚颜无耻吧? 既然他热衷于证明即使依据亚里士多德天亦是内在于质料的,并期望由此证明天是可生成且可消灭的,那么就让他听听我刚才引述的那些话,在其中亚里士多德说天并不具有生成之物所具有的那种质料,而仅具有在空间上可运动的质料。亚里士多德似乎预知了此类肤浅之人的误解,在我先前引述的文字之后不久便写道:“并非一切都有质料,而唯有那些具有生成以及相互转化之物才有质料;但凡无需转化而存在或不存在者,皆无质料。”因此,即使他在《论天》中说天是内在于质料的,他亦是将它作为具体的个体和感觉对象来说的,绝非指它具有作为可生成与可消灭之物载体的质料,而仅仅具有在空间上可运动的质料;因为他已清晰地对此作出了区分。 “但是,”他[论敌]说,“如果天体质料与月下质料有别,质料就将是由它们共有的自然本性与内在于其中的差异合成的了。”他说这番话,是因为以为差异仅仅依照形式产生,却没有考虑到伴随着减退的差异——依照这种差异,从一者发散出的诸事物彼此有所不同;然而一切特有属性自身的发散正是依照这种差异完成的。既然他似乎对非物体的质料感到反感,并声称自己在反驳普罗克洛论点的第十一篇论辩中已证明神话般的非物体且无形式的质料是不可能存在的,物体最终被分解为三维广延,那么对于他在那里夸口的大篇废话,我既未曾读到,亦不想高兴地去读,既然如今我本打算阐释亚里士多德的《论天》,不知怎的竟掉进了奥革阿斯的牛粪堆中。尽管如此,针对关于质料的这一狂妄论断,我还是要说:如果三维广延就是第一质料,那么作为质料而言,任何自然形式在本质上皆不属于它,无论是形状、大小、数量还是颜色;但作为三维广延而言,它显然亦是有限的——因为它并非无限——并且具有规定的大小、形状以及表面的颜色,并由形式和数量所装点。那么,相反的属性何以可能同时在质料上为真呢?让他来说说看吧,而不要通过标榜数十篇论说来威吓无知之辈。针对这一早已受过无数检视的学说,本来可以提出许多古今的论证,但若他肯收敛心神、在较深奥的论说中探求真理,而不是轻率地脱口而出,那么即便对他而言,仅上述所言亦已足够。然而到此为止,正如他所言,他在胡诌了这番话之后,就自以为反驳了亚里士多德确立宇宙非生成的那些论证;但他承认,根据上述所言,他并未反驳宇宙是从预先存在的载体中生成的这一点。
- 1.29πῶς δὲ τάδε γράφων ... οὐκ ἐνενόησεν
这是一个长句反问结构,主动词 οὐκ ἐνενόησεν(“他怎会没想到……”)统辖分词短语 γράφων(“在写下……时”),后者包含引文(τί οὖν θαυμαστόν... δέχεσθαι),其后接 ὅτι 引导的宾语从句(ὅτι, εἴπερ... ἔδει πάντως εἰς ἄλληλα)。
- 1.29τὴν δὲ κατὰ ὕφεσιν
承接前文的 κατ’ εἶδος μόνον γίνεσθαι νομίζων τὰς διαφοράς,此处承前省略了 διαφοράν。它指“伴随减退(或降级)的差异”,用以说明新柏拉图主义中从一者逐级发散下降的本体论差别。
- 1.29εἰ τὸ τριχῇ διαστατόν ἐστιν ἡ πρώτη ὕλη
在条件从句 εἰ... ἐστιν 下,两个相对从句 καθὸ μὲν ὕλη(“就其为质料而言”)与 καθὸ δὲ τριχῇ διαστατόν ἐστι(“就其为三维广延而言”)相互并列,后者引出表语 πεπερασμένον(“有限的”)以及各种规定性属性,构成一个论证相反属性荒谬地共存于质料之中的并列对比结构。
