← 辛普里丘

亚里士多德《论天》注释

§132.25-134.20

天体质料与生成消灭之欠缺的否定

辛普利丘论证道,即便天是自然物体,亦不意味着它具有涉及生成与消灭的欠缺,并批判论敌混淆月下质料与仅涉及位移的天体质料、企图以此推导天之可灭性的诡辩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.29#9

καὶ οὐ δέομαι τούτου τὴν πίστιν μηκύνειν ὁμολογοῦντος καὶ τοῦδε·1 ὅτι μέντοι καὶ φυσικὸν ὄντα οὐ βούλεται στέρησιν ἔχειν αὐτὸν ἀντικειμένην,2 ἐξ ἧς γίνεται καὶ εἰς ἣν φθείρεται, αὐτοῦ λέγοντος ἄκουσον, ὅτι ἡ φύσις αὐτὸν ἐξείλετο τῶν ἐναντίων· “ὀρθῶς γάρ, φησίν, ἔοικεν ἡ φύσις τὸ μέλλον ἔσεσθαι ἀγένητον ἐξελέσθαι ἐκ τῶν ἐναντίων· ἐν τοῖς ἐναντίοις γὰρ ἡ γένεσις καὶ ἡ φθορά”. ὅτι δὲ ταῖς Ἀριστοτέλους θέσεσιν ἀκολουθεῖν νομίζει τὸ γενητὸν καὶ φθαρτόν, δηλοῖ τῷ εἰπεῖν, ὅτι “οὗτος ὁ λόγος εἶναι μὲν πρὸ τῆς τοῦ κόσμου γενέσεως ὑποκείμενόν τι καὶ ὕλην ἀξιοῖ, οὐ μὴν ἄναρχον καὶ ἀγένητον εἶναι τὸν οὐρανὸν ἀναγκάσει, τοὐναντίον δὲ μᾶλλον γενητὸν καὶ φθαρτόν”. ἆρα οὖν οὕτως ἐπιπόλαιος ἦν Ἀριστοτέλης, ὡς στέρησιν ἀντικεῖσθαι τῷ οὐρανῷ νομίζων ἀίδιον ὅμως αὐτὸν ἀποδεικνύναι πειρᾶσθαι καὶ ἐκ τούτου ἀποδεικνύναι ἐκ τοῦ μὴ ἔχειν τι ἀντικείμενον; καὶ τί λέγω ταῦτα, ὅτε τὴν κυκλοφορίαν ἀίδιον ἀποδείξαντος αὐτοῦ οὗτος ὅμως νομίζει τῆς κύκλῳ κινήσεως στέρησιν αὐτὸν ὑποτίθεσθαι; εἰ δέ τις οὐχ ὡς κατὰ Ἀριστοτέλην λέγοντος ἀκούει, ἀλλ’ αὐτοῦ συλλογισμὸν προφέροντος τοιόνδε· ὁ οὐρανὸς φυσικός· τὸ φυσικὸν ἀντικειμένην ἔχει στέρησιν· ἀναγκαζέτω δεῖξαι τὸν ταῦτα λέγοντα, ὅτι πᾶν φυσικὸν εἶδος ἐν ὑποκειμένῳ τῇ ὕλῃ ὂν πάντως ἔχει στέρησιν ἀντικειμένην. τὸ μὲν γὰρ γινόμενον καὶ φθειρόμενον δηλονότι ἔχει· πόθεν δέ, ὅτι πᾶν φυσικὸν τοιοῦτον; οὐχὶ δὲ καὶ σαφῶς ὁ Ἀριστοτέλης καὶ ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως τὸ εἶδος καὶ τὴν στέρησιν ἀρχὰς εἶπεν οὐ πάντων τῶν φυσικῶν, ἀλλὰ τῶν γένεσιν ἐχόντων, γράφων οὕτως “πόσαι μὲν οὖν αἱ ἀρχαὶ τῶν περὶ γένεσιν φυσικῶν” καὶ δι’ ὅλου τοῦ λόγου τῶν γινομένων καὶ φθειρομένων καὶ ὅλως τῶν μεταβαλλόντων ταύτας ἀρχὰς τιθείς; καὶ ἐν τῷ δευτέρῳ δὲ βιβλίῳ τῆς αὐτῆς πραγματείας “καὶ ἡμῖν” φησί “τὰς πρώτας αἰτίας ζητητέον καὶ περὶ γενέσεως καὶ φθορᾶς καὶ πάσης τῆς φυσικῆς μεταβολῆς, ὅπως εἰδότες αὐτῶν τὰς ἀρχὰς ἀνάγειν πειρώμεθα τῶν γινομένων ἕκαστον”. ἀλλὰ καὶ τὴν πανουργίαν ἢ τὴν ἄνοιαν ὅρα τοῦ λόγου· ἐν γὰρ τοῖς τοιούτοις ἀπορῶ, πότερον ἄνοιαν ἢ πανουργίαν αἰτιατέον, καὶ τάχα ἀμφότερα μᾶλλον. δύο γοῦν προσαγαγὼν προτάσεις τὴν λέγουσαν, ὅτι φυσικῷ εἴδει ὁ οὐρανὸς εἰδοπεποίηται καὶ ἐνύλῳ, καὶ τὴν λέγουσαν, ὅτι τὸ φυσικῷ εἰδοπεποιημένον εἴδει στέρησιν ἀντικειμένην ἔχει, ταύτην μὲν ψευδῶς εἰλημμένην ὡς σαφῆ παρῆκεν, τὴν δὲ ἑτέραν τὴν λέγουσαν, ὅτι φυσικὸν καὶ ἔνυλον εἶδος ὁ οὐρανός ἐστι, καίτοι μὴ πάνυ ἀμφισβητουμένην διὰ πολλῶν πειρᾶται κατασκευάζειν3 ὑπὸ περιττῆς φρονήσεως ἀμφίβολα ποιῶν τὰ ὁμολογούμενα. οὐδὲν δὲ ἴσως κωλύει καὶ τὰ ἐν τούτοις αὐτοῦ λεγόμενα ἐπιδεῖν. “πάνυ γελοῖον, φησί, τὸ ἄυλον λέγειν τὸν οὐρανόν· οὐδὲ γὰρ νοητός ἐστιν, ἀλλ’ αἰσθητός”. δῆλον δέ, ὅτι οἱ ἄυλον λέγοντες αὐτὸν οὐχ ὡς νοητὸν ὄντα λέγουσιν ἄυλον, ἀλλ’ ὡς ὕλης ταύτης τῆς ἐν γενέσει καὶ φθορᾷ καὶ δεχομένης τὰ εἴδη καὶ ἀποβαλλούσης ὑπερανέχοντα. λέγει γοῦν ὁ Ἀριστοτέλης ἐν τῷ Η τῆς Μετὰ τὰ φυσικὰ ταῦτα· “περὶ μὲν οὖν τὰς φυσικὰς οὐσίας καὶ γενητὰς ἀνάγκη οὕτως μετιέναι, εἴ τις μέτεισιν ὀρθῶς· καὶ γὰρ αἴτιά τε ταῦτα καὶ τοσαῦτα, καὶ δεῖ τὰ αἴτια γνωρίζειν· ἐπὶ δὲ τῶν φυσικῶν μὲν ἀϊδίων δὲ οὐσιῶν ἄλλος λόγος. ἴσως γὰρ ἔνια οὐκ ἔχει ὕλην ἢ οὐ τοιαύτην, ἀλλὰ μόνον κατὰ τόπον κινητήν.” ἐπειδὴ γὰρ πανταχοῦ τὴν ὕλην ἀπὸ τῆς μεταβολῆς ἐθεάσατο, ἐν δὲ τῷ οὐρανῷ μόνην οἶδε τὴν κατὰ τόπον μεταβολήν, εἰκότως καὶ ὕλην μόνην αὐτῷ τὴν τοιαύτην ἀπολέλοιπεν. ἔοικε δὲ οὗτος ὕλην τὸ σῶμα νομίζων, ὃ δεύτερον ὑποκείμενον οἱ Περιπατητικοὶ καλοῦσι, πολλοὺς δαπανᾶν λόγους δεικνύναι σπουδάζων, ὅτι ἔχει σῶμα ὁ οὐρανὸς καὶ διὰ τοῦτο καὶ ὕλην. καίτοι τίς ἂν ἀμφιβάλοι σῶμα τὸν οὐρανὸν ἔχειν; οὐ μέντοι, εἰ τὸ σῶμα τοῦτό ἐστιν αὐτοῦ ἡ ὕλη, ἀνάγκη καὶ στέρησιν ἔχειν ἀντικειμένην, ὡς οὗτος οἴεται, καὶ γενητὸν εἶναι καὶ φθαρτόν· ἐκείνῃ γὰρ τῇ ὕλῃ σύνεστιν ἡ στέρησις τῇ τοῖς γενητοῖς καὶ φθαρτοῖς ὑποκειμένῃ. περιττὸν οὖν ἴσως πρὸς τούτους αὐτοῦ τοὺς λόγους ἀντιλέγειν, πλὴν ὅτι φαίνεται νομίζων, ἐπειδὴ τριχῇ διαστατὰ καὶ τὰ οὐράνια καὶ τὰ ὑπὸ σελήνην ἐστί, μηδὲν διαφέρειν ἀλλήλων, πολὺ ταῖς κοινότησι τῶν ὀνομάτων ἀποχρώμενος. τίς γὰρ ἂν εἴποι τῆς αὐτῆς φύσεως εἶναι τὸ οὐράνιον σῶμα τοῖς τῇδε;

既然此人自己亦承认这一点,我便无需拉长对此事的证明。然而,即便[天]是自然之物,[亚里士多德]亦无意让它拥有对立的欠缺——它由此生成并消灭于此——关于这一点,且听他自己所说:自然已将它从相反者中免除出去。“因为自然,”他说,“似乎正当地将注定非生成之物从相反者中免除出去;因为生成与消灭乃存在于相反者之中。”而他[论敌]认为生成与消灭符合亚里士多德的主张,这一点通过他声称“这一论辩固然要求在宇宙生成之前存在某种载体与质料,但它绝不会强迫天成为无开端且非生成的,相反倒更是〔强迫它成为〕可生成且可消灭的”而显露无遗。那么,亚里士多德难道竟如此肤浅,以至于一方面认为天存在对立的欠缺,另一方面却仍试图证明它是永恒的,且正是从它不具有任何对立者来证明这一点吗?而且,既然他[亚里士多德]已证明圆周运动是永恒的,而此人却仍以为他假设了圆周运动的欠缺,我何必多言这些呢?但若有人不是将此人听作依亚里士多德之见立论,而是听作他自己提出了如下的三段论——“天是自然的;自然之物具有对立的欠缺;[故天具有对立的欠缺]”——那么就让他强迫说出这些话的人证明:一切存在于作为载体的质料中的自然形式,皆必然具有对立的欠缺。因为生成与消灭之物具有欠缺是显而易见的;但凭什么说一切自然之物皆是如此呢?难道亚里士多德不亦在《物理学讲义》第一卷中明确指出形式与欠缺不是一切自然之物的本原,而仅仅是具有生成之物的本原吗?他写道:“那么关于生成的自然之物的本原究竟有多少”,并在通篇论说中将这些确立为生成与消灭之物、乃至总括而言一切变化之物的本原。在同一著作的第二卷中他亦说:“我们亦必须探寻关于生成与消灭以及一切自然变化的第一原因,以便在知晓其本原后,能尝试将每一生成之物归结于〔它们〕。”但且看这论辩的狡黠或愚蠢;因为在诸如此类的事情上,我真不知道该归咎于愚蠢还是狡黠,或许宁可说是二者兼有。总之,他提出了两个前提——一个声称天是由自然且内在于质料的形式赋予形式的,另一个声称由自然形式赋予形式者皆具有对立的欠缺——他将后者这被错误认定的前提当作不言自明而略过,而对于声称天是自然且内在于质料的形式的另一前提,虽完全未被争议,他却凭借多余的聪明,试图通过冗长的论证来确立,使公认之事变得疑窦丛生。不过,审视他在这些问题上所说的话或许亦无妨。“声称天是无质料的完全是可笑的,”他说,“因为它不是心智对象,而是可感觉对象。”但显而易见的是,那些称天为无质料的人,并非因其为心智对象而称其为无质料,而是因其超越了这处于生成与消灭之中、接受并抛弃形式的质料。亚里士多德在《形而上学》第八卷中无论如何是这样说的:“因此,关于自然且可生成之实体,若要正确探求,便必须如此探求;因为原因既是这些且有如此之多,人们亦必须认识这些原因;但对于自然而永恒的实体,则有另一种论说。因为某些实体或许没有质料,或者不具有此类质料,而仅仅具有在空间上可运动的质料。”因为他既然处处从变化来考察质料,而在天之中仅认出空间上的变化,他理所当然地仅为天留下了此类[关于位移的]质料。但此人似乎将漫步学派称为第二载体的物体视为质料,因而热衷于花费大量篇幅来证明天具有物体,并因此亦具有质料。然而,谁会怀疑天具有物体呢?不过,即使这物体是它的质料,亦并非必然如这人所认为的那样具有对立的欠缺,并因而是可生成且可消灭的;因为欠缺乃是伴随着作为可生成与可消灭之物的载体的那种质料的。因此,反驳他的这些言论或许是多余的,除了一点:他似乎认为,既然天体与月下之物皆在三维上具有广延,二者便毫无差别,这大肆滥用了名称的共通性。因为谁会说天体与此地的物体具有相同的自然本性呢?

语法注3 条
  1. 1.29τούτου τὴν πίστιν μηκύνειν ὁμολογοῦντος καὶ τοῦδε

    τούτου 为修饰 τὴν πίστιν 的客观属格(“对此事的证明”)。ὁμολογοῦντος καὶ τοῦδε 为属格独立结构,主语 τοῦδε 指代论敌(斐洛庞奴斯)(“既然此人亦承认”)。τὴν πίστιν 则作不定式 μηκύνειν 的直接宾语。

  2. 1.29ὅτι μέντοι καὶ φυσικὸν ὄντα οὐ βούλεται στέρησιν ἔχειν αὐτὸν ἀντικειμένην

    在 ὅτι 从句中,主动词 οὐ βούλεται 的主语为亚里士多德。καὶ φυσικὸν ὄντα 为具有让步意义的分词,与不定式 ἔχειν 的主格宾语(逻辑主语)αὐτόν(天)在性数格上保持一致,结构为“即使天是自然之物,亚里士多德亦无意让它拥有对立的欠缺”。

  3. 1.29ταύτην μὲν ψευδῶς εἰλημμένην ὡς σαφῆ παρῆκεν, τὴν δὲ ἑτέραν ... πειρᾶται κατασκευάζειν

    承接前文 δύο προτάσεις(两个前提)的对比句式。ταύτην 指代后者(即被错误认定的前提:“凡由自然形式赋予形式者皆具有对立欠缺”),作 παρῆκεν(略过)的宾语;与之相对的 τὴν δὲ ἑτέραν 则指代另一前提(“天是自然且内在于质料的形式”),作 πειρᾶται κατασκευάζειν(试图确立)的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:132.25-134.20