← 辛普里丘

亚里士多德《论天》注释

§131.2-132.25

关于自然形式与欠缺的菲洛波诺斯批判

辛普里丘总结了对菲洛波诺斯诸异议的瓦解,谴责其恶意曲解狄米斯提乌斯以对抗亚里士多德。随后,他引述了菲洛波诺斯声称一切自然形式皆具对立欠缺故而天亦必可生成消灭的论证,并质问其亚里士多德究竟在何处确立过此类前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.29#8

τὸ δὲ ἀφώτιστον τί ἄλλο ἐστὶν ἢ τὸ ἐσκοτισμένον, εἴπερ ἀπουσία φωτὸς ὁ σκότος ἐστίν, ὡς καὶ τούτῳ δοκεῖ καὶ ἀποδεδειχέναι φησὶν αὐτὸ οὐκ οἶδα ὅπου, ὥστε καί, ὅταν ἐκ τοῦ μεθ’ ἡμέραν πεφωτισμένου ἀέρος παρατριβέντος ἐξάπτηται πῦρ, πεφωτισμένον ἐκ τοῦ ἐσκοτισμένου δηλονότι κατὰ τὴν αὑτοῦ φύσιν γέγονεν ἀέρος, ἀλλ’ οὐκ ἀπὸ δρυὸς οὐδὲ ἀπὸ πέτρης οὐδὲ ἀπὸ τοῦ πάντη μὴ ὄντος, ὡς οὗτος νομίζει, μεταβολὴν γεγενῆσθαι δυνατόν· ἡ γὰρ μεταβολὴ μετάβασίς ἐστιν ἀπ’ ἄλλου εἰς ἄλλο. ὅταν δὲ κατὰ σῆψίν φησιν ἀέρος γίνεσθαι ζῷα ποικίλα χρώματα ἔχοντα καὶ χυμῶν διαφορὰς καὶ ζητεῖ, ἐκ ποίων ἐναντίων ἐγένετο ταῦτα τοῦ ἀέρος μὴ ἔχοντος, πόσου ἂν ἄξιος εἴη1 μηδὲ ταῦτα συνἰδεῖν δυνατὸς ὤν, ὅτι ἀὴρ ἁπλοῦς καὶ καθαρὸς οὔτε σήπεσθαι δύναται καθ’ ἑαυτὸν οὔτε ζῷα τοιαῦτα μόνος ἀπογεννᾶν; ἀλλ’ ὅταν ἐκ τῶν περὶ γῆν ἀναθυμιάσεων συμπεφυρμένων ἐκ τῶν τεσσάρων στοιχείων πλησθῇ, τότε ἐκ τούτων καὶ σηπεδὼν ἐν ἐκείνῳ συνίσταται τῷ τόπῳ καὶ ζῴων τοιούτων γένεσις. ταῦτα μὲν οὖν ἀρκείτω πρὸς τὴν τῶν ἐνστάσεων αὐτοῦ διάλυσιν. τάχα δὲ οὐδὲ ἐδεῖτο τῶν ἐμῶν λόγων σαφῶς αὐτὸς ἐπ’ αὐτῆς λέξεως ὁμολογήσας, ὅτι ὁ Ἀριστοτέλους λόγος ὁ λέγων τὰ γινόμενα ἐξ ἐναντίων γίνεσθαι ἐπὶ εἴδους καὶ στερήσεως τῆς γενικωτάτης ἀντιθέσεως ἀληθεύσει, οὐκέτι δὲ πάντως ἐπὶ τῶν λοιπῶν ἐναντιώσεων. τὸ δὲ ἐφεξῆς τούτῳ ῥηθὲν2 κακοσχόλως τὸν Θεμίστιον πρὸς τὸν Ἀριστοτέλην συνέκρουσε. καὶ αὐτὸς γάρ, φησίν, ὁ Θεμίστιος, δι’ ὧν εἰς τὰ κατ’ εἶδος καὶ στέρησιν ἀντικείμενα τὴν τῶν ἐναντίων προσηγορίαν μετείληφεν, ἠρέμα πως, ὡς οὐκ ἀληθὴς ἡ Ἀριστοτέλους ὑπόθεσις, ἡμᾶς ἐδίδαξε. καίτοι γε ὁ Θεμίστιος εἰδὼς τὰ ἐν τῇ Φυσικῇ ἀκροάσει ῥηθέντα, εἰς ἃ καὶ τοῦτον ἀνέπεμψε τὸν λόγον ὁ Ἀριστοτέλης, εἰκότως εἶπεν, ὅτι καθόλου λαμβάνει ὁ Ἀριστοτέλης τὸ ἐξ ἐναντίου καὶ εἰς ἐναντίον τὴν γενικωτάτην λαμβάνων ἐναντίωσιν εἴδους καὶ στερήσεως. ἀλλ’ οὗτος ἐγίνωσκε τοῖς ἀπὸ τριόδου γράφων, διὸ μηδὲ ἀναγνούς, οἶμαι, ἤ, εἰ ἀνέγνω, μὴ συνεὶς τὰ ἐν Φυσικοῖς περὶ γενέσεως ῥηθέντα πρὸς τὸ τῶν ἐναντίων ὄνομα φλυαρίαν ἐξέπτυσε τοσαύτην τὸ πλῆθος ἀρκεῖν νομίσας αὐτοῦ τοῖς ἀκροαταῖς εἰς κατάπληξιν. ἀλλ’ ἐπειδὴ κενοδόξως ἀλλ’ οὐ φιλομαθῶς “συγκεχωρήσθω”3 φησίν “ἐναντία καλεῖν ἐνταῦθα τὸν Ἀριστοτέλην τὸ εἶδος καὶ τὴν στέρησιν, καὶ πᾶν τὸ γινόμενον ἐκ τῆς οἰκείας στερήσεως γίνεσθαι, ὥσπερ οὖν καὶ τὸ φθειρόμενον ἐκ τοῦ εἴδους ἀνακάμπτειν ἐπὶ τὴν στέρησιν” καὶ ταῦτα εἰπὼν ἐκ τούτων νομίζει δεικνύναι, ὅτι καὶ ὁ οὐρανὸς γενητὸς καὶ φθαρτὸς κατὰ τὸν Ἀριστοτέλην φανήσεται, ἴδωμεν αὐτοῦ τὰς θαυμασίας ἐπιβολὰς καὶ ταύτας, ἐκ ποίων ἐναργῶν ἀξιωμάτων συνάγει τὰ σπουδαζόμενα. “παντί, φησιν, εἴδει φυσικῷ ἐν ὑποκειμένῳ καὶ ὕλῃ τὸ εἶναι ἔχοντι ἔστι πάντως ἀντικειμένη στέρησις, ἐξ ἧς καὶ γέγονεν καὶ εἰς ἣν φθειρόμενον ἀναλύεται· καὶ ὁ οὐρανὸς δὲ καὶ ὁ πᾶς κόσμος φυσικῷ εἴδει εἰδοπεποίηται, ὥστε ἕξουσι καὶ οὗτοι στέρησιν, ἐξ ἧς γεγόνασι καὶ εἰς ἣν φθείρονται· ὡς γὰρ ὁ ἄνθρωπος ἐξ οὐκ ἀνθρώπου γίνεται καὶ ἡ οἰκία ἐξ οὐκ οἰκίας, καὶ ἁπλῶς εἰπεῖν τῶν φυσικῶν τε καὶ τεχνητῶν εἰδῶν ἕκαστον ἐξ οὐ τοιοῦδε λαμβάνει τὴν γένεσιν, καὶ ὁ οὐρανὸς ἄρα φυσικὸν καὶ αὐτὸς εἶδος ὑπάρχων ἐξ οὐκ οὐρανοῦ γέγονεν καὶ ὁ κόσμος ἐξ οὐ κόσμου. οὗτος δὲ ὁ λόγος εἶναι μὲν ἴσως, φησί, πρὸ τῆς τοῦ κόσμου γενέσεως ὑποκείμενόν τι καὶ ὕλην ἀξιοῖ, ἐν ᾧ ἡ τοῦ οὐρανοῦ καὶ τοῦ κόσμου στέρησις ὑπῆρχεν, ἐξ οὗ μεταβεβληκότος γεγονέναι τὸν οὐρανὸν καὶ τὸν κόσμον, οὐ μὴν ἄναρχον καὶ ἀγένητον εἶναι τὸν οὐρανὸν ἀναγκάσει, ὅπερ ὁ φιλόσοφος δεῖξαι προὔθετο, τοὐναντίον δὲ μᾶλλον γενητόν τε καὶ τοῦ εἶναι ἀρχὴν ἔχοντα.” ταῦτα καὶ αὐτῇ λέξει τούτου λέγοντος ἐρωτᾶν αὐτὸν ἄξιον, ἐπειδὴ ὡς Ἀριστοτέλει δοκοῦντα λέγει, ποῦ τὸν Ἀριστοτέλην δείκνυσι λέγοντα, ὅτι παντὶ φυσικῷ εἴδει πάντως ἐστὶν ἀντικειμένη στέρησις, ἐξ ἧς γίνεται καὶ εἰς ἣν φθείρεται. ὅτι μὲν γὰρ φυσικὸν σῶμα λέγει τὸν οὐρανὸν καὶ φυσικὴν κίνησιν τὴν κύκλῳ κινούμενον, πρόδηλον· “πάντα γὰρ τὰ φυσικά, φησί, σώματα καὶ μεγέθη καθ’ αὑτὰ κινητὰ λέγομεν εἶναι κατὰ τόπον· τὴν γὰρ φύσιν κινήσεως ἀρχὴν εἶναί φαμεν ἐν αὐτοῖς· πᾶσα δὲ κίνησις, ὅση κατὰ τόπον, ἣν καλοῦμεν φοράν, ἢ εὐθεῖα ἢ κύκλῳ ἢ ἐκ τούτων μικτή”.

既然如这人所认为且自称已在不知何处证明的那样,黑暗是光的缺失,那么未受照亮者除却被幽暗化者之外还能是什么呢?因此,即使当白天受照亮的空气因摩擦而点燃火时,受照亮的[火]显然亦是从依自身本性而言被幽暗化的空气中生成的,而不可能“从橡树或从岩石”,亦不可能如这人所认为的那样从全然非存在之物发生变化;因为变化是从一物向另一物的过渡。当他声称由于空气腐败而生成具有丰富色彩和滋味差异的动物,并追问既然空气并不具有这些,它们又是从何种相反者生成时,连单纯而纯净的空气依其自身既不能腐败、亦不能独自产生此类动物这一点都无法洞察的他,该受何等责难呢?相反,每当[空气]充满着大地周围由四元素混杂而成的蒸气时,那时从这些之中,腐败才在该处形成,此类动物的生成亦才得以发生。那么,关于瓦解他的异议,这些便已足够。或许根本不需要我的辩驳,因为他本人已字字句句明确承认:亚里士多德声称生成之物从相反者生成的论说,在作为最普遍对立的形式与欠缺上是真实的,但在其余各种相反上则不再完全有效。而他紧接着所说的话,则恶意挑拨了狄米斯提乌斯与亚里士多德的对立。因为他说:“狄米斯提乌斯本人通过将相反者的称谓借用于依形式与欠缺而对立之物,亦在某种程度上暗中教导我们,亚里士多德的假说并非真实。”然而,狄米斯提乌斯深知《物理学》中所言之理(亚里士多德亦将这篇论说引向该处),因而理所当然地指出,亚里士多德乃是将“从相反者”与“向相反者”普遍化地理解,取的是形式与欠缺这一最普遍的相反对立。但此人深知自己是在为十字街头的庸众写作,因此,我想他甚至没有读过,或者即便读了,亦没有理解《物理学》中关于生成的论述,便针对“相反者”这一名称喷吐出如此之多的胡言乱语,自以为其数量之多足以震慑他的听众。然而,既然他出于虚荣而非求知之心说道:“权且承认亚里士多德在此将形式与欠缺称为相反者,且一切生成之物皆从其固有的欠缺生成,正如消灭之物亦从形式折回欠缺一样”,并在说了这些之后,自以为能由此证明依亚里士多德天亦将显现为可生成且可消灭的,那么就让我们来看看他的这些奇妙进击,看看他是从何等显明的公理推导其极力主张的结论的。他说:“对一切在载体与质料中具有存在的自然形式而言,皆必然存在着一个对立的欠缺,形式由此欠缺生成,并在消灭时分解为此欠缺;而天与整个宇宙皆由自然形式赋予其形式,故而它们亦将具有一个欠缺,它们由此欠缺生成,并消灭为此欠缺。因为正如人从非人生成,房屋从非房屋生成,简而言之,自然与人工形式的每一者皆从未具有此种形式者中获得生成,因此天自身作为一种自然形式,亦是从非天生成的,而宇宙是从非宇宙生成的。而这一论辩或许,”他说,“要求在宇宙生成之前存在某种载体与质料,天与宇宙的欠缺存在于其中,天与宇宙是由于这物质的变化而生成的;然而它绝不会强迫天成为无开端且非生成的——而这正是那位哲学家打算证明的——相反倒宁可〔强迫它成为〕可生成的,且具有存在的开端。”当他字字句句讲出这些话时,值得向他发问:既然他讲得仿佛这皆是亚里士多德的主张,那么他究竟在何处能表明亚里士多德曾说过,对一切自然形式而言皆必然存在着一个对立的欠缺,形式由此生成并消灭于此?因为他说天是自然物体,且做着圆周运动这一自然运动,这是显而易见的:“因为我们说,”他说,“一切自然物体与量度就其自身而言在空间上皆是可运动的;因为我们称自然为在它们之中的运动原理;而在空间上的一切运动,即我们称之为位移者,要么是直线的,要么是圆周的,要么是由二者混合的。”

语法注3 条
  1. 1.29πόσου ἂν ἄξιος εἴη

    πόσου 为表示价值或惩罚的属格(价格属格),构成反问修辞:“他配受何种责难(多么无足轻重)?”分词 δυνατὸς ὤν 构成原因状语,支配补足不定式 συνιδεῖν。

  2. 1.29τὸ δὲ ἐφεξῆς τούτῳ ῥηθέν

    中性名词化分词短语作分句主语,支配及物主干动词 συνέκρουσε(“挑起争端,使对立”)及其宾格宾语 τὸν Θεμίστιον,意为“在此之后[由他]所说的话,恶意挑拨了狄米斯提乌斯与亚里士多德的对立”。

  3. 1.29συγκεχωρήσθω

    第三人称单数完成时被动态祈使语气,表达让步:“权且承认……”,引出论敌(菲洛波诺斯)在论证中作为假设所容许的命题。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:131.2-132.25