← 辛普里丘

亚里士多德《论天》注释

§129.3-131.2

驳斐洛庞诺斯关于实体生成的异议

辛普里丘逐一审视了斐洛庞诺斯关于实体生成、无理性灵魂、形状、相关对立以及空气之颜色与光的生成的诸条异议,通过阐明它们皆可归入从欠缺生成与固有对立的框架中而予以驳斥。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.29#7

Ἐκ δὲ τῶν εἰρημένων καὶ πᾶσαι μὲν ἀθρόως αἱ ἐνστάσεις αὐτοῦ διαλέλυνται ὡς παρὰ θύρας ὑπαντῶσαι,1 οὐδὲν δὲ κωλύει καὶ ἑκάστην συντόμως ἐπελθεῖν. εἰ γὰρ μὴ μόνον ἐκ τῶν κυρίως ἐναντίων ἡ γένεσις, ὡς δέδεικται, ἀλλὰ καὶ ἐκ τῆς στερήσεως γίνεται τὸ εἶδος, καὶ οὗτος ὁ τρόπος ἐστὶ πάντων τῶν γινομένων κοινός, οὐδὲν κωλύει δηλονότι καὶ τὴν οὐσίαν γίνεσθαι, καὶ ὁ Ἀριστοτέλης οἰκίαν γίνεσθαι καὶ ζῷον λέγων καὶ φυτὸν καὶ οὐσίαν γίνεσθαί φησι. καὶ οὐκ ἐκ συλλογισμοῦ τοῦτο συνάγω, ἀλλ’ ἄκουσον αὐτοῦ σαφῶς λέγοντος· “ὅτι δὲ καὶ αἱ οὐσίαι καὶ ὅσα ἄλλα ἁπλῶς ὄντα ἐξ ὑποκειμένου τινὸς γίνεται, ἐπισκοποῦντι γένοιτο ἂν φανερόν·2 ἀεὶ γὰρ ἔστι τι, ὃ ὑπόκειται, ἐξ οὗ γίνεται τὸ γινόμενον, οἷον τὰ φυτὰ καὶ τὰ ζῷα ἐκ τοῦ σπέρματος” καὶ τοῦ ἀντικειμένου, δηλονότι ἀσχημοσύνης ἢ ἀμορφίας ἢ ἀταξίας. καὶ ἐν ἄλλῳ δὲ χωρίῳ “ἀλλὰ μήν” φησί “καὶ οἰκία καὶ ἀνδριὰς καὶ ὁτιοῦν ἄλλο γίνεται ὁμοίως· ἥ τε γὰρ οἰκία γίνεται ἐκ τοῦ μὴ συγκεῖσθαι ἀλλὰ διῃρῆσθαι ταδὶ ὡδί, καὶ ὁ ἀνδριὰς καὶ τῶν ἐσχηματισμένων τι ἐξ ἀσχημοσύνης· καὶ ἕκαστον τούτων τὰ μὲν τάξις, τὰ δὲ σύνθεσίς τίς ἐστιν”. εἰ δὲ καὶ ἄλογοι ψυχαὶ γίνονται καὶ φθείρονται, ὡς οὗτός φησιν, εἶδός εἰσι δηλονότι τῶν ἐμψύχων σωμάτων, ἅτινα ἐξ ἀψύχων γίνεται ἔμψυχα ὥσπερ ἐξ ἀμόρφων μεμορφωμένα καὶ πάλιν ἐξ ἐμψύχων ἄψυχα τῆς ψυχῆς φθειρομένης, εἴπερ φθείροιτο. καὶ δῆλον, ὅτι καὶ τὰ εἴδη τῆς ψυχῆς ὁμοίως γίνεται· πάντων γὰρ τῶν τοιούτων κοινὴ ἡ ἀπὸ τῆς στερήσεως γένεσις, καὶ οὐδὲν ἄτοπον ἀκολουθήσει. καὶ πρὸς τὸ τρίτον δὲ τὸ ἀπὸ τοῦ σχήματος ἐπιχειροῦν ἀρκεῖ μὲν καὶ τὸ ἐξ ἀσχημοσύνης, ἣν πολλαχοῦ ὁ Ἀριστοτέλης ὠνόμασε· κἂν γὰρ ἐξ ἄλλου γίνεται σχήματος, ὡς πρὸς τὸ μέλλον ἐπιγίνεσθαι ἀσχημάτιστόν ἐστι τὸ ὑποκείμενον ἢ μᾶλλον ἀγώνιον, εἰ κύκλος ὢν εἰς γεγωνιωμένον σχῆμα μεταβάλλει. πλὴν ὅτι καὶ ἐν τῷ σχήματι οἶδεν Ἀριστοτέλης ἀντίθεσιν, ἄκουσον τῶν ἐν τῷ πρώτῳ τῆς Φυσικῆς περὶ Δημοκρίτου ῥηθέντων· “καὶ Δημόκριτος στερεὸν καὶ κενόν, ὧν τὸ μὲν ὄν, τὸ δὲ ὡς οὐκ ὄν φησιν· ἔτι θέσει, σχήματι, τάξει. ταῦτα δὲ γένη ἐναντίων· θέσεως ἄνω, κάτω, πρόσθεν, ὄπισθεν· σχήματος γωνία, τὸ εὐθύ, περιφερές.” ἐχρῆν οὖν, εἴπερ ἄρα, ζητεῖν, εἴ τι φιλομαθὲς εἶχε, πῶς ἐν Κατηγορίαις εἶπεν ὁ Ἀριστοτέλης,3 καίτοι μὴ δυναμένων συνυπάρχειν ἀλλήλοις τοῦ τε γεγωνιωμένου καὶ τοῦ περιφεροῦς ἐν τῷ αὐτῷ ὑποκειμένῳ. ἀλλὰ κἂν ἐκ δεξιοῦ ἀριστερὸν γίνηται, τοῦτο μὲν καὶ ἐξ ἐναντίου· τὰ γὰρ πρός τι εἴδη ὄντα ἄμφω καὶ ἐναντία ἐστί, διαφέρει δὲ τῶν ἄλλων ἐναντίων τῷ καὶ πρὸς ἕτερον λέγεσθαι, καὶ κατὰ ταύτην τὴν διαφορὰν ἐχαρακτηρίσθη· πλὴν τό γε ἐξ ἀντικειμένου καὶ τούτῳ καὶ τοῖς ἄλλοις ὑπάρχει· ἡ γὰρ κατ’ εἶδος καὶ στέρησιν ἀντίθεσις πάσαις ὑπάρχει ταῖς κατηγορίαις, καὶ ὅσαι τὰ κυρίως ἐναντία μὴ ἔχουσιν· ὥστε καὶ τὸ τέταρτον αὐτοῦ καὶ πέμπτον τῶν ἐγκλημάτων διαλέλυται. ὁμοίως δὲ διαλυθήσεται καὶ τὸ ἕκτον, ἐφ’ ᾧ δῆλός ἐστι βρενθυόμενος. καὶ γὰρ ὁ ἀὴρ οὗτος ὁ σύνθετος πυρὸς μετέχων καὶ ἐπιφάνειαν ἔχων πάντως ἔχει τι χρῶμα ὥσπερ καὶ ἡ ὕαλος, διαφανὴς δὲ πάντων μάλιστα τῶν σωμάτων ὑπάρχων καὶ διαπορθμεύων τὴν ὄψιν, ἀλλὰ μὴ ἀντερείδων πρὸς αὐτήν, ἀόρατος εἶναι καὶ ἀχρώματος δοκεῖ. ἔπειτα ταῖς πρώταις ποιότησι, καθ’ ἃς οὐσιοῦται τὰ τέσσαρα στοιχεῖα, οὐ πάσαις πᾶσαι οὐδὲ κατὰ πᾶσαν κρᾶσιν κεκραμέναις αἱ ἄλλαι ποιότητες συνυφίστανται· θερμότητι λέγω καὶ ψυχρότητι καὶ ξηρότητι καὶ ὑγρότητι οὐ πάσας τὰς ἄλλας ποιότητας4 τὰς κατὰ χρῶμα ἢ ψόφον ἢ χυμὸν ἢ ἀτμὸν ἢ ἀντιτυπίαν ἑκάστῃ ἐκείνων ἢ ταῖς ὁπωσοῦν πρὸς ἀλλήλας μεμιγμέναις συνυπάρχειν· ἀλλὰ θερμότητι μὲν καὶ ξηρότητι ταῖς τὸ πῦρ συνιστώσαις τὸ χρῶμα ἐπανθεῖ, διὸ καὶ πύρια πάντα τὰ χρώματά ἐστι, θερμότητι δὲ καὶ ὑγρότητι ταῖς τὸν ἀέρα εἰδοποιούσαις ψόφος ἐπιγίνεται καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὅταν οὖν ἐξ ἀέρος ὕδωρ ἢ πῦρ γίνηται, αἱ μὲν ἀρχικαὶ ποιότητες εἰς τὰς ἐναντίας ἑαυταῖς μεταβάλλουσιν, αἱ δὲ οἰκεῖαι τοῖς στοιχείοις, οἷον χρῶμα ἢ χυμός, ἐκ τῶν οἰκείων στερήσεων ἀναφύονται. κἂν γὰρ ἀχρώματος καὶ ἄχυμος καθ’ αὑτὸν ὁ ἀήρ, ἀλλ’ ἐπιτήδειος εἰς πῦρ καὶ ὕδωρ μεταβάλλειν, οἷς τὰ χρώματα καὶ οἱ χυμοὶ συνεκφαίνονται· οὕτως δὲ καὶ τὸ φῶς εἴτε χρῶμα ὂν πυρός, ὡς οὗτός φησιν, εἴτε πυρὸς εἶδος, ὡς ὁ τῆς ἀληθείας ἐξηγητὴς λέγει Πλάτων, ἐκ τοῦ ἀφωτίστου καὶ ὑπὸ τούτου γίνεσθαι συγχωρεῖται.

从所论各点来看,他的所有异议实际上已被一并瓦解,宛如在门前当场受阻;但简要地逐一审视它们亦无妨。因为正如已经证明的,生成若不仅是从严格意义上的相反者生成,而且形式亦是从欠缺生成,且这种方式对于一切生成者皆是普遍的,那么显而易见,没有任何东西妨碍实体亦发生生成,亚里士多德在谈及房屋、动物与植物的生成时,亦表明实体生成。而我并非通过三段论推导出此点,且听他明确说道:“实体以及其他凡是单纯存在的物亦从某种载体生成这一点,细察者便会明了;因为总有某种居于底层的载体,生成者从中生成,正如植物与动物从种子生成一样”,以及从对立者(显系从无规整、无形态或无秩序)生成。在另一处他亦说:“而且确实,房屋、雕像以及其他任何事物亦同样生成:因为房屋是从这些材料并非以这种方式组合而是分离的状态中生成,雕像及具形之物则是从无形中生成;而这些事物各自,有些是秩序,有些则是某种合成”。而若如他所说,无理性的灵魂亦发生生成与消灭,那么它们显系有灵魂的物体之形式,正如具形之物从无形态之物生成一样,这些物体是从无灵魂之物生成为有灵魂之物,并且当灵魂消灭时(若果真消灭),又从有灵魂之物变回无灵魂之物。显然,灵魂的诸形式亦同样生成;因为从欠缺的生成对于一切此类事物皆是共通的,且不会得出任何荒谬的结论。至于诉诸形状的第三个论据,指出从无形生成便已足够,亚里士多德在许多地方都提到了这一点;因为即便从另一种形状生成,相对于将要生出的形式而言,载体亦是未具形的,或者若从圆形转变为有角形状,毋宁说是“无角的”。此外,亚里士多德在形状中亦承认对立,且听他在《物理学》第一卷中关于德谟克利特所言:“德谟克利特亦主张坚实与虚空,其中前者他称之为存在,后者称之为非存在;此外还有位置、形状和秩序。但这些皆是相反者的属:位置的属是上、下、前、后;形状的属是角、直线与圆周”。因此,假使他哪怕有一点求知之心,他本应探讨亚里士多德在《范畴篇》中是如何论述的,尽管有角者与圆周者在同一载体中无法相互并存。然而,即便从右变为左,这亦是从相反者生成:因为相关者双方皆为形式,亦属于相反者,但因相对于他物言说而有别于其他相反者,且依此差异得以界定;然而,从对立者生成这一点,既属于它亦属于其他诸者;因为依形式与欠缺的对立属于一切范畴,即使那些不具有严格相反者的范畴亦然。因此,他的第四和第五条指控亦被瓦解。同样地,第六条指控亦将被瓦解,而他对此显然颇为自得。因为这种复合的空气分有火且具有表面,必然与玻璃一样具有某种颜色,但因其在一切物体中最为透明,传导视觉而非抵御视觉,故显得不可见且无色。再者,并非所有其他性质皆与构成四元素实体的全部始基性质、或依一切混合方式相混的始基性质相伴存在——我指的是对于热、冷、干、湿,并非所有其他依颜色、声音、滋味、蒸汽或触觉阻抗而分的性质皆与其中每一项或彼此以任何方式相混的各项共存;相反,颜色在构成火的热与干上焕发(因此一切颜色皆具火性),而声音在赋形于空气的热与湿上生出,其余诸者亦然。因此,当空气生成水或火时,始基性质转变为各自的相反者,而元素固有的性质(如颜色或滋味)则从其固有的欠缺中萌生。因为即便空气就其自身而言是无色且无味的,它却适宜转变为火与水,而颜色与滋味便伴随火与水显现;同样地,光无论如他所说是火的颜色,还是如真理的解惑者柏拉图所说是火的形式,皆亦被他承认是从未受照亮者生成的。

语法注4 条
  1. 1.29ὡς παρὰ θύρας ὑπαντῶσαι

    字面意为“宛如在门前相迎”。此为习语性比喻,意指异议在门槛处即被迎头痛击并当场瓦解。

  2. 1.29ἐπισκοποῦντι γένοιτο ἂν φανερόν

    ἐπισκοποῦντι 为评判者/关涉与格(dative of reference),与潜能希求法 γένοιτο ἄν 连用,意为“对于细察者而言将会变得明显”。

  3. 1.29ἐχρῆν οὖν, εἴπερ ἄρα, ζητεῖν, εἴ τι φιλομαθὲς εἶχε, πῶς ἐν Κατηγορίαις εἶπεν ὁ Ἀριστοτέλης

    在间接疑问从句 πῶς ἐν Κατηγορίαις εἶπεν ὁ Ἀριστοτέλης 中,亚里士多德所说的具体内容(即《范畴篇》第8章中指出形状没有相反者)在上下文语境中被省略,后文由 καίτοι 引导的分词从句揭示了这一主张与事实之间的张力。

  4. 1.29θερμότητι λέγω καὶ ψυχρότητι καὶ ξηρότητι καὶ ὑγρότητι οὐ πάσας τὰς ἄλλας ποιότητας

    插入语 λέγω 统摄间接引语,前置的与格群(θερμότητι...)由其解释,宾格短语 οὐ πάσας τὰς ἄλλας ποιότητας 则是不定式 συνυπάρχειν 的逻辑主语,体现了倒装结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:129.3-131.2