- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:11.31-12.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐明了亚里士多德为论证天体的永恒性而预设的有关自然运动的六项前提,并指出将天体实体与四元素相区分的思想同样见于普罗提诺、柏拉图和色诺克拉底。
" Πάντα γὰρ τὰ φυσικὰ σώματα ἕως τοῦ αἴτιον δέ, ὅτι καὶ τὰ μεγέθη ταῦτα ἁπλᾶ μόνον ἥ τε εὐθεῖα καὶ ἡ περιφερής." Ἀρχόμενος τοῦ περὶ τοῦ οὐρανίου σώματος λόγου καὶ βουλόμενος δεῖξαι, ὅτι ἀΐδιόν ἐστι, πρῶτον κατασκευάζει, ὅτι ἕτερον παρὰ τὰ τέσσαρα στοιχεῖα. τὴν δὲ τούτου κατασκευὴν ἐκ τῶν κινήσεων ποιεῖται τῶν φυσικῶν. εἰ γὰρ τοῖς φυσικοῖς τὸ εἶναι φυσικοῖς ἐστιν ἐν τῷ φύσιν ἔχειν, ἡ δὲ φύσις ἀρχὴ κινήσεως, ἡ ἀπὸ τῆς φυσικῆς κινήσεως ἀπόδειξις ἅμα μὲν ἐκ τῶν ἐναργεστέρων ἐστὶν ὡς ἀπὸ ἐνεργειῶν· προφανέστεραι γὰρ τῶν οὐσιῶν αἱ ἐνέργειαι· ἅμα δὲ ἐκ τῶν κυριωτέρων ὡς ἐξ αἰτίων.1 πρὸς δὲ τὴν κατασκευὴν τὴν ἀπὸ τῶν κινήσεων ἕξ τινα προλαμβάνει τάδε, ὅτι δύο εἰσὶν αἱ ἁπλαῖ κινήσεις ἥ τε κύκλῳ καὶ ἡ ἐπ’ εὐθείας, ὅτι ἡ ἁπλῆ κίνησις ἁπλοῦ σώματος, καὶ ὅτι τοῦ ἁπλοῦ σώματος ἁπλῆ ἡ κίνησις, καὶ ὅτι μία ἑνὸς κίνησις κατὰ φύσιν, καὶ ὅτι ἓν ἑνὶ ἐναντίον, καὶ ὅτι ὁ οὐρανὸς κύκλῳ κινεῖται, ὡς ἡ αἴσθησις ὑπαγορεύει. τούτων δὲ τῶν ὑποθέσεων καὶ Πλωτῖνος ἐν τῷ Περὶ κόσμου ἐμνημόνευσε· βουληθεὶς γὰρ κατὰ Πλάτωνα ἀποδεῖξαι τὴν τοῦ οὐρανοῦ ἀιδιότητά φησιν· “Ἀριστοτέλει μὲν γὰρ οὐδὲν ἂν πρᾶγμα εἴη, εἴ τις αὐτοῦ τὰς ὑποθέσεις τοῦ πέμπτου παραδέξαιτο σώματος”, ταύτας λέγων, ὅτι τούτων οὕτως ἐχουσῶν ἕπεται ἡ ἀιδιότης ἡ κατ’ ἀριθμόν.2 καὶ Πλάτων δὲ ἄλλην ἔοικεν οὐσίαν ἀποδιδόναι τῷ οὐρανῷ· εἰ γὰρ εἰδοποιὰ τὰ πέντε σχήματα τῶν πέντε σωμάτων νομίζει καὶ τῷ δωδεκαέδρῳ διεζωγραφῆσθαι κατὰ τὸν οὐρανὸν ὡρισμένον τὸ πᾶν φησιν ἄλλῳ παρὰ τὴν πυραμίδα καὶ τὸ ὀκτάεδρον καὶ τὸ εἰκοσάεδρον καὶ τὸν κύβον, δῆλον, ὅτι καὶ κατ’ αὐτὸν ἄλλο τὴν οὐσίαν ἐστί. καὶ ὅτι καὶ Πλάτων πέντε εἶναι τὰ ἁπλᾶ σώματα νομίζει κατὰ τὰ πέντε σχήματα, ἀρκεῖ Ξενοκράτης ὁ γνησιώτατος αὐτοῦ τῶν ἀκροατῶν ἐν τῷ Περὶ τοῦ Πλάτωνος βίου τάδε γράφων· “τὰ μὲν οὖν ζῷα οὕτω διῃρεῖτο εἰς ἰδέας τε καὶ μέρη πάντα τρόπον διαιρῶν, ἕως εἰς τὰ πέντε στοιχεῖα ἀφίκετο τῶν ζῴων, ἃ δὴ πέντε σχήματα καὶ σώματα ὠνόμαζεν, εἰς αἰθέρα καὶ πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα”. ὥστε καὶ τὸ δωδεκάεδρον ἁπλοῦ σώματος ἦν σχῆμα κατ’ αὐτὸν τοῦ οὐρανοῦ, ὃν αἰθέρα καλεῖ. εἰ δὲ ἐκ πυρὸς τὸν οὐρανόν φησιν, ὡς ἐκ φωτὸς λέγει· καὶ τὸ φῶς γὰρ πυρὸς εἶδός φησι· τὰ δὲ ἄστρα ἐκ τῶν τεσσάρων, οὐ τῶν ἐν γενέσει, ἀλλὰ τοῦ μὲν πυρὸς κατὰ τὸ φωτεινόν, τῆς δὲ γῆς κατὰ τὸ ἀντιτυποῦν τῇ αἰσθήσει, κἀκ τῶν μεταξὺ κατὰ τὰ μέσα. εἰ οὖν καὶ Ἀριστοτέλης ὁμολογεῖ τὸ ὁρατὸν αὐτῶν καὶ ἁπτόν, οὐδ’ ἂν αὐτὸς ἀπαξιώσαι ἐκ τούτων τῶν ἀκροτήτων συνεστάναι τὰ οὐράνια, ἐν αἷς καὶ ἡ τελειότης ἐστὶ τῶν στοιχείων· βούλεται γὰρ αὐτὸν πανταχοῦ τῶν ὑπὸ σελήνην καὶ εὐθυφορουμένων καὶ ἀτελῶν τεσσάρων ἐξῃρῆσθαι.3
“因为一切自然物体”直至“其原因在于,仅有这些量度是单纯的:即直线与圆周”。 在开篇讨论天体并意图指明它是永恒的时,他首先确立了它是异于四元素的另一种物体。而他对这一点的确立是基于自然运动作出的。因为如果对于自然事物而言,作为自然事物是在于具有本性,而本性是运动的始基,那么从自然运动出发的论证,一方面是基于更为明晰的事项,如同从现实活动出发——因为现实活动比实体更为昭彰——,另一方面也是基于更为根本的事项,如同从原因出发。为了进行基于运动的确立,他预先设定了以下六点前提:单纯运动有两种,即圆周运动与直线运动;单纯运动属于单纯物体;单纯物体的运动是单纯的;一物依本性只有一种运动;一物仅与一物相反;天作圆周运动,正如感觉所昭示的那样。关于这些假定,普罗提诺在《论宇宙》中也曾提及;因为他意图依照柏拉图来论证天的永恒性,说道:“对于亚里士多德来说本无任何困难,只要有人接受他关于第五物体的诸假定”,他指的就是这些假定,因为在这些假定成立时,数目上的永恒性便随之确立。而且柏拉图似乎也将另一种实体赋予了天;因为如果他认为五种立体图形赋予了五种物体以形式,并说通过正十二面体,依天而界定的全体被描摹出图样——即通过不同于正四面体、正八面体、正二十面体与立方体的另一种图形——,那么显而易见,依照他,天在实体上也是另一种东西。至于柏拉图也依五种图形认为单纯物体有五种,他最纯正的听众色诺克拉底在《论柏拉图的生平》中所写下的这些话就足以说明:“于是,他以各种方式进行划分,将活物区分为理念与部分,直到他得出了活物的五种元素,他确乎将这些称作五种图形与物体:即以太、火、水、土和气”。因此,依照他,正十二面体也是一种单纯物体的图形,即他称为以太的天[的图形]。如果他说天是由火构成的,他是指由光构成的;因为他说光也是火的一种形式;而星辰是由四元素构成的[这一说法],并非指处于生成之中的四元素,而是指就发光性而言取自火,就对感觉的抗阻性而言取自土,并依中间性质取自中间两元素。因此,如果亚里士多德也承认它们的可见性与可触性,那么他自己也不会认为天体是由这些极度之物构成的说法不可接受,元素的完全性亦寓于这些极度之中;因为他处处意图使它(天)超拔于月下那些作直线运动且不完全的四元素之外。
- 1.6ἅμα μὲν ἐκ τῶν ἐναργεστέρων ἐστὶν ὡς ἀπὸ ἐνεργειῶν· προφανέστεραι γὰρ τῶν οὐσιῶν αἱ ἐνέργειαι· ἅμα δὲ ἐκ τῶν κυριωτέρων ὡς ἐξ αἰτίων
此处为 ἅμα μέν... ἅμα δέ 的对仗结构,分别以介词 ἐκ 加名词化的中性复数属格比较级形容词构成的介词短语 ἐκ τῶν ἐναργεστέρων 和 ἐκ τῶν κυριωτέρων 作 ἐστίν 的表语。ὡς ἀπὸ ἐνεργειῶν 与 ὡς ἐξ αἰτίων 为表视角与理据的介词短语(“如同从现实活动出发”、“如同从原因出发”),后附的理由句解释了为何现实活动比起实体更为显明。
- 1.6ταύτας λέγων, ὅτι τούτων οὕτως ἐχουσῶν ἕπεται ἡ ἀιδιότης ἡ κατ’ ἀριθμόν
ταύτας λέγων 中的 ταύτας 指代前文引用中的 τὰς ὑποθέσεις,意为“指的就是这些[前提]”。紧随其后的 ὅτι 并非作 λέγων 的宾语从句,而是作为表原因的连词(“因为当这些成立时……”),配合独立属格 τούτων οὕτως ἐχουσῶν 表明永恒性得以推出的逻辑必然性。
- 1.6βούλεται γὰρ αὐτὸν πανταχοῦ τῶν ὑπὸ σελήνην καὶ εὐθυφορουμένων καὶ ἀτελῶν τεσσάρων ἐξῃρῆσθαι
动词 βούλεται 的主语为亚里士多德,支配带宾格主语的完成时被动不定词结构(ἐξῃρῆσθαι,“被超拔、被区别开来”)。阳性单数宾格代词 αὐτόν 指代前文的“天”(ὁ οὐρανός)。受其支配的属格短语 τῶν... τεσσάρων 表示分离。
