- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:127.10-129.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘论证了无论是实体还是偶性、关系及矛盾对立中的生成,皆是从形式与欠缺等对立者而来,并建立了这一三段论;随后对照《范畴篇》中四种对立的严格分类,解释了亚里士多德在《物理学》中为何将所有对立者概括地称为“相反者”。
καὶ τοῦτο μὲν ἀπὸ τῆς οὐσιώδους γενέσεως ἀρξάμενον ἐπὶ πᾶσαν χωρεῖ γένεσιν· καὶ γὰρ καὶ ἐπὶ τῶν συμβεβηκότων ἀληθὲς εἰπεῖν, ὅτι τὸ λευκαινόμενον πρότερον μὴ ὂν λευκόν, ἀλλ’ ἀπουσίαν ἔχον λευκότητος καὶ ἐπιτήδειον πρὸς αὐτὴν ὄν, λευκαίνεται ὑπὸ τοῦ λευκαίνοντος αἰτίου. ἐπὶ δὲ τῶν ἐναντίων κυρίως λεγομένων τὸ πεφυκὸς πρὸς τὴν ἀντίθεσιν,1 εἰ μὴ τὸ ἕτερον ἔχοι τῶν ἐναντίων, πάντως θάτερον ἔχει ἢ τὸ μεταξύ· τὸ γὰρ λευκαινόμενον ἀπουσίαν λευκότητος ἔχον ἢ μέλαν ἐστὶν ἤ τι τῶν μεταξὺ ἐξ ἀμφοῖν κεκραμένον καὶ πρὸς ἑκάτερον τῶν ἄκρων τὸν τοῦ ἀντικειμένου λόγον ἔχον· τοιοῦτον γὰρ τὸ φαιὸν πρός τε τὸ λευκὸν καὶ τὸ μέλαν καὶ τὸ χλιαρὸν πρὸς τὸ θερμὸν καὶ ψυχρόν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν κατὰ τὸ πρός τι ἀντικειμένων τὸ δεξιὸν γινόμενον ἢ ἐξ ἀριστεροῦ γίνεται2 δεξιόν, τουτέστι πρότερον ἀριστερὸν ὄν, ἢ ἔκ τινος τῶν μεταξύ. καὶ κατάφασις δὲ εἰ γίνοιτο, ἐξ ἀποφάσεως γίνεται καὶ ἀπόφασις ἐκ καταφάσεως· ἔστι γὰρ ταῦτα ἄμεσα. κοινὴ δὲ πανταχοῦ ἡ κατὰ τὸ εἶδος καὶ τὴν στέρησιν ἀντίθεσις· καὶ γὰρ τὸ ἐκ μέλανος λευκὸν καὶ ἐξ ἀριστεροῦ δεξιὸν γινόμενον ἐκ τοῦ μὴ τοιούτου γίνεται καὶ ἐξ ἀπουσίας τοῦ πεφυκότος, ὥστε ἀνάγκη πᾶν τὸ γινόμενον ἀποβάλλον τὴν προτέραν διάθεσιν μεταλαμβάνειν ἐκεῖνο τὸ εἶδος, καθ’ ὃ λέγεται γίνεσθαι. καὶ τοῦτο εἰκότως· ἐξίστασθαι γὰρ ἀνάγκη τὰ μὴ δυνάμενα συνυπάρχειν τῷ ἐγγινομένῳ εἴδει, οὐ δύναται δὲ συνυπάρχειν τὰ ἀντικείμενα καθ’ ἑκάστην τῶν ἀντιθέσεων. πάντως δὲ πρὸ τοῦ ἐγγενέσθαι τὸ εἶδος, καθ’ ὃ λέγεται γίνεσθαι τὸ γινόμενον, τὰ ἀντικείμενα ἐκείνῳ ἐνυπῆρχεν τῷ γινομένῳ, τουτέστι τῷ ὑποκειμένῳ, κοινῶς μὲν πᾶσιν ἡ στέρησις τοῦ ἐγγινομένου εἴδους, εἴτε οὐσιῶδές ἐστιν εἴτε συμβεβηκός, ἐπὶ δὲ τῶν εἰδῶν τῶν ὡς συμβεβηκότων πρὸς τῇ στερήσει καὶ τὰ ἀντικείμενα τοῖς εἴδεσιν ἐκείνοις κατὰ τὰς ἄλλας ἀντιθέσεις. εἰ δὴ ταῦτα ἀληθῆ λέγω, καὶ συλλογισαίμην ἂν ἐκ τῶν εἰρημένων οὕτως· πᾶν τὸ γινόμενον ὑπὸ ποιοῦντος γίνεται· τὸ ὑπὸ ποιοῦντος γινόμενον κατὰ τὸ εἶδος διατίθεται, καθ’ ὃ τὸ ποιοῦν ἐνεργεῖ· τὸ κατά τι εἶδος διατιθέμενον ἀπουσίαν αὐτοῦ πρότερον ἔχον καὶ ἐπιτηδειότητα πρὸς αὐτό, τουτέστι στέρησιν αὐτοῦ ἔχον πρότερον, οὕτως κατ’ αὐτὸ διατίθεται· τὸ στέρησιν ἔχον τοῦ εἴδους, ὃ μέλλει γίνεσθαι, ἢ αὐτὴν μόνην, ὡς ἐπὶ τῶν οὐσιῶν, ἢ καὶ ἄλλα πρὸς τὸ ἐπιγινόμενον εἶδος ἀντίθετα, ὡς ἐπὶ τῶν συμβεβηκότων, ἀποβαλὸν πρῶτον τὴν στέρησιν ἢ καὶ τὰ ἀντίθετα ὡς μὴ δυνάμενα συνυπάρχειν τῷ εἴδει, ὃ λέγεται γίνεσθαι, τότε διατίθεται κατ’ ἐκεῖνο τὸ εἶδος· τὸ ἀποβαλὸν τὰ ἀντικείμενα καὶ τότε γινόμενον, ὅπερ λέγεται, ἐκ τῶν ἀντικειμένων εἰς τὸ ἀντικείμενον εἶδος μεταβάλλει· τὸ γινόμενον ἄρα πᾶν ἐκ τοῦ ἀντικειμένου γίνεται, ὃ γίνεται, ὅπερ ἔδει δεῖξαι, ὡς οἱ γεωμέτραι φασίν, καὶ ἡ γένεσις ἐκ τῶν ἀντικειμένων καὶ ἡ φθορὰ εἰς τὰ ἀντικείμενα· τοῦ γὰρ εἴδους ἀποστάντος τὰ ἀντικείμενα αὐτῷ μεταλαμβάνει τὸ ὑποκείμενον, τὴν μὲν στέρησιν ἐπὶ πάντων, ἐπὶ δέ τινων πρὸς ταύτῃ καὶ τὰς ἄλλας ἀντιθέσεις. ἀλλὰ πῶς ὁ Ἀριστοτέλης οὐκ ἐκ τῶν ἀντικειμένων ἀλλ’ ἐκ τῶν ἐναντίων εἶπεν γίνεσθαι τὸ γινόμενον; ἢ ὅτι ἐναντία τὰ ἀντικείμενα πάντα κέκληκε κατὰ τὸ μὴ δύνασθαι συνυπάρχειν ἀλλήλοις αὐτὰ χαρακτηρίσας, ὅπερ ὡς ἀντικειμένοις ὑπάρχει; διὸ ποτὲ μὲν ἐναντία, ποτὲ δὲ ἀντικείμενα καλεῖ τὰ ἐξ ὧν ἡ γένεσις· ἢ γὰρ τὸ ὑποκείμενόν φησιν ἢ τὸ ἀντικείμενον. λέγω δὲ ὑποκεῖσθαι μὲν τὸν ἄνθρωπον, ἀντικεῖσθαι δὲ τὸ ἄμουσον. καὶ πολλάκις καὶ τὰ ἀντικείμενα ἐναντία καλεῖ καὶ τὰ ἐναντία ἀντικείμενα κατὰ τὸ μὴ ὑπομένειν αὐτὰ χαρακτηρίζων. λέγει οὖν, ὅτι “τὸ μὲν μὴ ἀντικείμενον ὑπομένει· ὁ γὰρ ἄνθρωπος ὑπομένει τὸ μουσικόν· τὸ δὲ ἄμουσον οὐχ ὑπομένει”. ἐν μέντοι ταῖς Κατηγορίαις αὐτὸ τοῦτο προθέμενος τὰς τῶν ἀντικειμένων διαφορὰς παραδοῦναι τὰ ἐναντία τῶν ἄλλων ἀφώρισε κατὰ τὸ εἴδη ἄμφω εἶναι τὰ ἀντικείμενα, ὥσπερ καὶ τὸ δεξιὸν καὶ ἀριστερὸν ἔχοντα τὸν κοινὸν τῶν ἀντικειμένων λόγον διὰ τὸ μὴ συνυπάρχειν καὶ τὸν τῶν ἐναντίων διὰ τὸ εἴδη ἄμφω εἶναι ἄλλῃ τινὶ διαφορᾷ τῇ τῶν πρός τι, καθ’ ἣν ἐπλεόνασε ταῦτα, ἐνέδησε,3 καὶ τὸ εἶδος καὶ τὴν στέρησιν ἰδίας πάλιν ἠξίωσεν ἀντιθέσεως διαφέροντα τῶν ἄλλων κατὰ τὸ μὴ εἶναι ἄμφω εἴδη, καὶ τὴν κατάφασιν καὶ ἀπόφασιν, καθ’ ὅσον ἓν ἀναιροῦσα ἡ ἀπόφασις τὰ ἄλλα οὐ κωλύεται εἰσάγειν.
而这一点,从实体性的生成开始,延伸至一切生成:因为在偶性上亦同样可以说,变白者在先前并非白,而是具有白色的缺席且对白色具有适宜性,因而在使之变白的原因作用下变白。但在严格意义上的相反者中,本性上适于接受该对立者,若不具有相反者之一,则无论如何具有另一相反者或居间物;因为具有白色之缺席的变白者,要么是黑的,要么是由二者混合而成且相对于两极端各自具有对立者之规定的某种居间物;因为对于白与黑而言灰便是如此,对于热与冷而言温亦是如此。同样,在相关的对立者中,变为右者要么从左变为右(即先前是左),要么从某种居间物变为右。若肯定生成,则是从否定生成,否定则是从肯定生成;因为这些是无居间者的。然而,依形式与欠缺的对立普遍存在:因为从黑变为白者以及从左变为右者,亦是从非如此者以及从本性上适于在场者的缺席生成的,从而生成的一切事物必然抛弃先前的性向,分有它据以被称为生成的那种形式。这是合情合理的:因为无法与正在生出的形式并存之物必然退去,而在各对立中对立的事物是无法并存的。在生成者据以被称为生成的形式生出之前,无论如何,与该形式对立者皆内在于生成者(即载体)之中:普遍存在于一切事物中的是正在生出的形式的欠缺,无论该形式是实体的还是偶性的;而在作为偶性的形式中,除欠缺外,亦内在于依其他对立而与那些形式对立者。若我在此所言属实,我亦可从所论各点如此推论:凡生成者皆由作为者生成;由作为者生成者,皆依作为者据以施展现实活动的形式得到规定;依某种形式得到规定者,在先前具有该形式的缺席以及对它的适宜性(即先前具有该形式的欠缺),从而依该形式得到规定;具有它将生成的形式之欠缺者——无论如在实体中那样仅具有欠缺,还是如在偶性中那样亦具有相对于后起形式的其他对立者——首先抛弃欠缺或对立者(因为它们不能与被称为生成的形式并存),而后依那种形式得到规定;抛弃了对立者而后生成其所言之物者,乃是从对立者变化为对立的形式;因此,凡生成者,就其所生成之物而言,皆从对立者生成——正如几何学家所说,这正是所要证明的——且生成是从对立者而来,消灭是入于对立者;因为当形式退去时,载体便分有与形式对立者,在一切情形中分有欠缺,在某些情形中除此以外亦分有其他对立者。 然而,亚里士多德为何不说生成者是从对立者生成,而是说从相反者生成呢?难道是因为他将一切对立者皆称为相反者,以它们不能相互并存这一作为对立者所固有的特征来界定它们吗?因此,他有时将生成所自出者称为相反者,有时称为对立者;因为他说“要么是载体,要么是对立者”。我说“人”作为载体,而“无教养”则是对立者。而且他经常通过对立者不能持存这一特征,将对立者称为相反者,将相反者称为对立者。因此他说:“非对立者持存;因为人伴随着有教养而持存;但无教养则不持存”。然而在《范畴篇》中,当他恰恰打算传授对立者之间的区别时,他以对立的双方皆为形式这一特征,将相反者与其他对立者区分开来;正如右与左因无法并存而具有对立者的共同规定,因双方皆为形式而具有相反者的规定,他却将其束缚于相关的区别这一另一种区别之上,因为它们在此方面更为显著;而形式与欠缺,他因双方并不皆为形式而有别于其他对立,再次视其为独特的对立;至于肯定与否定,则在否定取消一物并不妨碍引入其他事物的限度内[亦被视为独特的对立]。
- 1.29τὸ πεφυκὸς πρὸς τὴν ἀντίθεσιν
作主语的定冠词分词短语,意为“本性上适于接受该对立者(载体/事物)”。它亦是紧随其后的条件从句 εἰ μὴ τὸ ἕτερον ἔχοι τῶν ἐναντίων 的主语,指具备接受严格相反者(如黑与白)之本性的载体在缺乏其中之一时,必然具有另一相反者或居间物。
- 1.29τὸ γινόμενον ἄρα πᾶν ἐκ τοῦ ἀντικειμένου γίνεται, ὃ γίνεται
句子的核心骨架为 τὸ γινόμενον πᾶν ... ἐκ τοῦ ἀντικειμένου γίνεται(“一切生成者皆从对立者生成”)。嵌入的关系从句 ὃ γίνεται 承接前文对 τὸ γινόμενον(生成者)与 τὸ ὃ γίνεται(所生成之物/形式)的严格区分,在此作谓词性/结果性说明,即“一切生成者在其生成为其所生成之物时,皆是从对立者生成的”。
- 1.29ὥσπερ καὶ τὸ δεξιὸν καὶ ἀριστερὸν ἔχοντα τὸν κοινὸν τῶν ἀντικειμένων λόγον διὰ τὸ μὴ συνυπάρχειν καὶ τὸν τῶν ἐναντίων διὰ τὸ εἴδη ἄμφω εἶναι ἄλλῃ τινὶ διαφορᾷ τῇ τῶν πρός τι, καθ’ ἣν ἐπλεόνασε ταῦτα, ἐνέδησε
长倒装句结构。主语为亚里士多德,本从句的主动词为 ἐνέδησε(“绑定/归入”)。宾语为 τὸ δεξιὸν καὶ ἀριστερόν,分词 ἔχοντα 与其中性复数含义相一致。整体脉络为:“正如左右二者,因不能并存而具有对立者的共同规定,因双方皆为形式而具有相反者的规定,他却将它们归入相关的区别这一另一种区别中(因为它们在此方面表现得更为突出)”。
