← 辛普里丘

亚里士多德《论天》注释

§125.13-127.9

载体与形式的区分与生成的本原

辛普里丘继续引用《物理学》以确证亚里士多德是将形式与欠缺而非严格意义上的相反者确立为生成的本原;他指责菲洛波庞的异议源于无知与误解,随后通过区分载体(生成者)与形式(所生成之物)系统阐述生成的发生机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.29#5

ἀλλὰ μὴν καὶ οἰκία καὶ ἀνδριὰς καὶ ὁτιοῦν ἄλλο γίνεται ὁμοίως· ἥ τε γὰρ οἰκία γίνεται ἐκ τοῦ μὴ συγκεῖσθαι ἀλλὰ διῃρῆσθαι ταδὶ ὡδὶ καὶ ὁ ἀνδριὰς καὶ τῶν ἐσχηματισμένων τι ἐξ ἀσχημοσύνης, καὶ ἕκαστον τούτων τὰ μὲν τάξις, τὰ δὲ σύνθεσίς τίς ἐστιν. εἰ τοίνυν τοῦτό ἐστιν ἀληθές, ἅπαν ἂν γίνοιτο τὸ γινόμενον καὶ φθείροιτο τὸ φθειρόμενον ἢ ἐξ ἐναντίων ἢ εἰς ἐναντία καὶ τὰ τούτων μεταξύ· τὰ δὲ μεταξὺ ἐκ τῶν ἐναντίων ἐστίν, ὥστε πάντα ἂν εἴη τὰ φύσει γινόμενα ἢ ἐναντία ἢ ἐξ ἐναντίων.” καὶ ἤρκει μέν, οἶμαι, καὶ ταῦτα δεῖξαι, ὅτι μᾶλλον τὸ εἶδος καὶ τὴν στέρησιν ἤπερ τὰ κυρίως ἐναντία καλούμενα ἀρχὰς τῶν γινομένων καὶ φθειρομένων ὁ Ἀριστοτέλης τίθησι καὶ τῶν παραδειγμάτων τὰ πλεῖστα ἐξ ἐκείνων φέρων, πολλὰ δὲ καὶ ἐν τοῖς ἑξῆς λεγομένοις τὸ αὐτὸ τοῦτο δηλοῖ. βραχὺ δὲ προσκείσθω καὶ τὸν ἀναιδέστατον, οἶμαι, καταιδοῦν· “πόσαι μὲν οὖν αἱ ἀρχαὶ τῶν περὶ γένεσιν καὶ πῶς, εἴρηται· δῆλον, ὅτι δεῖ ὑποκεῖσθαί τι τοῖς ἐναντίοις καὶ τὰ ἐναντία εἶναι. τρόπον δέ τινα ἄλλον οὐκ ἀναγκαῖον· ἱκανὸν γὰρ ἔσται τὸ ἕτερον τῶν ἐναντίων ποιεῖν τῇ ἀπουσίᾳ καὶ παρουσίᾳ τὴν μεταβολήν.” δῆλον, ὅτι ἡ ἀπουσία τοῦ εἴδους ἡ στέρησίς ἐστιν, ἣν μετὰ βραχὺ καὶ ἐπ’ ὀνόματος εἶπεν ἀντιθεὶς αὐτὴν τῷ εἴδει. εἰπὼν γάρ, ὅτι μία ἀρχὴ τὸ ὑποκείμενον, ἐπάγει “μία δὲ ὁ λόγος (τουτέστι τὸ εἶδος), ἔτι δὲ τὸ ἐναντίον τούτῳ ἡ στέρησις”. ὅτι μὲν οὖν εἰς τὴν ἀντίθεσιν τὴν κατὰ τὸ εἶδος καὶ τὴν στέρησιν ὡς πανταχοῦ ὑπάρχουσαν πάσας ἀπεκορύφωσε τὰς ἐναντιώσεις ἢ ἀντιθέσεις, καὶ ἐκ τούτων δῆλον καὶ ἐκ τῶν ἄλλων τῶν ἐν τοῖς χωρίοις ἐκείνοις εἰρημένων, ἅπερ μακρὸν ἦν παραγράφειν. ὅτι δὲ τούτου οὕτως ἔχοντος πρῶτον μὲν ἀγνοῶν οὗτος ἀνὴρ φανεῖται παντελῶς τὰ ὑπὸ τοῦ Ἀριστοτέλους λεγόμενα, ὅς γε καὶ ἀποδεικνύναι νομίζει, ὅτι κατὰ τὴν τῶν κυρίως ἐναντίων ἀντίθεσιν μόνην τὴν γένεσιν καὶ τὴν φθορὰν ὁ Ἀριστοτέλης ἐπιτελεῖσθαί φησιν, ἔπειτα πᾶσαι αἱ ἐνστάσεις αὐτοῦ, ἃς κατὰ τὴν τοιαύτην ὑπόνοιαν ἐποιήσατο, καὶ ὡς παρὰ θύρας γενόμεναι1 μάτην γεγόνασιν καὶ τῆς Ἀριστοτέλους ἀποδείξεως οὐ καθάπτονται. μαρτυρεῖ γὰρ καὶ οὗτος, εἰ καὶ μηδαμῶς ἀξιόχρεως εἰς μαρτυρίαν ἀγνοῶν, περὶ τίνων ὁ λόγός ἐστί, μαρτυρεῖ δὲ ὅμως, ὅτι ἐκ τῆς στερήσεως ἡ γένεσις, ὡς καὶ Ἀριστοτέλει δοκεῖ· “τὸ γὰρ ἐξ ἀέρος γενόμενον πῦρ, καθό, φησί, κέχρωσται, οὐκ ἐξ ἐναντίου τὴν γένεσιν εἴληφεν, ἀλλ’ ἐκ μόνης τῆς οἰκείας στερήσεως”. ἐπειδὴ δὲ οὐκ ἀρκεῖ τὰ τούτου σαθρὰ δεικνύναι, ἀλλὰ καὶ αὐτὸ χρὴ τὸ δόγμα βεβαιωθῆναι, πῶς ἐξ ἐναντίων ἡ γένεσις καὶ τίνα ταῦτα τὰ ἐναντία ἐστί, καὶ μέντοι καὶ τὰς ἐνστάσεις τὰς τούτου καθ’ ἑκάστην διαλῦσαι, ὀλίγων ἡμᾶς τῶν πρόσθεν ὑπομνήσας οὕτως τραπήσομαι πρὸς τὴν διάλυσιν· τοσοῦτον δὲ προρρητέον, ὅτι ἄλλο ἐστὶ τὸ γινόμενον καὶ ἄλλο τὸ ὃ γίνεται,2 ἄμφω δὲ ὑπὸ ποιοῦντος γίνεται· πρὸς ἄλληλα γάρ ἐστι τό τε ποιοῦν καὶ τὸ γινόμενον, ὥστε καὶ τὸ ποιοῦν γινόμενον ποιεῖν καὶ τὸ γινόμενον πᾶν καὶ ὃ γίνεται ὑπὸ ποιοῦντος γίνεσθαι· ἀδύνατον γάρ, ὡς καὶ Πλάτων φησί, χωρὶς αἰτίου γένεσιν σχεῖν καὶ αἰτίου ἄλλου δηλονὅτι παρ’ ἑαυτό. τὸ μὲν γὰρ αὐθυπόστατον ὅλον ἅμα εἶναι χρὴ ὑφιστάνον τε καὶ ὑφιστανόμενον, τὸ δὲ γινόμενον ὅλον ἅμα οὐκ ἔστιν· οὐ γὰρ ἂν ἐγίνετο. ἔστι δὲ γινόμενον μέν, εἰς ὃ ἡ τοῦ ποιοῦντος ἐνέργεια ἐναπερείδεται, τοῦτο δέ ἐστι τὸ ὑποκείμενον, οἷον ὁ γλυφόμενος εἰς Ἑρμῆν λίθος· τὸ δὲ ὃ γίνεται τὸ εἶδος τὸ ἀποτελούμενον ἐκ τῆς ἐνεργείας καὶ ἡ μορφή. καὶ ὅρα, ὅτι ὁ γλυφόμενος ὑπὸ τοῦ γλύφοντος ἑρμογλύφου ὁ λίθος ἐστί, διότι οὗτός ἐστιν ὁ γινόμενος, τὸ δὲ ὃ γίνεται ἡ μορφή. πᾶν δὲ τὸ ὑπὸ ποιοῦντος γινόμενον κατὰ τὸ εἶδος διατίθεται, καθ’ ὃ τὸ ποιοῦν ἐνεργεῖ, οἷον ὁ λίθος κατὰ τὸ ἐν τῷ ἑρμογλύφῳ τοῦ Ἑρμοῦ εἶδος καὶ τὰ ξύλα κατὰ τὸ ἐν τῷ ναυπηγῷ τῆς νεὼς καὶ τὸ σπέρμα καὶ τὸ καταμήνιον κατὰ τὸ ἐν τῇ φύσει εἶδος τοῦ ζῴου. πᾶν δὲ τὸ κατά τινα διάθεσιν διατιθέμενον μὴ ἔχον αὐτὴν πρότερον διατίθεται κατ’ αὐτήν· οὐ γὰρ ἂν λέγοιτο διατίθεσθαι· ἀλλὰ μὴν καὶ ἐπιτήδειον ὂν εἰς τὸ διατεθῆναι·3 ἀπουσίαν ἄρα τοῦ εἴδους ἐκείνου ἔχει πεφυκότος ἐγγίνεσθαι· ἡ δὲ ἀπουσία τοῦ πεφυκότος στέρησίς ἐστι· στέρησιν ἄρα ἔχει τοῦ εἴδους, ὃ μέλλει δέχεσθαι, καὶ ἀνάγκη τὴν στέρησιν ἐκστῆναι, εἰ μέλλει παρέσεσθαι τὸ εἶδος· οὐ γὰρ δυνατὸν τὴν ἀπουσίαν ἅμα καὶ τὴν παρουσίαν τοῦ εἴδους συνυπάρχειν.

“然而,房屋、雕像以及任何其他事物亦同样如此生成:因为房屋是从这些材料并非结合而是如此这般分离的状态生成的,雕像以及任何具有形状之物是从无形状生成的,且这些事物各自,有的是某种秩序,有的是某种结合。那么,若这是真实的,一切生成之物便都会生成,一切消灭之物便都会消灭,要么是从相反者,要么是入于相反者及其间物;而间物是由相反者构成的,从而依本性生成的一切事物要么是相反者,要么是从相反者生成的。” 我想,仅凭这些便足以表明,亚里士多德是将形式与欠缺而非严格意义上的所谓相反者设定为生成与消灭之物的本原,且他的绝大多数例证皆取自它们;并且在接下来的论述中,许多内容亦清楚阐明了这同一道理。不过,再补充一段简短的话语,我想这亦足以让最无耻之徒感到羞愧:“那么,关于生成的本原有多少以及是怎样的,已经谈过了;显而易见,必须有某种东西作为相反者的载体,并且相反者必须存在。但在另一种方式下这并非必然;因为相反者之一通过其缺席与在场就足以产生变化。”显而易见,形式的缺席便是欠缺,他在片刻之后甚至指名道姓地谈及它,并将其与形式相对立。因为在说明了载体是一个本原之后,他接着写道:“另一个本原是定义(即形式),此外与此相反的是欠缺”。因此,由于依形式与欠缺的对立普遍存在,他将一切相反关系或对立关系归结于此,这无论从这些话语中,还是从那些段落中所说的其他话语中——将那些全部抄录下来未免过于冗长——皆是显而易见的。 既然情况如此,首先便会显出此人对亚里士多德所言完全无知,因为他竟然自以为证明了亚里士多德声称生成与消灭仅仅依严格意义上的相反者之对立而完成;其次,他依照这种臆断提出的所有异议,亦如脱靶之箭般徒劳无功,根本未能触及亚里士多德的论证。因为此人虽然由于不知道所论何事而决不配作为证人,但他毕竟作证了生成是从欠缺而来的,正如亚里士多德所认为的那样:因为正如他所说,“从空气生成的火,就其具有颜色而言,并非从相反者获得生成,而仅仅是从其固有的欠缺”。但是,由于仅指出此人之言的破绽并不足够,还必须确立教义本身,即生成如何是从相反者而来以及这些相反者是什么,并且还必须逐一化解此人的异议,因此在简要提醒我们前述少数要点之后,我将转入化解。不过首先必须说明这一点:即生成者是一回事,它所生成的东西又是另一回事,而二者皆由作为者生成。因为作为者与生成者是相互关联的,从而作为者使生成者生成,并且一切生成者以及它所生成的东西皆由作为者生成;因为正如柏拉图所说,没有原因,显然是没有自身之外的原因,要获得生成是不可能的。因为自存者必然整体同时存在,既是确立者又是被确立者;而生成者并非整体同时存在,否则它就不会在生成了。而作为者的现实活动所施加于其上的乃是“生成者”,这便是载体,例如被雕刻成赫尔墨斯像的石头;而“它所生成的东西”则是从现实活动中完成的形式与形态。注意,被赫尔墨斯雕刻师雕刻的是石头,因为这便是“生成者”,而“它所生成的东西”则是形态。凡由作为者生成之物,皆依作为者据以施展现实活动的形式而得到规定,例如石头依雕刻师心中赫尔墨斯的形式,木料依造船师心中船的形式,种子与经血依自然中动物的形式。凡依某种性向得到规定之物,先前不具备该性向便依其得到规定;否则它便不能被称为得到规定;然而它确实具有适合于得到规定的适宜性。因此,它具有本性上适于生于其中的那形式的缺席;而本性上适于生于其中者的缺席便是欠缺;因此,它具有它将要接受的形式的欠缺,并且若形式将要在场,欠缺必然退去;因为形式的缺席与在场不可能同时并存。

语法注3 条
  1. 1.29παρὰ θύρας γενόμεναι

    成语 παρὰ θύρας γίγνεσθαι 字面义为“发生于门外”,引申为“脱靶”、“离题”、“不中要害”。在此指菲洛波诺斯针对亚里士多德提出的诸条反驳由于误解了其前提论点,因而脱离实质、徒劳无益。

  2. 1.29ἄλλο ἐστὶ τὸ γινόμενον καὶ ἄλλο τὸ ὃ γίνεται

    通过实体化的现在分词 τὸ γινόμενον(“处于生成过程中的东西”,即承受作用的载体/质料)与实体化的关系从句 τὸ ὃ γίνεται(“它所生成而成之物”,即作为结果的形式)形成鲜明对照。后文辛普里丘明确将前者对应为石头(载体),将后者对应为形态/形式。

  3. 1.29ἀλλὰ μὴν καὶ ἐπιτήδειον ὂν εἰς τὸ διατεθῆναι

    分词 ὄν 与前文的 μὴ ἔχον(不具有)并列,表达条件与属性,即载体在尚未具备该性向的同时,又具有接受该性向的适宜性(ἐπιτήδειον)。这为下文将此种缺席界定为“依本性应具有者的缺席即欠缺(στέρησις)”提供了不可或缺的逻辑前提。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:125.13-127.9