- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:123.24-125.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯通过援引图形、关系、性质和光等反例,继续反驳生成出自相反者的论点;辛普利丘斯则引证《物理学》第一卷的原文,证明亚里士多德所指的是依形式与欠缺而对立之物,而非仅限于严格意义上的相反者。
τρίτον δέ, οὐκ ἐπὶ τῶν οὐσιῶν μόνων, φησίν, ἀλλὰ καὶ ἐπ’ αὐτῶν τῶν συμβεβηκότων οὐκ ἀληθῶς ἡ ὑπόθεσις Ἀριστοτέλους ἔχουσα φαίνεται· γίνεται γὰρ τρίγωνον καὶ κύκλος καὶ τὰ λοιπὰ τῶν σχημάτων, καὶ δῆλον, ὡς οὐδὲν τούτων ἐξ ἐναντίου γίνεται, εἴπερ μή ἐστι σχήματι σχῆμα ἐναντίον, ὡς καὶ αὐτῷ δοκεῖ. ἔτι δέ, φησί, τέταρτον, καὶ ἐκ δεξιοῦ ἀριστερὸν γίνεται· ταῦτα δὲ πρός τι καὶ οὐκ ἐναντία. καὶ ἁπλῶς, φησίν, ἐν ὅσαις τῶν κατηγοριῶν μὴ ἔστιν ἐναντία, δῆλον, ὅτι τὰ ἐν ταύταις ἄτομα οὐκ ἐξ ἐναντίων ἔχει τὴν γένεσιν, πέμπτον καὶ τοῦτο προστιθείς. ἕκτον δέ, οὐδὲ ἐπ’ αὐτῆς τῆς ποιότητος, ἐν ᾗ μάλιστα τὰ ἐναντία, καθόλου ἐστὶν ἀληθές, ὥς φησιν, οἷον θερμοῦ καὶ ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ· οὐδὲ γὰρ ταῦτα πάντως ἐκ τῶν ἐναντίων ἀνάγκη γίνεσθαι. εἰ γὰρ ὁ ἀήρ, φησίν, οὔτε χρῶμα ἔχει οὔτε χυμόν, ὡς δηλοῖ τὸ μήτε ὁρατὸν αὐτὸν μήτε γευστὸν εἶναι, μεταβάλλει δὲ εἰς ὕδωρ, ὅπερ καὶ χρῶμα ἔχει καὶ χυμόν, ἀπὸ ποίων ἐναντίων τῶν ἐν τῷ ἀέρι χρώματός τε καὶ χυμοῦ γίνεται τὸ ἐν τῷ ὕδατι χρῶμα καὶ ὁ ἐν τῷ ὕδατι χυμός; κἂν εἰς γῆν δέ, φησίν, ὁ ἀὴρ μεταβάλλει, κἂν εἰς πῦρ, τὰ αὐτὰ ῥητέον. ἀλλὰ καὶ κατὰ σῆψιν, φησίν, ἀέρος γίνεται ζῷα ποικίλα χρώματα ἔχοντα καὶ χυμῶν διαφοράς· ἐκ ποίων οὖν ἐν τῷ ἀέρι ἐναντίων τοῦ ἀέρος μὴ ἔχοντος; τὸ δὲ ἐκ τῆς οἰκείας στερήσεως, τουτέστιν ἐκ τοῦ ἐν τῷ ἀέρι ἀχρωμάτου, γίνεσθαι συγχωρεῖ. ἐπὶ δὲ τοῦ πυρὸς περὶ τοῦ χρώματος αὐτοῦ ζητῶν, τουτέστι τοῦ φωτός, ἢ ἔστι τι, φησίν, ἐναντίον τῷ φωτὶ ἢ οὐκ ἔστιν· εἰ μὲν οὖν μὴ ἔστιν, οὐδ’ ἂν ἐξ ἐναντίου τὴν γένεσιν ἔχοι· εἰ δὲ ἔστι, τί ἂν ἄλλο εἴη πλὴν τοῦ σκότου; ὁ δὲ σκότος στέρησις τοῦ φωτός, ὡς φησιν ἐν ἄλλοις δεδειχέναι, ἀλλ’ οὐκ ἐναντίον. εἰ δέ τις, φησί, καὶ συγχωρήσει ἐναντίον εἶναι τῷ φωτὶ τὸν σκότον, καὶ οὕτως οὐδὲν ἧττον εἰ μὴ καὶ μᾶλλον ὁ Ἀριστοτέλους ἀπελέγχεται λόγος. ὅταν γάρ, φησίν, ἀπὸ τοῦ μεθ’ ἡμέραν πεφωτισμένου ἀέρος παρατριβομένου πῦρ γίνηται, οὐχ ὡς ἐκ πεφωτισμένου δηλονότι γίνεται, ἀλλ’ ὡς ἐξ ἀέρος· τοιγαροῦν καὶ ἐκ τοῦ νυκτερινοῦ γίνεται. τὸ ἄρα ἐν τῷ γεγενημένῳ φῶς οὐκ ἐξ ἐναντίου γεγένηται.” ταῦτα τοίνυν ὡς ἀνατρεπτικὰ τοῦ Ἀριστοτελικοῦ λόγου διὰ πολλῶν στίχων τοῦδε τοῦ ἀνδρὸς προαγαγόντος1 ὀλίγα τῶν ἤδη προειρημένων δέομαι πάλιν εἰπεῖν, ἐξ ὧν, οἶμαι, καὶ ταῦτα καὶ τὰ ῥηθησόμενα ὑπ’ αὐτοῦ διαλυθήσεται. ἀλλ’ ὅτι μὲν οὐκ ἐκ τῶν κυρίως καλουμένων ἐναντίων πᾶσαν γένεσιν ὁ Ἀριστοτέλης εἶναι βούλεται, ἀλλ’ ἐκ τῶν κατὰ εἶδος μάλιστα καὶ στέρησιν ἀντικειμένων ἀπὸ τῶν ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως εἰρημένων, εἰς ἃ καὶ τὸν ἐνταῦθα λόγον ὁ Ἀριστοτέλης ἀνέπεμψεν, ἔξεστι μαθεῖν τινά μου παραγράφοντος2 τῶν ἐκεῖ γεγραμμένων· “ληπτέον δὴ πρῶτον, ὅτι πάντων τῶν ὄντων οὐθὲν οὔτε ποιεῖν πέφυκεν οὔτε πάσχειν τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος οὐδὲ γίνεται ὁτιοῦν ἐξ ὁτουοῦν, ἂν μή τις λαμβάνῃ κατὰ συμβεβηκός. πῶς γὰρ ἂν γένοιτο λευκὸν ἐκ μουσικοῦ, πλὴν εἰ συμβεβηκὸς εἴη τῷ λευκῷ ἢ τῷ μέλανι τὸ μουσικόν; ἀλλὰ λευκὸν μὲν γίνεται οὐκ ἐκ λευκοῦ καὶ τούτου οὐκ ἐκ παντός, ἀλλ’ ἐκ μέλανος ἢ τῶν μεταξύ, καὶ μουσικὸν οὐκ ἐκ μουσικοῦ, πλὴν οὐκ ἐκ παντός, ἀλλ’ ἐξ ἀμούσου ἢ εἴ τι αὐτῶν ἐστι μεταξύ. οὐδὲ δὴ φθείρεται εἰς τὸ τυχὸν πρῶτον, οἷον τὸ λευκὸν οὐκ εἰς τὸ μουσικόν, πλὴν εἴ ποτε κατὰ συμβεβηκός, ἀλλ’ εἰς τὸ μὴ λευκόν, καὶ εἰς μὴ λευκὸν οὐκ εἰς τὸ τυχόν, ἀλλ’ εἰς τὸ μέλαν ἢ τὸ μεταξύ· ὡς δὲ αὕτως καὶ μουσικὸν εἰς τὸ μὴ μουσικόν, καὶ τοῦτο οὐκ εἰς τὸ τυχόν, ἀλλ’ εἰς τὸ ἄμουσον, ἢ εἴ τι αὐτῶν ἐστι μεταξύ. ὁμοίως δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων, ἐπεὶ καὶ τὰ μὴ ἁπλᾶ τῶν ὄντων ἀλλὰ σύνθετα κατὰ τὸν αὐτὸν ἔχει λόγον· ἀλλὰ διὰ τὸ μὴ τὰς ἀντικειμένας διαθέσεις ὠνομάσθαι λανθάνει τοῦτο συμβαῖνον· ἀνάγκη γὰρ πᾶν τὸ ἡρμοσμένον ἐξ ἀναρμόστου γίνεσθαι καὶ τὸ ἀνάρμοστον ἐξ ἡρμοσμένου, καὶ φθείρεσθαι τὸ ἡρμοσμένον εἰς ἀναρμοστίαν καὶ ταύτην οὐ τὴν τυχοῦσαν ἀλλὰ τὴν ἀντικειμένην. διαφέρει δὲ οὐθὲν ἐφ’ ἁρμονίας εἰπεῖν ἢ τάξεως ἢ συνθέσεως· φανερὸν γάρ, ὅτι ὁ αὐτὸς λόγος.
“第三,”他说,“不仅在实体的情形中,而且在偶性本身的情形中,亚里士多德的假说似乎亦非真实;因为三角形、圆形及其他图形皆会生成,且显而易见,这些图形中无一是从相反者生成的,如果正如他自己所认为的那样,图形与图形并不相反的话。再者,第四,”他说,“左亦从右生成;但这二者乃是关系者而非相反者。并且一般而言,”他说,并将此作为第五点补加上,“在凡不存在相反者的范畴中,显然其中的个体并非从相反者获得其生成。第六,甚至在最存在相反者的性质本身上,如他所言,亦非普遍为真,诸如热与冷、干与湿;因为即便是这些,亦决非必然全从相反者生成。因为如果空气,”他说,“既无颜色亦无滋味,正如它既不可见又不可尝所表明的那样,却转变为兼具颜色与滋味的水,那么水中的颜色与水中的滋味,又是从空气中何种相反的颜色与滋味生成的呢?纵使空气转变为土,”他说,“或转变为火,亦当如是说。甚至由于空气的腐败,”他说,“亦会生成具有斑斓色彩与各异滋味的动物;那么既然空气并不具有这些,它们又是从空气中何种相反者生成的呢?”然而,他承认这是从固有的欠缺生成的,即从空气中的无色生成。“而在火的情形中,在探究其颜色,即光时,要么有某种与光相反者,”他说,“要么没有;若没有,光便不可能从相反者获得其生成;若有,除黑暗之外还能是什么呢?但黑暗乃是光的欠缺,正如他声称在别处已证明过的那样,而非相反者。假若有人,”他说,“甚至承认黑暗与光相反,即便如此,亚里士多德的论调受到的驳斥亦丝毫不减,甚至尤甚。因为每当,”他说,“通过摩擦白昼受照亮的空气而生成火时,显而易见它并非作为从受照亮者生成,而是作为从空气生成;因此它亦从夜间的空气生成。所以,在生成之物中的光并非从相反者生成。” 那么,鉴于此人用了浩繁的篇幅提出这些作为推翻亚里士多德论调之言,我需要再次重申此前已论及之事中的少数几点,我想,据此不仅这些言论,连同他将要发表的言论皆将得以化解。然而,亚里士多德并非意指一切生成皆出自严格意义上的所谓相反者,而是主要出自依形式与欠缺相对立者,这一点从《物理学讲义》第一卷中的言论——亚里士多德此处的论述亦正指向该处——通过我抄录那里的部分文字,可以得知: “因此首先应当把握的是:在一切存在者中,无一者在依其本性上对任意事物有作为或受动,任何事物亦不从任何偶然的事物生成,除非人们是在偶性意义上理解。因为若非通晓乐理是白色或黑色的偶性,白色又怎能从通晓乐理者生成呢?相反,白色是从非白色生成的,且在此非白色中并非从任意者生成,而是从黑色或中间物生成;通晓乐理者亦从非通晓乐理者生成,但并非从任意者生成,而是从不通晓乐理者或它们之间的某种中间物生成。同样,初初消灭亦非归于任意之物,例如白色并非消灭为通晓乐理者(除非有时是由于偶性),而是消灭为非白色,且在非白色中并非归于任意者,而是归于黑色或中间物;同样,通晓乐理者亦消灭为非通晓乐理者,且这并非归于任意者,而是归于不通晓乐理者或它们之间的某种中间物。其他事物的情形亦同样如此,因为存在者中非单纯者即复合者亦遵循同一法则;但由于相对立的性向未被命名,这一事实的发生便被忽视了。因为凡和谐之物必然从不和谐者生成,不和谐之物必然从和谐者生成,且和谐之物必然消灭为不和谐,且这并非归于任意的不和谐,而是归于相对立的不和谐。至于谈论的是和谐、秩序还是结合,皆无不同;因为显然法则乃是同一的。”
- 1.29τοῦδε τοῦ ἀνδρὸς προαγαγόντος
属格独立结构。在上下文中,它相对于主句“我需要再次重申”(δέομαι πάλιν εἰπεῖν)起到让步或对比的作用(“在此人提出了……之时/尽管此人提出了……”)。
- 1.29ἔξεστι μαθεῖν τινά μου παραγράφοντος
无人称动词 ἔξεστι(可以……)统辖不定式 μαθεῖν,τινά 为中性复数宾格,与后文的 τῶν ἐκεῖ γεγραμμένων 连用,作 παραγράφοντος 的宾语(“那里所写内容中的一部分”)。短语 μου παραγράφοντος 为属格独立结构,表示手段或情境(“随着我抄录……”/“通过我抄录……”)。
