- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:122.1-123.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘引述论敌的原话,指出在天的运动中设定欠缺(静止)既与永恒性相矛盾,又犯了预期理由的乞题谬误。他进一步呈现了论敌借助实体及非理性灵魂的生成来攻击“生成出自相反者”这一命题的论据。
ἀνάγκη δὲ πάλιν αὐτοῦ παραγράψαι τὴν ῥῆσιν διὰ τοὺς ἀπιστήσοντας, εἴ τις ὅλως οὕτως ἀνόητα γέγραφεν· “εἰ γὰρ καὶ συγχωρηθείη, φησί, τῇ τοῦ οὐρανοῦ κινήσει μὴ εἶναι κίνησις ἐναντία,1 στέρησιν γοῦν τῆς τοιαύτης κινήσεως εἶναι οὐκ ἀδύνατον· παντὶ γὰρ πράγματι φυσικῷ ἐν ὑποκειμένῳ τὸ εἶναι ἔχοντι ἔστι τις ἀντικειμένη στέρησις· φυσικὸν δέ τι πρᾶγμα καὶ ἡ κίνησις· ἡ γὰρ πρὸ τῆς κινήσεως καὶ μετὰ τὴν παῦλαν τῆς κινήσεως ἀκινησία στέρησις τυγχάνει τῆς τοιαύτης κινήσεως. εἰ οὖν τῇ τοῦ οὐρανοῦ κινήσει στέρησιν μὲν εἶναι ἀντικειμένην οὐκ ἀδύνατον, οὐκ ἄρα τὰ κατ’ εἶδος καὶ στέρησιν ἀλλὰ τὰ ὡς ἐναντία παρέλαβεν.” ἐν δὴ τούτοις πρῶτον μὲν πῶς οὐκ ἐπέστησεν, ὅτι οὐκ ἂν Ἀριστοτέλης στέρησιν εἶναι τῆς οὐρανίας κινήσεως συνεχώρησεν, ὅς γε νομίζει δεδειχέναι ἐν ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως, ὅτι ἀΐδιός ἐστιν ἡ κύκλῳ; εἰ δὲ ἦν, ὡς οὗτός φησι, καὶ πρὸ τῆς κινήσεως ταύτης καὶ μετὰ τὴν κίνησιν ἀκινησία, πῶς ἀΐδιος ἡ κίνησις ἦν; δεύτερον δέ, πῶς οὐχὶ τὸ ζητούμενον ὡς ὁμολογούμενον παρέλαβεν;2 ζητουμένου γὰρ νῦν, εἰ ἀΐδιός ἐστιν ὁ οὐρανὸς καὶ ἡ τοῦ οὐρανοῦ κίνησις ἢ ἀπ’ ἀρχῆς τινος χρονικῆς γενόμενος καὶ τέλος ἕξει κατά τινα χρόνον τοῦ εἶναι, οὗτος ὡς ὁμολογούμενον καὶ Ἀριστοτέλει λαμβάνει, ὅτι καὶ πρὸ τῆς κινήσεως ἦν στέρησις αὐτῆς καὶ μετὰ τὴν κίνησιν, ἢ ἀγνοῶν, ὅ τι ποτὲ σημαίνει τὸ τῆς στερήσεως ὄνομα, ἢ, εἴπερ οἶδεν, ὅτι ἀπουσίαν εἴδους ἐν τῷ πεφυκότι ἔχειν αὐτὸ δηλοῖ, θαυμαστῶς πως ἢ κακουργῶν ἢ ἀνοηταίνων ὁ περὶ τῆς ἀϊδιότητος ζητῶν ὁμολογούμενον λαμβάνει τὸ καὶ προυπάρχουσαν καὶ ἑπομένην ἔχειν στέρησιν. οὐ γὰρ δή, οἶμαι, καὶ τοῦτο ἀγνοεῖ, ὅτι τὴν στέρησιν ἀπουσίαν οὖσαν τοῦ εἴδους ἀδύνατον συνυπάρχειν αὐτῷ καὶ τοῦ Ἀριστοτέλους σαφῶς εἰπόντος ἐν Φυσικοῖς· “οὐ γὰρ ταὐτὸν ἀνθρώπῳ καὶ τὸ ἀμούσῳ εἶναι· καὶ τὸ μὲν ὑπομένει, τὸ δὲ οὐχ ὑπομένει· τὸ μὲν γὰρ μὴ ἀντικείμενον ὑπομένει· ὁ γὰρ ἄνθρωπος ὑπομένει τὸ μουσικόν· τὸ δὲ ἄμουσον οὐχ ὑπομένει.” πῶς οὖν ἢ Ἀριστοτέλης ἀΐδιον νομίζων στέρησιν ἔχειν ὑπελάμβανεν, ἢ οὗτος περὶ τοῦ ἀϊδίου ζητῶν ὁμολογούμενον ἔλαβε τὸ στέρησιν ἔχειν; καὶ εἴπερ τοῦτο ἐνόμιζεν ἀληθές, ἄλλης ἔτι ἀποδείξεως ἐδεήθη πρὸς τὸ δεῖξαι τὸ σπουδαζόμενον αὐτῷ, ὅτι παραπλησίως αὐτῷ καὶ ὁ οὐρανὸς καὶ ὁ ὅλος κόσμος γεγόνασί τε ἀπ’ ἀρχῆς τινος χρονικῆς καὶ ἐν μέρει χρόνου φθαρήσονται. τὰ δὴ τοιαῦτα τῶν παροραμάτων αὐτοῦ μηκύνειν ἐπὶ πλέον ἀναγκάζομαι, οὐχ ὅτι πολλῶν δεῖται λόγων εἰς διάλυσιν· καὶ τυφλῷ γάρ, τὸ λεγόμενον, ἐστὶ δῆλα· ἀλλ’ ἵνα μάθωσιν οἱ διὰ τὰ μεγέθη τῶν βιβλίων αὐτοῦ καὶ πρὸ τοῦ ἀναγνῶναι τεθαυμακότες αὐτόν, οἷα ἀγνοῶν οὗτος εἰς οἵους ἀγῶνας παραποδύεται. τοιγαροῦν μετ’ ὀλίγα “τὸ γὰρ λευκόν” φησί “καὶ τὸ μέλαν καὶ ὅλως, ὧν ἀντικειμένων ἐστί τι μεταξύ,3 ἐναντία που ταῦτα πάντως ἐστίν· εἴδους γὰρ καὶ στερήσεως οὐδὲν μεταξύ· ἐν τῇ ὕλῃ γὰρ τούτων ἑκάτερον, καὶ οὐ μεταξὺ τούτων ἡ ὕλη.” τί γάρ; τὸ λευκὸν καὶ τὸ μέλαν οὐκ ἐν τῇ ὕλῃ; τί δέ; μεταξὺ τοῦ λευκοῦ καὶ τοῦ μέλανος ἡ ὕλη ἐστί; πῶς δέ, εἰ ὁδός ἐστι καὶ παράτασίς τις ἀπὸ τῆς στερήσεως εἰς τὸ εἶδος καὶ ἀπὸ τοῦ εἴδους εἰς τὴν στέρησιν, οὐκ ἔσται τι μεταξὺ καὶ τούτων, κἂν μὴ ὠνόμασται; πολλὰ δ’ οὖν τοιαῦτα εἰπὼν προτίθεται δεῖξαι τέως, ὅτι οὐκ ἔστιν ἀληθὲς τὸ ἐκ τῶν κυρίως ἐναντίων εἶναι τὴν γένεσιν, καὶ μετὰ τοῦτο, ὅτι οὐδὲ ὡς ἐκ στερήσεως. καὶ ὅτι μὲν οὐκ ἐκ τῶν κυρίως ἐναντίων, διὰ πλειόνων οἴεται δεικνύναι, ὧν πρῶτόν ἐστι τοῦτο· “εἰ μὴ μόνον, φησί, τὰ συμβεβηκότα, ἀλλὰ καὶ οὐσίαι γίνονται αἱ ἄτομοι, τῇ δὲ οὐσίᾳ μηδέν ἐστιν ἐναντίον, ὡς ἐν Κατηγορίαις αὐτὸς Ἀριστοτέλης διδάσκει, πῶς πᾶν τὸ γινόμενον ἐξ ἐναντίου γίνεται; δεύτερον, φησίν, εἰ καὶ τῶν ἀλόγων ψυχῶν ἐστι γένεσις καὶ μὴ πᾶν εἶδος ψυχῆς ἀγένητον ὑπάρχει καὶ ἄφθαρτον, λεγέτω τις ἡμῖν, ἐκ τίνος ἐναντίου ἡ τοῦ ἵππου ψυχὴ καὶ ἡ τοῦ βοὸς καὶ ἡ ἑκάστου τῶν λοιπῶν ἀλόγων ζῴων γεγένηται, ἢ εἰς τί πάλιν ἐναντίον φθειρόμεναι ἀναλύονται. ἔτι δέ, φησίν, ἐναργέστερον τὸ τοῦ λόγου ψεῦδος φανήσεται τὰ εἴδη τῆς ψυχῆς ἐπισκοπούντων.4 τί γὰρ ἐναντίον τῷ θυμικῷ; τί δὲ τῷ γεννητικῷ καὶ θρεπτικῷ καὶ αὐξητικῷ καὶ ὀρεκτικῷ;
但是,为了那些怀疑究竟是否有人写下过如此愚蠢之言的人,有必要再次抄录他的言辞:“因为即使承认,”他说,“天的运动不存在相反运动,但此类运动的欠缺无论如何并非不可能存在;因为对于在基底中具有存在的一切自然事物而言,都存在某种相对立的欠缺;而运动亦是某种自然事物;因为在运动之前以及运动停止之后的静止,恰恰是此类运动的欠缺。因此,如果天的运动存在相对立的欠缺并非不可能,那么他[亚里士多德]所采用的便不是按形式与欠缺之物,而是作为相反者之物。” 那么在这些言辞中,首先,他怎能未曾注意到,亚里士多德绝不会承认存在天之运动的欠缺,既然他自认为已在《物理学》第八卷中证明了圆周运动是永恒的?而如果真如这厮所言,在此运动之前和运动之后皆有静止,那运动又怎会是永恒的呢?其次,他又怎能不将所要探究之事当作已获公认之事来采纳呢?[但他确实如此做了。]因为当现在所探究的乃是天以及天的运动是永恒的,还是从某个时间的开端生成并在某个时间达到存在的终点时,此人却如同这即使对亚里士多德而言亦是公认的一般,假定在运动之前和运动之后皆有其欠缺;他要么不知道“欠缺”这一名称究竟意味着什么,要么假若他真知道它表明在依其本性适于拥有它的事物中形式的缺席,那么探究永恒性的人竟将拥有预先存在和随后相随的欠缺当作已获公认之事来采纳,这真是以某种惊人的方式要么在弄奸耍滑,要么在犯傻。因为我想,他当然亦不至于不知道欠缺作为形式的缺席是不可能与形式共存的,亚里士多德在《物理学》中亦已明确指出:“因为对人而言存在与对不通晓乐理者而言存在并非同一;且前者持久留存,后者则不留存;因为不对立者留存;人承受通晓乐理〔的状态〕而留存,但不通晓乐理〔的状态〕并不留存。”那么,怎会或是亚里士多德认为它是永恒的却设想它具有欠缺,或是此人在探究永恒者时却将具有欠缺当作已获公认之事来采纳呢?假若他认为这是真实的,那为了表明他所热衷论证之事——即正如他一样,天和整个宇宙亦皆从某个时间的开端生成,并将在时间的一部分中毁灭——他还需要另一种论证。 事实上,我被迫更为详尽地拉长对他的此类疏漏的讨论,并非因为它们需要多费唇舌来进行化解——因为正如俗话所说,这连瞎子也是看得清的——而是为了让那些因其著作篇幅之浩繁而在阅读之前就赞赏他的人明白,此人是在何等无知的情况下脱衣登场参与此等争辩的。 因此稍后他说:“因为白与黑,以及凡对立面之间有某种中间物者,这些无论如何大概都是相反者;因为在形式与欠缺之间没有任何中间物;因为这二者各自皆在质料中,而质料并不在这二者之间。”那又如何?难道白与黑不在质料中吗?又如何?难道质料在白与黑之间吗?再者,如果从欠缺到形式、从形式到欠缺存在一条道路和某种时间延展,那么纵使未被命名,怎会在这二者之间亦没有任何中间物呢? 无论如何,他在说了许多此类言论之后,暂且打算表明生成出自严格意义的相反者并非真理,在此之后又要表明亦非如出自欠缺那样。至于并非出自严格意义的相反者,他自以为通过数条论证作出了证明,其中第一条如下:“如果不仅偶性,”他说,“而且不可分实体亦会生成,而如亚里士多德自己在《范畴篇》中所教导的那样,实体没有任何相反者,那么凡生成者又怎会皆从相反者生成呢?第二,”他说,“如果非理性灵魂亦有生成,且并非每种形式的灵魂皆是不生不灭的,那就请有人告诉我们,马的灵魂、牛的灵魂以及其余每种非理性动物的灵魂是从何种相反者生成的,或者它们在毁灭时又分解为哪种相反者。此外,”他说,“对于考察灵魂之诸形式的人而言,此论调的虚妄将显得更为昭然若揭。因为对于充沛激情的部分而言有什么相反者呢?对于生育的、营养的、生长的和欲求的部分而言又有什么相反者呢?”
- 1.29τῇ τοῦ οὐρανοῦ κινήσει μὴ εἶναι κίνησις ἐναντία
人称被动结构:主格 κίνησις ἐναντία 作被动祈愿语气动词 συγχωρηθείη 的语法主语,与补足不定式 μὴ εἶναι 连用(“即使相反的运动被承认为对天的运动而言并不存在”)。
- 1.29πῶς οὐχὶ τὸ ζητούμενον ὡς ὁμολογούμενον παρέλαβεν;
用于指出逻辑上“乞题/预期理由”(petitio principii)谬误的表达。句式骨架将“被探究之事”(τὸ ζητούμενον)与“作为公认之事”(ὡς ὁμολογούμενον)相对置。
- 1.29ὧν ἀντικειμένων ἐστί τι μεταξύ
关系代词 ὧν 作为属格修饰 ἀντικειμένων,并依附于前置词/副词 μεταξύ,意为“在那些对立面之间存在某种中间物的(事物)”。
- 1.29τὰ εἴδη τῆς ψυχῆς ἐπισκοπούντων
分词 ἐπισκοπούντων 作为属格独立结构(主语为泛指的不定代词或一般人),修饰主句谓语 φανήσεται,表示时间或条件(“当人们考察灵魂的形式时”),在语境中亦兼有参考与格(“对考察者而言”)的意味。
