- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:120.12-121.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘批判约翰·斐洛庞努斯误解了亚里士多德关于“不生”的划分(混淆了突发之物与永恒存在),并引用《物理学》第一卷指出生成不仅包含严格相反者,亦包含欠缺与形式的对立,从而驳斥了他的反难。
ἆρα οὖν † ὁποῖος 〈ἂν〉 ἀνὴρ οὗτος εἴη φρενήρης μηδὲ τὰ τοιαῦτα διακρίνειν δυνάμενος καὶ τολμῶν ἀντιλέγειν πρὸς Ἀριστοτέλην,1 μηδὲ τὸ προτεθὲν ὑπ’ αὐτοῦ δυνηθεὶς ἰδεῖν τοῦ ἀγενήτου σημαινόμενον καὶ μαχόμενος πρὸς αὐτό; ὁρᾷς γοῦν, ὅτι τὴν τοιαύτην τοῦ κόσμου γένεσιν ἀναιρεῖν νομίζει τὸν Ἀριστοτέλην τὴν ὡς ἀρχὴν τοῦ εἶναι ἔχουσαν, κἂν μὴ διὰ γενέσεως εἰς τὸ εἶναι παρῆκται, ὅπερ ἐπὶ τῶν ἐξαίφνης ἔστιν ἰδεῖν, καὶ τό γε τοιοῦτον τὸ ἀρχὴν τοῦ εἶναι ἔχον, κἂν μὴ διὰ γενέσεως εἰς τὸ εἶναι παρῆλθεν, οὐ μόνον ὡς ἀγένητον ὁ Ἀριστοτέλης κατὰ τὸ πρῶτον τοῦ ἀγενήτου σημαινόμενον ἀπηριθμήσατο, ἀλλὰ καὶ ὡς γενητὸν κατὰ τὸ πρῶτον τοῦ γενητοῦ, ὅτε ἔλεγεν, “εἴτε γινόμενον εἴτε ἄνευ τοῦ γίνεσθαι ὁτὲ μὲν ὂν ὁτὲ δὲ μὴ ὄν”. κἂν οὗτος οὖν ἀγνοῇ, πρὸς τί τὴν ἀντιλογίαν ποιεῖται, ἰστέον, ὅτι ἀγένητον τὸν οὐρανὸν ὁ Ἀριστοτέλης καὶ ἄφθαρτόν φησιν ὡς ἀίδιον ὄντα, ὅπερ ἐσήμανεν διὰ τοῦ τρίτου σημαινομένου τοῦ ἀγενήτου, ἐν οἷς ἔλεγεν “ἕνα δέ, εἴ τι ὅλως ἀδύνατον γενέσθαι, ὥστε ὁτὲ μὲν εἶναι ὁτὲ δὲ μή,” καὶ οὕτως ἀδύνατον, ὡς μὴ ἀληθὲς εἶναι εἰπεῖν, ὅτι γένοιτο ἄν· τοιοῦτον δέ ἐστι τὸ μὴ πρότερον μὲν μὴ ὂν ὕστερον δὲ ὂν καὶ πάλιν αὖθις μὴ ὄν, ἀλλ’ ἀεὶ ὄν. γενητὸν γὰρ ἀφορισάμενος κατὰ πρῶτον τρόπον, εἴ τι μὴ πρότερον ὂν ὕστερον ἔστιν ἢ δύναται ὅλως γενέσθαι εἴτε διὰ παρατάσεως μεταβάλλον εἰς τὸ εἶναι ἐκ τοῦ μὴ εἶναι εἴτε ἐξαίφνης τοῦ προτέρου καὶ ὑστέρου μέρη χρόνου δηλοῦντος,2 καὶ φθαρτὸν αὖ πάλιν τὸ τούτῳ ἐοικός, ὃ πρότερον ὂν ὕστερον ἢ οὐκ ἔστιν ἢ δύναται μὴ εἶναι, εἴτε διὰ παρατάσεως εἴτε ἐξαίφνης εἰς τὸ μὴ εἶναι μεταβάλλοι, ἀγένητον λέγει τὸν οὐρανὸν καὶ ἄφθαρτον ὡς τῆς τοιαύτης ὑπερέχοντα γενέσεως καὶ φθορᾶς. καὶ πρὸς τὴν τούτου ἀπόδειξιν δυσὶν χρῆται προτάσεσιν, ὡς εἴρηται πρότερον, τῇ τε λεγούσῃ, ὅτι τὸ γινόμενον ἐξ ἐναντίου γίνεται καὶ εἰς ἐναντίον φθείρεται, καὶ τῇ λεγούσῃ, ὅτι τῇ κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις. πρὸς τὰς δύο οὖν ταύτας ἀντειπεῖν οὗτος προθέμενος πρὸς πρώτην ἀντιλέγει τὴν προτέραν· καὶ ὅσα μὲν εἰπεῖν ἴσχυον πρὸς τὴν νόησιν τῆς Ἀριστοτέλους περὶ τούτων ἐννοίας, εἴρηται πρότερον· ἐξ ἐκείνων δὲ ῥᾳδίως, οἶμαι, καὶ τὰς τοῦδε τοῦ ἀνδρὸς ἐνστάσεις διαλύειν ἔστι. λέγει τοίνυν, ὅτι ὁ μὲν Ἀριστοτέλης καὶ ὁ τούτου ἐξηγητὴς Ἀλέξανδρος ἐπὶ τῶν κυρίως ἐναντίων ἀληθεύειν βούλονται τὸ τὰ ἐναντία ἐξ ἐναντίων γίνεσθαι, ἕτεροι δέ τινες ὡς ἐπὶ στερήσεως καὶ εἴδους ὑγιαίνειν φασὶ τὴν ὑπόθεσιν. καὶ ὅτι μὲν οὐδὲ ἐν τούτῳ τὰ ὑπὸ τοῦ Ἀριστοτέλους λεγόμενα γινώσκει,3 δηλοῖ λέγων αὐτὸς Ἀριστοτέλης, ὅτι μουσικὸν γίνεται οὐκ ἐκ μουσικοῦ, πλὴν οὐκ ἐκ παντός, ἀλλ’ ἐξ ἀμούσου, καὶ τὸ ἡρμοσμένον ἐξ ἀναρμόστου γίνεσθαι καὶ τὸ ἀνάρμοστον ἐξ ἡρμοσμένου, καὶ φθείρεσθαι τὸ ἡρμοσμένον εἰς ἀναρμοστίαν καὶ ταύτην οὐ τὴν τυχοῦσαν, ἀλλὰ τὴν ἀντικειμένην· διαφέρει δὲ οὐθὲν ἐφ’ ἁρμονίας εἰπεῖν ἢ τάξεως ἢ συνθέσεως. πῶς οὖν οὗτος τὸν Ἀριστοτέλην φησὶν ἐπὶ τῶν κυρίως ἐναντίων τὸν περὶ τῆς γενέσεως λόγον ποιεῖσθαι καὶ ἐν τῷ πρώτῳ τῆς Φυσικῆς βιβλίῳ, ἀφ’ οὗ ταῦτα παρεθέμην ἐγώ; ὅτι μέντοι καὶ ἐκ τῶν κυρίως ἐναντίων, δῆλον, καὶ οὐκ ἔδει περὶ τούτου μακρολογεῖν οὐδὲ ἀνοητότερα τῶν πρόσθεν ἐπεισάγειν, καίτοι μηδὲν αὐτῶν δεόμενον. προθέμενος γὰρ δεῖξαι, ὅτι τὸν οὐρανὸν Ἀριστοτέλης φησὶ μηδὲν ἔχειν ἐναντίον κατὰ τὸ κυρίως ἐναντίον, τοῦτο δεικνύναι πειρᾶται ἐκ τοῦ στέρησιν ἔχειν ἀντικειμένην τὸν οὐρανόν. οὐκ ἂν οὖν εἶπεν, φησίν, ὁ Ἀριστοτέλης μὴ ἔχειν τι τὸν οὐρανὸν ἐναντίον, εἰ ἐναντίον τὴν στέρησιν ἔλεγεν.
那么,这样一个连此类事情都不能辨别,甚至无法看出亚里士多德所提出的“不生”的含义并与之抗争,却敢于反驳亚里士多德的人,究竟怎能算是有理智的人呢?无论如何你都看到,他以为亚里士多德是要消除宇宙具有存在之开端这样的生成,哪怕它并非通过生成而被导引进入存在——这在突发之物的情形中是可以看到的;然而,具有存在的开端哪怕并非通过生成而进入存在的那种事物,亚里士多德不仅根据“不生”的第一种含义将其列为不生的,而且当他说“无论是生成的还是无须生成而在某一时刻存在而在另一时刻不存在”时,亦根据“生成”的第一种含义将其列为生成的。因此,即使此人不知道他的反驳究竟针对何物,亦必须知晓,亚里士多德说天是不生和不灭的是作为永恒者,这一点他在关于不生的第三种含义中表明过,当时他说:“在一种意义上,若某物根本不可能生成,以致在某一时刻存在而在另一时刻不存在”,且其不可能达到说它能够生成的说法乃是不真的程度;而此类事物不是先不存在而后存在并再次不存在,而是恒常存在。因为他按第一种方式限定了生成:若某物先不存在而后存在,或根本能够生成,无论是在“先”与“后”表明时间的诸部分之中通过时间延宕从不存在变为存在,还是突发地转变;又将灭绝限定为与此类似之物:先存在而后要么不存在要么能够不存在,无论它是通过时间延宕还是突发地转变为不存在——在如此限定之后,他说天是不生和不灭的,乃因它超脱于此类生成与毁灭。为了论证这一点,正如之前所言,他运用了两个前提:即声称凡生成者皆从对立面生成并毁灭为对立面的前提,以及声称圆周运动不存在相反运动的前提。因此,打算对这两个前提提出反驳的此人,首先反驳了前一个前提;而关于理解亚里士多德在此类事情上的观念,凡是我所能言述者之前均已道明;我想,从那些论述出发亦能轻易化解此人的反难。于是他说,亚里士多德及其注释家亚历山大主张“对立者从对立者生成”在严格意义的相反者上属真,而另一些人则说这一假定如同在欠缺与形式的情形中那样是健全的。而他即便在此也不理解亚里士多德所言之事,这一点由亚里士多德亲口所言表明得清清楚楚:他说通晓乐理者从不通晓乐理者生成,但并非从随便什么事物,而是从未受音乐熏陶者生成;调谐之物从失调之物生成,失调之物从调谐之物生成;调谐之物毁灭为失调,且这并非偶然的失调,而是正相对立的失调;无论说是关于谐调、秩序还是构造,都毫无分别。那么,此人怎能说亚里士多德哪怕在我引证这些话的《物理学》第一卷中,亦是关于严格意义的相反者论述生成的呢?然而,生成亦出自严格意义的相反者是显而易见的,既无需就此大发议论,亦无需引入比之前更为愚蠢的说法,尽管根本无需这些。因为他企图表明亚里士多德说天在严格相反的意义上没有任何对立者,便试图从天具有相对立的欠缺来证明这一点。因此他说,如果亚里士多德将欠缺称为对立者,他就不会说天没有任何对立者了。
- 1.29μηδὲ τὰ τοιαῦτα διακρίνειν δυνάμενος καὶ τολμῶν ἀντιλέγειν πρὸς Ἀριστοτέλην
两个分词短语 δυνάμενος 与 τολμῶν 由 καί 连接,修饰带 ἄν 的希求法主句中的主语 οὗτος,在感叹性的修辞疑问句中具有伴随或让步的状语功能。
- 1.29τοῦ προτέρου καὶ ὑστέρου μέρη χρόνου δηλοῦντος
独立属格结构。主语为带有冠词的中性抽象短语 τὸ πρότερον καὶ ὕστερον(属格形式),与单数分词 δηλοῦντος 一致,μέρη χρόνου 作其宾格宾语。
- 1.29καὶ ὅτι μὲν οὐδὲ ἐν τούτῳ τὰ ὑπὸ τοῦ Ἀριστοτέλους λεγόμενα γινώσκει
在 ὅτι 从句中,τούτῳ 采用与格形式,作为与 γινώσκει 连用的关涉与格或施事与格(意为“对此人而言……被知晓”)。οὐδὲ ἕν 作宾格宾语,τὰ ὑπὸ τοῦ Ἀριστοτέλους λεγόμενα 说明其具体所指。
