← 辛普里丘

亚里士多德《论天》注释

§118.14-120.12

以太的词源与反驳斐洛庞劳之开端

辛普利丘阐明了亚里士多德将古人命名“以太”作为永恒性信凭的论述(270b16),探讨了其双重词源与真实意见的循环复归,随后开始驳斥约翰·斐洛庞劳利用《论天》第一卷第十一章关于“不生”的多重含义划分对天的非生成性所作的发难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.29#1

" Ἔοικε δὲ καὶ τοὔνομα παρὰ τῶν ἀρχαίων παραδεδόσθαι ἕως τοῦ ὀνομάζει γὰρ αἰθέρα ἀντὶ πυρός." Τρίτην πίστιν πρὸς τὴν ἀιδιότητα προσάγει τὴν ἀπὸ τοῦ ὀνόματος τοῦ μέχρι νῦν ἀπὸ τῶν ἀρχαίων παραδοθέντος. δύο δὲ ἡμῖν ἀπὸ τοῦ ὀνόματος ἐκφαίνει περὶ αὐτοῦ τῶν θεμένων ἐννοίας· αἰθέρα γὰρ αὐτὸν προσηγόρευσαν καὶ ὡς ἀκρότατον καὶ πάντων ὑπεριδρυμένον τῶν ὑπὸ σελήνην στοιχείων, ὧν ἕκαστον ἰδίῳ τινὶ κεκλήκασιν ὀνόματι, ἐξαιρέτως τὸν οὐρανὸν τῷ τοῦ αἰθέρος τιμήσαντες τὸ ἄκρον καὶ ὑπερανέχον δηλοῦντι καὶ τῶν ὑφ’ ἑαυτὸν λεπτότατόν τε καὶ καθαρώτατον. ἐμφαίνει δὲ τοὔνομα καὶ τὸ ἀεὶ θεῖν τὴν ἀίδιον αὐτοκίνησιν ἐνδεικνύμενον καὶ τὴν ἀϊδιότητα τῆς ὑποστάσεως συνεμφαῖνον. βουλόμενος δὲ δεῖξαι μὴ μόνους τούτους τοὺς ἀνθρώπους τοὺς ἀπὸ τῶν θεμένων τὸ ὄνομα μέχρι νῦν ταύτην ἐσχηκότας τὴν δόξαν πλεονάκις φησὶν εἰς τοὺς ἀνθρώπους ἀφικνεῖσθαι τὰς αὐτὰς δόξας, κἂν γένηταί ποτε μεταξὺ διαλείμματα. δῆλον δέ, ὅτι τὰς ἀληθεῖς πολλάκις ἀφικνεῖσθαι δόξας τὰς αὐτὰς οἰητέον· μένουσα γὰρ ἡ τῶν πραγμάτων φύσις καὶ τοὺς πρὸς ὀλίγον ἀποπλανηθέντας ἐπανάγει πάλιν πρὸς ἑαυτήν, αἱ δὲ ψευδεῖς δόξαι ἀόριστοί τε οὖσαι καὶ ἀορίστως κινουμένων ψυχῶν γινόμεναι οὐκ οἶμαι ὅτι πάντως ἀνακυκλοῦνται αἱ αὐταί. αἰτιᾶται δὲ τὸν Ἀναξαγόραν οὐ καλῶς ἐτυμολογήσαντα τὸ τοῦ αἰθέρος ὄνομα ἀπὸ τοῦ αἴθειν, ὅ ἐστι τὸ καίειν, καὶ διὰ τοῦτο ἐπὶ τοῦ πυρὸς αὐτῷ χρώμενον. εἰ γὰρ ἦν αὕτη τοῦ ὀνόματος ἡ κατὰ φύσιν ἔννοια, καὶ παρ’ ἡμῖν ἂν τὸ πῦρ αἰθὴρ ἐκαλεῖτο· τίς οὖν ἡ χρεία δυσὶν ὀνόμασιν εἰς ἑνὸς σημασίαν ἀποχρησάμενον τὸ ἕτερον τῶν σημαινομένων ἐπισκιάσαι; Ἀλλ’ ἐπειδὴ πάλιν οὗτος ὁ Γραμματικὸν ἑαυτὸν ἐπιγράφων ἐναργῆ σκοπὸν προβαλλόμενος τοὺς ὁμοίους ἑαυτῷ πεῖσαι φθαρτὸν τὸν κόσμον ὑπολαμβάνειν καὶ γενητὸν ἀπό τινος χρόνου διὰ τοῦτο δυσχεραίνει πρὸς τοὺς τὸν οὐρανὸν ἀγένητον καὶ ἄφθαρτον ἀποδεικνύντας καὶ πρὸς τὰ εἰρημένα παρὰ τοῦ Ἀριστοτέλους ἐν τούτοις πολὺν ἀνακινεῖ βόρβορον λόγων, φέρε, τὸν μέγιστον Ἡρακλέα παρακαλέσαντες συνεργὸν ἐπὶ τὴν κάθαρσιν τῆς κόπρου τῆς ἐν τοῖς λόγοις αὐτοῦ καταβαίνωμεν. προθεὶς τοίνυν ἐν ἀρχῇ τὴν Ἀριστοτέλους τοῦ ἀγενήτου καὶ τοῦ γενητοῦ πρὸς τῷ τέλει τοῦ βιβλίου τῶν σημαινομένων διαίρεσιν ζητεῖ, κατὰ ποῖον τῶν σημαινομένων ἀγένητον νῦν Ἀριστοτέλης τὸν οὐρανὸν ἀποδείκνυσι, καὶ γράφει ταυτί, ὅτι ‘οὐδὲ οὕτως ἀγένητος ἂν εἴη ὁ οὐρανὸς ἢ ὁ κόσμος ὡς τοῦ γίνεσθαι αὐτὸν ἀδυνάτου τυγχάνοντος·1 ἔστι γὰρ δηλονότι καὶ τὸ τέλειον τῆς ἑαυτοῦ φύσεως ἀπείληφεν. οὐκοῦν μία καὶ μόνη λοιπὸν ὑπόθεσις λείπεται, εἰ οὐδὲ οὕτως γενητὸς εἶναι δύναται ὡς ἀρχὴν τοῦ εἶναι ἔχων, κἂν μὴ διὰ γενέσεως εἰς τὸ εἶναι παρῆκται.2 ἐπεὶ οὖν τὴν τοιαύτην τοῦ κόσμου γένεσιν ἀνελεῖν ὁ Ἀριστοτέλης βουλόμενος ἀξιώματι κέχρηται τῷ πᾶν τὸ γινόμενον ἐξ ἐναντίου γίνεσθαι, ζητητέον, εἰ πᾶν τὸ κατὰ χρόνον γινόμενον ἐξ ἐναντίου πάντως ἔχει τὴν γένεσιν.’ ἐν δὴ τούτοις τὸ μὲν οὕτως ἀγένητον ὡς ἀδύνατον γενέσθαι, ὅπερ ἐστὶ τρίτον σημαινόμενον, ἀποφάσκει. “ἔστι γάρ, φησί, καὶ τὸ τέλειον ἀπείληφε.” καίτοι καὶ ὁ Ἀριστοτέλης πάντως οἶδεν, ὅτι ἔστιν, ἀλλ’ οὕτως ἔστιν ὡς οὐ γενόμενος οὐδὲ ὁτὲ μὲν ὢν ὁτὲ δὲ μὴ ὤν. μία οὖν, φησίν, ὑπόθεσις λείπεται τοῦ ἀγενήτου, εἰ οὐδὲ οὕτως ἀγένητος ὡς ἡ ἁφὴ καὶ ἡ ἀστραπὴ καὶ ὅλως τὰ ἐξαίφνης· ταῦτα γάρ ἐστι τὰ “ἀρχὴν τοῦ εἶναι ἔχοντα, κἂν μὴ διὰ γενέσεως εἰς τὸ εἶναι παρῆκται.” ποῖον οὖν τῶν ὑπὸ τοῦ Ἀριστοτέλους ἀπαριθμηθέντων τριῶν τοῦ ἀγενήτου σημαινομένων ἐστὶ τὸ νῦν ζητούμενον; εἰ γὰρ μήτε τὸ ὡς ἐξαίφνης μήτε τὸ ὡς ἐνδεχόμενον μὲν γενέσθαι μήπω δὲ γενόμενον μήτε τὸ ὡς ἀδύνατον γενέσθαι (σαφῶς γὰρ οὗτος λέγει, ὅτι οὐδὲ ὡς τοῦ γίνεσθαι αὐτὸν ἀδυνάτου τυγχάνοντος μάτην, ὡς λέγει, προέθετο ζητεῖν), κατὰ ποῖον τοῦ ἀγενήτου σημαινόμενον τῶν ὑπ’ αὐτοῦ διαιρεθέντων ἀγένητον τὸν κόσμον φησὶν ὁ Ἀριστοτέλης; καὶ ὅρα, ποίαν ὑπόθεσιν λείπεσθαί φησιν, εἰ οὐδὲ οὕτως γενητὸν ὡς τὸ ἐξαίφνης, τουτέστιν εἰ οὕτως ἀγένητον· τὰ γὰρ ἐξαίφνης ἐν τοῖς ἀγενήτοις τέθεικεν ὁ Ἀριστοτέλης· καὶ δῆλον, ὅτι οὕτως ἀγένητον εἶναί φησι τὸν οὐρανὸν ὡς τὰ ἀδύνατα γενέσθαι, ἀλλ’ οὐχ ὡς τὰ ἀδύνατα ὁπωσδήποτε ὑποστῆναι, ὡς ἐνόμισεν οὗτος, 〈ὡς τὸ〉 τὰ δύο καὶ δύο ἀδύνατον εἶναι τρία γενέσθαι· οὐ γάρ, ὅτι διὰ γενέσεως οὐ δύναται τοῦτο ὑποστῆναι, ἀληθὲς εἰπεῖν, ὅτι ἀδύνατον γενέσθαι, ἀλλ’ ὅτι ὅλως τῶν ὄντων οὐκ ἔστιν.3

“而这一名称似乎亦是由古人传承下来的”,直至“因为他称以太代替火”。 他引出了支持永恒性的第三种信凭,即来自从古至今流传下来的名称的信凭。他从这一名称向我们揭示了那些命名者关于它的两个概念:因为他们称它为“以太”,既因为它是处于月下诸元素——他们已用各自固有的名称称呼了其中每一个——之至高处并高居于所有这些元素之上的,他们特意用以太的名称尊崇天空,这一名称表明至高和卓然挺立,并且是其下方诸物中最精细和最纯净的。这一名称亦表明“恒常奔跑”,指明其永恒的自身运动,并共同表明其实存的永恒性。由于他想要表明不仅是从命名者到现在的这批人持有这种意见,他说同样的意见屡次降临到人们中间,即使其间有时会发生中断。显然,应当认为屡次作为同样意见降临的是真实的意见;因为事物的本性保持不变,甚至能将稍有偏离者再次引回自身,而虚假的意见则是无定限的,产生于无定限运动的灵魂,我不认为它们在任何情况下都会作为同样的意见循环往复。他指责阿那克萨哥拉未能妥善地从意为燃烧的“烧”中引申出以太这一名称,并为此将其用于火。因为如果这是该名称合乎本性的概念,那么在我们这里火亦会被称为以太;既然如此,何须为了表示一件事物而滥用两个名称,并遮蔽所表示的事物之一呢? 然而,既然这位自封为“文法家”的人再次提出明确的意图,企图说服与他同类的人认为宇宙是可毁灭的且是在某个时间之后生成的,并因此对那些论证天是不生不灭的人感到不满,且针对亚里士多德在这些地方所言之事激起了大量言论的泥淖,来吧,让我们祈请最伟大的赫拉克勒斯作为同工,降临去清洗他言论中的污秽。于是他在开端提出了亚里士多德在本书末尾关于不生和生成的含义的划分,探讨亚里士多德现在是根据哪一种含义论证天是不生的,并写下了这样的话:“天或宇宙亦不会是因其生成乃是不可能的而成为不生的;因为显而易见它是存在的,并已获得了自身本性的完满。因此,若它甚至不能作为拥有存在的开端那样是生成的——即使并非通过生成而被导引进入存在——便只剩下一个唯一的假定。因此,既然亚里士多德企图消除宇宙的这种生成而运用了‘凡生成者皆从对立面生成’这一公理,就必须探究,凡依时间生成者是否必定从对立面获得其生成。”在这些话中,他否定了那种由于不可能生成而是不生的含义,这即是第三种含义。“因为它是存在的,”他说,“并已获得了完满。”然而亚里士多德当然亦知晓它是存在的,但它是以既非生成的、亦非时而存在时而不存在的方式存在的。因此他说,若它甚至不像接触和闪电以及一般的突发之物那样是不生的,那么关于不生便只剩下一个假定;因为这些东西正是“拥有存在的开端,即使并非通过生成而被导引进入存在”。那么,在亚里士多德所列举的不生的三种含义中,现在所探究的究竟是哪一种呢?因为如果既不是作为突发之物的那种,亦不是作为可能生成但尚未生成的那种,也不是作为不可能生成的那种(因为此人明言,正如他所说,设想探究它如同其生成乃是不可能的那样是徒劳的),那么在亚里士多德所划分的诸含义中,他是根据不生的哪一种含义说宇宙是不生的呢?你看,他说如果它甚至不像突发之物那样是生成的,亦即如果它是以这种方式不生的,还剩下怎样的假定;因为亚里士多德将突发之物置于不生之物中;显而易见,他说天是不生的,是作为不可能生成之物,但并非像此人所认为的那样是作为在任何意义上都不可能实存之物,比如二加二不可能变成三;因为说它不可能生成,并不是由于它不能通过生成而实存是真实的,而是由于它根本不属于存在者。

语法注3 条
  1. 1.29ὡς τοῦ γίνεσθαι αὐτὸν ἀδυνάτου τυγχάνοντος

    连词 ὡς 后接属格绝对结构(τοῦ γίνεσθαι... ἀδυνάτου τυγχάνοντος),表示所声称的理由或界定方式(“依其生成为不可能”)。定冠词加不定词 τοῦ γίνεσθαι 作 τυγχάνοντος 的主语。

  2. 1.29εἰ οὐδὲ οὕτως γενητὸς εἶναι δύναται ὡς ἀρχὴν τοῦ εἶναι ἔχων, κἂν μὴ διὰ γενέσεως εἰς τὸ εἶναι παρῆκται

    引述斐洛庞劳话语中的条件从句。εἰ 引导假设,ὡς ἀρχὴν τοῦ εἶναι ἔχων(“作为拥有存在的开端”)限定 οὕτως γενητός 的方式。随后的 κἂν ... παρῆκται 是让步从句(“即使并非通过生成而被导引进入存在”),特指那些不经过生成过程而瞬间发生的事物。

  3. 1.29οὐ γάρ, ὅτι διὰ γενέσεως οὐ δύναται τοῦτο ὑποστῆναι, ἀληθὲς εἰπεῖν, ὅτι ἀδύνατον γενέσθαι, ἀλλ’ ὅτι ὅλως τῶν ὄντων οὐκ ἔστιν.

    否定结构 οὐ ... ἀλλʼ 与原因引导词 ὅτι 结合的复合句。基本句式为:“说它不可能生成,并不是因为……(οὐ γὰρ... ἀληθές [ἐστιν] εἰπεῖν... ὅτι...),而是因为……(ἀλλʼ ὅτι...)”。这一句式在语法上清晰界定了逻辑上的不可能与物理上的不可生成。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:118.14-120.12