- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:117.6-118.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对将天体视作神圣物体的三段论修正了亚历山大的解释,随后援引埃及与巴比伦漫长的天象观测记录,从感觉经验的角度论证了天界的不可变性与不灭性。
" Εἴπερ οὖν ἔστι τι θεῖον, ὥσπερ ἔστιν ἕως τοῦ εἴρηται καλῶς." Κἀνταῦθα ὁ Ἀλέξανδρος τὸν συλλογισμὸν οὕτως προάγει· εἰ ἔστι τι θεῖον, τουτέστιν εἰ εἰσὶν θεοί, καὶ τὰ ὑφ’ ἡμῶν εἰρημένα περὶ τοῦ κυκλοφορητικοῦ σώματος εἴρηται καλῶς· ἀλλὰ μὴν εἰσὶν θεοὶ ἀίδιοί τε καὶ ἐν τῷ ἄνω τόπῳ καὶ πάντα, ὅσα εἰρήκαμεν· καὶ τὰ ὑφ’ ἡμῶν ἄρα εἰρημένα περὶ τῆς πρώτης οὐσίας εἴρηται καλῶς. μήποτε δὲ οὐχὶ ‘εἰ εἰσὶν θεοὶ’ εἶπεν, ἀλλ’ εἰ ἔστι τι θεῖον σῶμα, τοῦτό ἐστι τὸ κυκλοφορητικόν, καὶ καλῶς εἴρηται περὶ αὐτοῦ τὰ εἰρημένα. τὸ δὲ εἴπερ οὖν καλῶς ἐπέστησεν ὁ Ἀλέξανδρος, ὅτι παρασυναπτικῷ ἔοικε,1 διὰ τὸ ἐναργές. εἰ γάρ εἰσιν ἐγκόσμιοι θεοί, ὅπερ ὡς δεδειγμένον καὶ ἐναργὲς ἀφῆκεν, ἔστι τι θεῖον σῶμα τὸ ἐξημμένον αὐτῶν· εἴπερ οὖν ἔστι τι θεῖον σῶμα, καλῶς εἴρηται τὰ περὶ τοῦ κυκλοφορητικοῦ σώματος ὡς τούτου ὄντος τοῦ θείου, ὡς ἐδήλωσεν καὶ ἡ κοινὴ τῶν ἀνθρώπων πρόληψις.
“‘因此,如果存在某种神圣之物,正如事实所存在的那样’,直至‘已被恰当地论述了’。” 在此处亚历山大亦如此推进这一三段论:“如果存在某种神圣之物,也就是说如果存在诸神,那么我们关于作圆周运动的物体所言之事亦被恰当地论述了;然而,确实存在着既永恒又处于上方场所且具有我们所言一切属性的诸神;因此,我们关于第一实体所言之事便被恰当地论述了。”但或许他并不是说“如果存在诸神”,而是说“如果存在某种神圣的物体,这便是那作圆周运动的物体,且关于它所言之事已被恰当地论述了”。至于“因此,如果……”,亚历山大正确地指出,由于事实的明晰性,它类似于一个准联结词。因为如果存在宇宙内的诸神——他把这一点作为已证且明晰之事置于一旁——便存在某种附着于它们的神圣物体;因此,如果存在某种神圣的物体,那么关于作圆周运动的物体所言之事便已被恰当地论述,因为这便是那神圣之物,正如人类的共同预想亦已表明的那样。
"Συμβαίνει δὲ τοῦτο καὶ διὰ τῆς αἰσθήσεως ἱκανῶς." Δευτέραν ταύτην τὴν πίστιν τοῖς ἀποδεδειγμένοις προστίθησιν περὶ τοῦ ἀγένητόν τε καὶ ἄφθαρτον καὶ ἀπαθὲς εἶναι τὸ κυκλοφορητικὸν σῶμα· ἔστι δὲ ἡ ἀπὸ τῆς αἰσθήσεως τῆς τε ἡμετέρας καὶ τῆς παραδεδομένης ἡμῖν ἄνωθεν, ἀφ’ οὗ μνῆμαι τῶν τοιούτων παρεδόθησαν. ἤκουσα δὲ ἐγὼ τοὺς μὲν Αἰγυπτίους ἀστρῴας τηρήσεις οὐκ ἐλαττόνων ἑξήκοντα τριῶν μυριάδων ἐτῶν2 ἀναγράπτους ἐσχηκέναι, Βαβυλωνίους δὲ ἑκατὸν καὶ τεσσαράκοντα καὶ τεσσάρων μυριάδων. ἀπὸ δὴ τοσούτων χρόνων, ἀφ’ ὧν ἱστορίαι παρεδόθησαν οὐδὲν ἱστόρηται τῶν περὶ τὸν οὐρανὸν ἀλλοίως ἔχον πρὸς τὰ νῦν οὔτε περὶ τὸν ἀριθμὸν τῶν ἀστέρων οὔτε περὶ μέγεθος αὐτῶν ἢ χρῶμα οὔτε περὶ τὰς κινήσεις τὰς ἀποκαταστατικάς. τὸ δὲ ἐν τοσούτοις ἔτεσι μηδὲν παραλλάξαν, ἀλλ’ ἐν τῇ ἀκμῇ τῇ ἑαυτοῦ τυγχάνον ἀεὶ πῶς δυνατὸν ἀκμάζον φθαρῆναι; ἤδη γὰρ ἐσχάτας εἶναι τῷ κόσμῳ ταύτας τὰς ἡμέρας οὗτοί φασι.3 καίτοι, οἶμαι, καὶ τὸ μίαν ὥραν ἐν ταυτότητι μένον ἀπαραλλάκτῳ δῆλόν ἐστι γενέσεως καὶ φθορᾶς ἐξῃρημένον· τὸ γὰρ γενόμενον πᾶν ἐν ἀρχῇ τινος χρόνου ἐξ ἀτελοῦς ἀρξάμενον εἰς τελειότητα τὴν ἑαυτοῦ καὶ τὴν ἀκμὴν προκόπτον ὁρῶμεν, καὶ οὕτως ἀπὸ τῆς ἀκμῆς εἰς παρακμὴν ὑποφερόμενον φθείρεται· τὸ δὲ πάντα τὸν συνεγνωσμένον ἀνθρώποις χρόνον ἐν ταυτότητι μεῖναν δῆλόν ἐστι γενέσεως καὶ φθορᾶς ἀπηλλαγμένον καὶ μήτε γινόμενον μήτε φθειρόμενον. ἔσχατον δὲ οὐρανὸν τὸ κυκλοφορητικὸν εἶπε σῶμα ἀντιδιαστέλλων αὐτὸ πρὸς ὅλον τὸν κόσμον οὐρανὸν καὶ αὐτὸν καλούμενον. ὅρα δέ, ὅτι, οἷς ἂν ἄλλος ὡς ἐναργεστάταις ἀποδείξεσιν ἐχρήσατο, τούτοις αὐτὸς ὡς πίστεσιν χρῆται4 μετὰ τὰς ἀποδείξεις.
“而这一点通过感觉亦充分地成立。” 关于作圆周运动的物体是不生、不灭且不受动的,他在已证明的事项之外加上了这第二种信凭;这信凭来自我们自身的感觉,以及自此类事物的记忆被传承下来以来从古传承给我们的感觉。我曾听闻,埃及人拥有不少于六十三万年的星象观测书面记录,而巴比伦人则有一百四十四万年。从如此久远的时间以来,即自历史记录被传承下来以来,关于天空的事象中,无论是关于星辰的数量,还是关于它们的大小或颜色,亦或是关于它们的复归运动,没有任何一项被记载为与现今具有不同状态。在如此多的岁月中丝毫没有变异、而是始终处于自身全盛期之物,怎么可能在全盛之时毁灭呢?因为这些人声称,对于宇宙而言这些时日已然是最后的日子了。然而,我认为,哪怕是在不变的同一性中维持一个小时的事物,显而易见亦是免于生成与毁灭的;因为我们看到,一切生成之物在某一时间的开端由不完全出发,向着自身的完满和全盛期推进,并如此从全盛期沉沦入衰退而毁灭;而在人类所知悉的全部时间内始终保持同一性之物,显而易见已脱离生成与毁灭,既不生成亦不毁灭。他将作圆周运动的物体称为“最外层的天”,是将它与自身亦被称为天的整个宇宙区分开来。你看,凡是别人会当作最明晰之论证来运用的东西,他自己却在论证之后将其作为信凭来运用。
- 1.27παρασυναπτικῷ ἔοικε
古代逻辑学(特别是斯多亚逻辑学)中的 παρασυναπτικός 指“准假言连接词/推论条件连接词”,说明 εἴπερ(“既然/如果确实”)并非引出单纯的假设,而是引出一个事实确凿、已明晰成立的前提。
- 1.28οὐκ ἐλαττόνων ἑξήκοντα τριῶν μυριάδων ἐτῶν
οὐκ ἐλαττόνων 是比较级属格,修饰名词 τηρήσεις,支配数词短语 ἑξήκοντα τριῶν μυριάδων ἐτῶν(“六十三万年”)。
- 1.28ἤδη γὰρ ἐσχάτας εἶναι τῷ κόσμῳ ταύτας τὰς ἡμέρας οὗτοί φασι
由 φασι 引领的宾格加不定式结构:ταύτας τὰς ἡμέρας 为主语宾格,ἐσχάτας 为表语宾格,τῷ κόσμῳ 为关涉与格。主语代词 οὗτοι(“这些人”)在语境中指持末世论主张者(如基督徒)。
- 1.28οἷς ἂν ἄλλος ὡς ἐναργεστάταις ἀποδείξεσιν ἐχρήσατο, τούτοις αὐτὸς ὡς πίστεσιν χρῆται
关系从句中的 οἷς ἂν ... ἐχρήσατο(ἄν 搭配直陈式不定过去时)表达对过去虚拟或潜在可能(“别人本来会当作……来使用的东西”),主句的指示代词 τούτοις 作为照应成分充当前置先行词。
