← 辛普里丘

亚里士多德《论天》注释

§115.21-117.5

基于假定的不可变质性与关于神明居处的共同观念

辛普利丘探讨了270b1的总结部分,指出天体的不可变质性与不受动性依赖于先行假定;随后就270b4考察亚里士多德如何在论证之外引入诸现象与人类共同预想(诸神的存在与处所)作为支持天体神圣性的佐证,并辨析了亚历山大对此处的注疏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.25

" Διότι μὲν οὖν ἀίδιον καὶ οὔτε αὔξησιν ἔχον οὔτε φθίσιν ἕως τοῦ φανερὸν ἐκ τῶν εἰρημένων ἐστίν." Ὑπομιμνήσκει τῶν προσεχῶς ἀποδειχθέντων περὶ τοῦ κυκλοφορητικοῦ σώματος, ὅτι ἀίδιον, εἴπερ μήτε γένεσιν ἔχει μήτε φθοράν, καὶ ὅτι οὔτε αὔξησιν οὔτε μείωσιν ἔχει· τοιοῦτον δὲ ὂν καὶ ἀγήρατόν ἐστι καὶ μέντοι καὶ ἀναλλοίωτον καὶ οὕτως ἀναλλοίωτον ὡς ἀπαθές. ἐμοὶ γὰρ οὐ μάτην ἔδοξε τελευταῖον προσθεῖναι τὸ ἀπαθές, ἀλλ’ ὡς πάντων τούτων κατὰ πάθη συμβαινόντων. τὸ δὲ εἴ τις τοῖς ὑποκειμένοις πιστεύει1 λέγοι μὲν ἂν καὶ τὰς πρώτας ὑποθέσεις, ἐξ ὧν αἱ ἀποδείξεις συνήχθησαν, περὶ ὧν καὶ Πλωτῖνος εἶπεν “Ἀριστοτέλει μὲν γὰρ οὐδὲν ἂν πρᾶγμα εἴη, εἴ τις αὐτῷ τὰς ὑποθέσεις τοῦ πέμπτου παραδέξαιτο σώματος”, ἐντεῦθεν, οἶμαι, λαβὼν αὐτό· λέγοι δὲ ἂν ὑποθέσεις καὶ τὰ λήμματα πάντα, ἐξ ὧν αἱ ἀποδείξεις συνήχθησαν. μήποτε δὲ οἰκειότερον ἀκούειν ὑπόθεσιν τὴν λέγουσαν, ὅτι τῇ κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις, καὶ ὅτι τὰ γινόμενα καὶ φθειρόμενα ἐξ ἐναντίων γίνεται καὶ εἰς ἐναντία φθείρεται· ταύτας γὰρ ὡς ὑποθέσεις λαβὼν ἐξ αὐτῶν πάντα συνεπεράνατο τὴν μὲν νῦν μέλλων ἀποδεικνύναι, τὴν δὲ ἐν τοῖς Φυσικοῖς ἀποδεδειγμένην.

“因此,它既是永恒的,且既无增加亦无衰减”,直至“从所言之事中是显而易见的”。 他提示了刚刚就作圆周运动的物体所证明的事项,即如果它既无生成亦无毁灭,它便是永恒的,且它既无增加亦无减少;作为此类事物,它既不衰老,并且亦不发生变质,是在不受动的意义上不可变质。因为在我看来,他绝非徒然在末尾加上不受动,而是因为所有这些事情都是依照受动发生的。至于“如果有人信凭所设定的前提”这句话,既可以说成是指那些证明从中推演出来的最初假定,关于这些假定普罗提诺亦曾说:“因为对于亚里士多德而言将毫无困难,如果有人向他认可第五物体的诸假定的话”,我以为他是从此处汲取了这句话;但人们亦可以将诸证明从中推演出来的所有前提称为假定。不过,也许更恰当的是将声称圆周运动没有相反运动、以及生成与毁灭之物是由相反者生成并毁灭为相反者的那一条理解为假定;因为他把这些当作假定而从中共同推导出了一切结论,其中一条他现在即将证明,另一条则已在《自然学》中得到了证明。

§1.26

​P. 270b4 Ἔοικε δὲ ὅ τε λόγος τοῖς φαινομένοις μαρτυρεῖν ἕως τοῦ ἀδύνατον γὰρ ἄλλως. Δύο ταῦτα πρὸς τὴν τῆς ἀληθείας πίστιν ἡμῖν συμβάλλεται ὅ τε ἀποδεικτικὸς λόγος καὶ ἡ κοινὴ τῶν ἀνθρώπων πρόληψις ἤτοι ἡ ἀπὸ τῆς αἰσθήσεως ἐνάργεια· καὶ συμφωνούντων μὲν αὐτῶν καὶ μάλιστα ἐπὶ τῶν φυσικῶν πραγμάτων ἐξ αἰσθήσεως ἐχόντων τὴν ἀπόδειξιν ἀναμφίλεκτος ἡ πίστις γίνεται, διαφωνούντων δὲ ἀπορία τις περιλείπεται. εἰκότως οὖν μετὰ τὰς ἀποδείξεις καὶ τὴν ἀπὸ τῶν φαινομένων παράγει πίστιν, ἥ τισιν καὶ τοῖς γε πλείστοις καὶ ἀρκεῖ πρὸς τὸ οὕτως ἡγεῖσθαι. τρεῖς δὲ τὰς ἀπὸ τῶν φαινομένων ἐπάγεται μαρτυρίας, μίαν μὲν τὴν ἀπὸ τῆς τῶν οὐρανίων παρὰ τοῖς ἀνθρώποις ὑπολήψεως, δευτέραν δὲ τὴν ἀπὸ τῆς αἰσθήσεως καὶ μνήμης τῆς περὶ αὐτῶν, καὶ τρίτην ἀπὸ τοῦ ὀνόματος αἰθέρα καλούντων αὐτόν. τὸ δὲ πρῶτον εἰς δύο διαιρεῖ ὁ Ἀλέξανδρος εἴς τε τὸ πάντας ἀνθρώπους ἡγεῖσθαι θεοὺς εἶναι καὶ εἰς τὸ τὸ θεῖον ἐν τῷ ἄνω τόπῳ ὑπολαμβάνειν. “εἶναι δέ, φησίν, ἀμφότερα ὁ λόγος ἔδειξε, καὶ ὅτι ἔστι τὸ θεῖον· ὁ γὰρ ἀγένητον καὶ ἄφθαρτον καὶ ἀναυξὲς καὶ ἀπαθὲς δείξας τι σῶμα λόγος καὶ πρότερον τῶν ἄλλων ἁπάντων καὶ τελειότερον οὗτος εἶναι θεοὺς κατεσκεύασέν τε καὶ ἀποδέδειχεν. ἀλλὰ καὶ ὁ τοῦτο δείξας, φησίν, εἶναι τὸ κύκλῳ καὶ περὶ τὸ μέσον τοῦ παντὸς κινούμενον, ὅτι ἐν τῷ ἄνω τοῦτό ἐστι, κατεσκεύασε.” ταῦτα μὲν ὁ Ἀλέξανδρος, μήποτε δὲ νῦν τὴν περὶ τοῦ εἶναι θεοὺς ὑπόληψιν μαρτύρεται πάντων ἀνθρώπων, ὅτι πάντες ἄνθρωποι, ὅσοι νομίζουσιν εἶναι θεούς, διά τε τοὺς Ἵππωνας καὶ Διαγόρας2 καὶ εἴ πού τινες ἐν ἀγνώστοις ἡμῖν τόποις εἰσὶ τοῦτο δυστυχοῦντες· οἱ δ’ οὖν νομίζοντες πάντες τὸν ἄνω τόπον τῷ θείῳ ἀποδιδόασιν. ἀλλ’ οὐκ ἐκ τοῦ σῶμα τοιοῦτον εἶναι θεοὺς εἶναι κατεσκεύασεν ὁ Ἀριστοτέλης, εἰ μὴ ἄρα ὡς θεῶν ὄντα ὀχήματα· ἐπεί, ὅτι εἰσὶ θεοὶ αἰώνιοι νοεροί, ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως ἔδειξε καὶ ἐν τοῖς Μετὰ τὰ φυσικά. καὶ τὸ ὡς τῷ ἀθανάτῳ τὸ ἀθάνατον συνηρτημένον ἐπὶ τοῦ τόπου καὶ τοῦ οὐρανίου σώματος ἀκούει ὁ Ἀλέξανδρος ὡς τούτου ὄντος τοῦ θεοῦ, καὶ τὸ ἀδύνατον γὰρ ἄλλως οὕτως ἀκούει, ὅτι ἀδύνατον τὸν ἄνω τόπον θεῖον εἶναι μὴ ὄντος ἐκεῖ θεοῦ. καὶ τοῦτο μὲν ἀληθές· ἀθανάτῳ δὲ τῷ θεῷ ἀθάνατον τὸ οὐράνιον σῶμα συνηρτῆσθαί φησι καὶ οὐ τὸν τόπον·3 καὶ ἀδύνατον ἄλλως, τουτέστι μὴ τῷ ἀθανάτῳ τὸ ἀθάνατον συνηρτῆσθαι. τὸ δὲ πάντας καὶ οὐχ Ἕλληνας μόνους ἀλλὰ καὶ βαρβάρους φυσικήν τινα δείκνυσιν ἐν ταῖς ψυχαῖς τὴν τοιαύτην ὑπόληψιν.

​P. 270b4 “言论似乎为诸现象作证”,直至“因为不可能以其他方式”。这两项对我们通往真理的信凭有所助益:论证性的言论与人类的共同预想,即来自感觉的昭然明晰;当它们相一致时,特别是在那些从感觉中获得证明的自然事物上,信凭就变得毋庸置疑,但当它们不一致时,便留下了某种困惑。因此,他在诸论证之后亦引入了来自诸现象的信凭,这是合情合理的,这种信凭对于某些人、乃至绝大多数人而言,足以形成如此的主张。而他从诸现象中引出了三条证据:其一来自人类关于天界事物的观念,其二来自关于它们的感知与记忆,其三来自名称,即人们称其为以太。亚历山大将第一条区分为二:即所有人皆认为存在诸神,以及认定神圣之物处于上方场所。“言论表明了二者皆成立,”他说,“亦表明了神圣之物的存在;因为那表明某一物体是不生、不灭、不增、不受动的,且先于其余一切事物并更为完满的言论,确立并证明了诸神的存在。不仅如此,”他说,“那表明这是作圆周运动且围绕宇宙中心运动的言论,确立了它处于上方场所。”亚历山大陈述了这些,但现在亚里士多德难道不是以全人类关于存在诸神的观念为证吗?因为所有认同存在诸神的人类——由于希彭们和狄阿戈拉斯们,以及如果在我们不知晓的地方有何人正遭遇这种不幸的话[不能说是毫无例外]——但无论如何,凡是认同的人都将上方场所赋予神圣之物。然而,亚里士多德并没有从物体具有此类性质出发来确立诸神的存在,除非是作为诸神的乘具;因为存在着永恒的理智的诸神,他在《自然哲学讲演录》第八卷和《形而上学》中已作了阐明。至于“如同不灭者与不灭者相连结”这句话,亚历山大将其理解为关于场所与天体,以为天体就是这位神,而他将“因为不可能以其他方式”理解为:如果彼处没有神,上方场所不可能成为神圣的。这诚然是真的;但他[亚里士多德]是说不灭的天体与不灭的神相连结,而非场所;并且不可能以其他方式,也就是说,不灭者不可能不与不灭者相连结。而“所有人”,即不仅是希腊人而且蛮族人亦如此,表明了这种观念在灵魂中是出于某种本性的。

语法注3 条
  1. 1.25τὸ δὲ εἴ τις τοῖς ὑποκειμένοις πιστεύει

    中性定冠词 τὸ 将引自亚里士多德的短语(“如果有人信凭所设定的前提”)名词化,用作引出论题的标记,而非紧随其后的 λέγοι ἂν 的直接宾语。

  2. 1.26διά τε τοὺς Ἵππωνας καὶ Διαγόρας

    此句属于破格结构(anakolouthon):在开头的 ὅτι πάντες ἄνθρωποι 之后,插入了针对著名无神论者的保留从句(διά τε τοὺς Ἵππωνας...),随后通过 οἱ δ’ οὖν νομίζοντες πάντες 重新接续并收拢主语。

  3. 1.26ἀθανάτῳ δὲ τῷ θεῷ ἀθάνατον τὸ οὐράνιον σῶμα συνηρτῆσθαί φησι καὶ οὐ τὸν τόπον

    在带不定式的宾格句式中,ἀθανάτῳ τῷ θεῷ 作与格补足语,ἀθάνατον τὸ οὐράνιον σῶμα 为不定式 συνηρτῆσθαι 的逻辑主语。句末的 καὶ οὐ τὸν τόπον 体现了辛普利丘的对比性判断,即与神相连结的是天体本身,而非亚历山大所主张的场所。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:115.21-117.5