← 辛普里丘

亚里士多德《论天》注释

§114.1-115.20

受动性变质与生灭之关联及天界和谐

辛普利丘批判了亚历山大的解释,论证亚里士多德从天体中所否定的并非一般的变质,而是受动性的变质。他指出性质上的受动会导致实体的转化、增减与生灭,而在天界中相反者和谐共存,太阳所传达的热亦是促成完满而非受动性的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.24#3

καὶ προελθὼν δέ, ὅτι οὕτως ἀναλλοίωτον ὡς ἀπαθὲς εἶπεν, ἐδήλωσε διὰ τοῦ “καὶ ἀναλλοίωτον καὶ ἀπαθές ἐστι τὸ πρῶτον τῶν σωμάτων”. ὥστε τῷ Ἀλεξάνδρῳ τὸ μὲν ἀλλοίωσιν ἐν τοῖς οὐρανίοις ἀπολιπεῖν κατὰ τὸν Ἀριστοτέλην συγχωρητέον,1 ὡς καὶ ποιότητος ὑπαρχούσης ἐκεῖ, οὐ μέντοι παθητικὴν τὴν ἀλλοίωσιν συγχωρητέον κατ’ αὐτόν· οὐ γὰρ ἂν ἐσπούδασε διὰ τοῦ ἀπαθοῦς ἀποδεῖξαι τὸ ἀναλλοίωτον, καὶ χρὴ τοῦτο τῇ ἀποδείξει προσεννοοῦντα τὸ ἀναγκαῖον αὐτῆς ὁρᾶν·2 τὰ γὰρ μεταβλητικῶς πάσχοντα τῶν κατὰ φύσιν σωμάτων καὶ αὔξεται καὶ μειοῦται καὶ γίνεται καὶ φθείρεται, οὐ μέντοι τῷ ἀλλοιοῦσθαι αὔξεται ἢ μειοῦται, ἀλλ’ ἔστι μὲν ἐν τοῖς ἐπικήροις ἄμφω, λόγον δὲ ἔχοντα οἰκεῖον· διόπερ ἐν Κατηγορίαις ὁ Ἀριστοτέλης εἶπεν, ὅτι οὔτε αὔξεσθαι ἀναγκαῖόν ἐστι τὰ κατὰ πάθος κινούμενα οὔτε μειοῦσθαι· οὐ γὰρ τῷ λόγῳ τοῦ πάθους αὔξεται ἢ μειοῦται, κἂν ὑπάρχῃ πάντως τὸ αὔξεσθαι καὶ μειοῦσθαι τοῖς πάσχουσιν μεταβολικὴν ἔχουσι φύσιν. πῶς δὲ τὰ κατ’ οὐσίαν ἔχοντα ἐναντιότητα ταῦτά φησιν αὔξεσθαι καὶ μειοῦσθαι ὁ Ἀλέξανδρος καὶ γίνεσθαι καὶ φθείρεσθαι, εἴπερ τῇ οὐσίᾳ οὐδέν ἐστιν ἐναντίον πλὴν τῆς στερήσεως αὐτῆς, ἥτις τὸ δραστήριον οὐκ ἔχει, ἀλλὰ τὸ ἐπιτήδειον μόνον ὑποτίθησιν, καὶ ἐκ ταύτης τὸ γινόμενον οὐχ ὡς ποιούσης, ἀλλ’ ὡς μετὰ ταύτην καὶ ὡς ἐξ ἐπιτηδείου πρὸς αὐτό; εἰ οὖν οὐ μόνον ἐξ ἐναντίου, ἀλλὰ καὶ ὑπὸ ἐναντίου ἡ γένεσις, ἡ δὲ ἐναντίωσις ἐν ταῖς ποιότησι θεωρεῖται, δῆλον, ὅτι κατὰ τὰ πάθη τῶν ποιοτήτων καὶ αἱ γενέσεις καὶ αἱ φθοραὶ συμβαίνουσιν καὶ αἱ αὐξήσεις καὶ μειώσεις. τῶν γὰρ στοιχείων κατὰ τὰς ποιότητας εἰς ἄλληλα μεταβαλλόντων ταῦτα συμβαίνει, μεταβάλλει δὲ δρῶντα εἰς ἄλληλα καὶ πάσχοντα ὑπ’ ἀλλήλων· ὥστε τρόπον τινὰ κατὰ συμβεβηκὸς εἶναι τὴν κατ’ οὐσίαν μεταβολὴν τῇ κατὰ τὰς ποιότητας ἀκολουθοῦσαν, διότι μεταβάλλειν μὲν κυρίως καὶ προσεχῶς ἀνάγκη ὑπ’ ἐναντίου, τῇ δὲ οὐσίᾳ ἐναντίον οὐκ ἔστιν, ἀλλὰ ταῖς συμπληρούσαις τὴν οὐσίαν ποιότησι· καὶ ταύτῃ κατ’ οὐσίαν ἡ μεταβολή, ὅτι τῶν κατ’ οὐσίαν ὑπαρχόντων ἐστί. καλῶς οὖν καὶ ἀκριβῶς ὁ Ἀριστοτέλης τὰ παθητικῶς ἀλλοιούμενα ταῦτα καὶ κατ’ οὐσίαν πάσχειν φησίν· ἐπιτεινόμενον γὰρ τὸ πάθος μεταβολὴν πάντως ποιεῖ τῶν τὴν οὐσίαν συνιστώντων στοιχείων· καλῶς δὲ τὴν κατὰ πάθος ἀλλοίωσιν τῶν οὐρανίων ἀπέφησεν ἀρκεσθεὶς τοῖς προαποδεδειγμένοις. εἰ γὰρ τὰ παθητικῶς ἀλλοιούμενα καὶ κατ’ οὐσίαν πάσχει γινόμενα καὶ φθειρόμενα καὶ αὐξόμενα καὶ μειούμενα, δῆλον, ὅτι τὰ τούτων ἐξῃρημένα καὶ τῆς παθητικῆς ἀλλοιώσεως ὑπερανέχει· ὥστε καὶ τὸ θερμαίνεσθαι ὑπὸ τοῦ ἡλίου τὰς μετ’ αὐτὸν σφαίρας καὶ διαπέμπειν εἰς τὰ τῇδε τὴν θερμότητα λεγόμενον ὑπὸ τοῦ Ἀλεξάνδρου προσεκτικῶς ἀκουστέον παθητικὴν μέν τινα θέρμην οὐδαμῶς ἐκεῖ συγχωροῦντα συμβαίνειν·3 πάντως γὰρ ἂν ἠκολούθει καὶ κατ’ οὐσίαν μεταβολή· τελεσιουργὸν δὲ καὶ ζωοποιόν τινα καὶ συνυπάρχουσαν ταῖς κατὰ φύσιν ἕξεσιν ἐκείνων τὴν ὑπὸ τοῦ ἡλίου μετάδοσιν ῥητέον, ἀλλ’ οὐ μεταβλητικὴν αὐτῶν, ὥσπερ τὴν κατὰ πάθος ἀλλοίωσιν· καὶ γὰρ καὶ ἐνταῦθα παθητικῶς ὁ ἀὴρ τὴν ζωογόνον τοῦ ἡλίου δεχόμενος θερμότητα παθητικῶς τὰ τῇδε θερμαίνει· οὐ γὰρ μόνον τὰς ἡλιακὰς ἀπορροίας, ἀλλὰ καὶ τὰς τῶν ἄλλων οὐρανίων παθητικῶς ὑποδέχεται τὰ τῇδε. εἰ δὲ ἀπαθὲς τὸ οὐράνιον πάσης θνητῆς δυσχερείας ἐστί, δῆλον, ὅτι καὶ πᾶν πάθος τοῖς θνητοῖς ὑπάρχον ἀναίνεται· ὥστε καὶ τὴν θερμότητα ταύτην τὴν παθητικήν, ἥτις ἐπιτεινομένη καὶ τὴν οὐσίαν διαλύει, μὴ προσήκειν αὐτῷ μήτε τὸ εἶδος ὅλως τὸ τοιοῦτον γενεσιουργὸν ὑπάρχον. ὥστε, εἰ μὲν τοῦτο μόνον πάθος λέγεται, τὸ γενεσιουργὸν πᾶν πάθος ὡς τοιοῦτον ἂν ἀποφάσκεται τοῦ οὐρανοῦ· εἰ δὲ ἔστι τι καὶ τελεσιουργὸν πάθος λεγόμενον, ὃ καὶ τῷ οὐρανῷ προσήκει, ἄλλος ἂν εἴη περὶ ἐκείνου λόγος. κἂν ἐναντία δὲ χρώματα ἢ ἄλλας ποιότητας ἐν τοῖς οὐρανίοις ὑπόθηταί τις, οὐκ ἂν εἴη φθαρτὰ ἐκεῖνα διὰ τὸ συνυπάρχειν ὁμονοητικῶς ἐκεῖ τὰ ἐναντία, ὡς εἴρηται πολλάκις, μὴ στασιάζοντα· διόπερ οὐδὲ παθητικὴν ἔχει τὴν εἰς ἄλληλα δρᾶσιν καὶ πεῖσιν, ὅτι μηδὲ μεταβάλλειν ἄλληλα βούλεται.

并且他进而通过说“第一物体既不可变质亦不受动”,阐明了他是在不受动的意义上说它是不可变质的。因此,一方面必须向亚历山大让步,承认按照亚里士多德的观点在天体中保留了变质,因为彼处亦存在性质;然而另一方面,绝不能按照他的看法让步承认该变质是受动性的;因为若是那样,他就不会热切地试图通过不受动来证明不可变质,并且应当在思想中将这一点补充到证明中,以洞见其必然性。因为在自然物体中,那些发生变异性受动的事物既增加亦减少,既生成亦毁灭,然而它们并不是由于变质而增加或减少的,而是在易灭的事物中两者皆存在,同时具有其固有的界说。因此亚里士多德在《范畴篇》中说过,依受动而运动的事物既无必然增加,亦无必然减少;因为它们并不是依受动的界说而增加或减少的,哪怕增加与减少在任何情况下都属于那些具有变异性本性的受动者。然而,如果实体除了缺乏本身之外没有任何相反者——而缺乏并不具有能动的作用,只奠定适宜性,从缺乏生成的事物并非由于缺乏是作因,而是作为在缺乏之后且由于面向该事物的适宜性而生成的——那么亚历山大怎么能说这些在实体上具有相反性的事物增加、减少、生成与毁灭呢?因此,如果生成不仅出于相反者,而且由相反者所致,而相反性是在性质中被考察的,那么显而易见,生成与毁灭,以及增加与减少,都是依照性质的诸受动而发生的。因为当元素依照性质彼此相互转化时,这些情况便发生,并且它们是通过相互作用和相互承受受动而转化的;以至于在实体上的变化在某种方式上是偶然的,伴随着在性质上的变化,因为事物必然首先且直接地由相反者促成转化,但实体并没有相反者,而是完成实体的诸性质具有相反者;正是在这一意义上,变化是依实体的,因为它是属于依实体而存在者的变化。因此,亚里士多德正确且精准地说,这些受动性地变质的事物在实体上亦承受受动;因为加强的受动在任何情况下都会导致构成实体的诸元素发生变化。并且他在满足于先前已证明的事项后,正确地否定了天体依受动的变质。因为如果受动性地变质的事物因生成、毁灭、增加与减少而在实体上亦承受受动,那么显而易见,那些超拔于这些事物之外者,亦凌驾于受动性变质之上。因此,亚历山大所说的紧随太阳之后的诸天球被太阳加热并将热传递给地上事物,必须谨慎倾听,绝不能容让彼处发生某种受动性的热;因为那样在实体上的变化无论如何都会随之而来。相反,必须说由太阳所作的传递乃是促成完满且赋予生命的,并且与那些天体依本性的诸状态共存,而非使它们发生变异,犹如依受动的变质那样。因为在地上亦然,空气受动地接受太阳赋予生命的热,受动地加热地上事物;因为地上事物不仅受动地接受太阳的流溢,亦受动地接受其他天体的流溢。但如果天体免于一切凡俗的苦难而不受动,那么显而易见,它亦拒绝凡俗事物所具有的一切受动;因此,这种受动性的热(当加强时甚至会瓦解实体)并不属于它,这种具有创生性的相亦根本不属于它。因此,如果仅有这种创生性的受动被称为受动,那么凡作为此类的一切受动都将从天界中被否定;但如果亦存在某种被称为促成完满的受动,且它亦适于天界,那么关于它将有另一番论述。即使有人在天体中设定相反的颜色或其他性质,那些天体亦不会因此是可灭的,因为正如屡次言及的那样,相反者在彼处和谐地共存而不生内讧;正因如此,它们相互之间亦没有受动性的作用与承受,因为它们甚至不希望相互转化。

语法注3 条
  1. 1.24τῷ Ἀλεξάνδρῳ τὸ μὲν ἀλλοίωσιν ἐν τοῖς οὐρανίοις ἀπολιπεῖν κατὰ τὸν Ἀριστοτέλην συγχωρητέον

    动词性形容词 συγχωρητέον 与与格 τῷ Ἀλεξάνδρῳ 连用。虽然句法上该与格可被视作施事与格(“亚历山大必须承认”),但动词 συγχωρέω 经常支配表示让步对象的与格(“向某人让步/向某人承认”),故此处取作间接宾语,解作“应当向亚历山大让步承认”。

  2. 1.24καὶ χρὴ τοῦτο τῇ ἀποδείξει προσεννοοῦντα τὸ ἀναγκαῖον αὐτῆς ὁρᾶν

    无人称动词 χρή 支配不定式 ὁρᾶν,而阳性单数宾格分词 προσεννοοῦντα 作不定式的逻辑主语(不定的“人”)。其句法骨架为:“[人]在思想中将此点补充到证明中(προσεννοοῦντα),应当(χρή)洞见其必然性(τὸ ἀναγκαῖον αὐτῆς ὁρᾶν)”。

  3. 1.24ὥστε καὶ τὸ θερμαίνεσθαι ὑπὸ τοῦ ἡλίου τὰς μετ’ αὐτὸν σφαίρας καὶ διαπέμπειν εἰς τὰ τῇδε τὴν θερμότητα λεγόμενον ὑπὸ τοῦ Ἀλεξάνδρου προσεκτικῶς ἀκουστέον παθητικὴν μέν τινα θέρμην οὐδαμῶς ἐκεῖ συγχωροῦντα συμβαίνειν

    带冠词的不定式短语 τὸ θερμαίνεσθαι... καὶ διαπέμπειν 与中性宾格分词 λεγόμενον 一致,作为动词性形容词 ἀκουστέον 的宾语。阳性单数宾格分词 συγχωροῦντα 则与 ἀκουστέον 的逻辑施事(“倾听者”)一致,并支配一个带不定式的宾格从句(παθητικὴν μέν τινα θέρμην... συμβαίνειν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:114.1-115.20