← 辛普里丘

亚里士多德《论天》注释

§112.20-113.32

天体中受动变质的否定与促成完满的变质

辛普利丘在结束引述亚历山大的解释后,论证亚里士多德从天体中所否定的乃是“受动性的变质”,而非天体之间“促成完满的变质”,并指明唯有前者才与增减以及生灭必然相随。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.24#2

τὰ γοῦν ἄστρα χρῶμα μὲν ἔχει, εἰ δὲ πᾶν χρῶμα ἢ λευκὸν ἢ μέλαν ἢ μικτόν, εἴη ἂν ἢ ἐναντίον τι αὐτῷ τῷ χρώματι ἢ ἐξ ἐναντίων τὸ χρῶμα αὐτῶν συγκείμενον, ἀλλ’ οὐ διὰ τοῦτο φθαρτὰ τὰ ἄστρα, ὅτι μὴ ἐν τῇ οὐσίᾳ αὐτῶν τὸ χρῶμα.’ ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος αὐτῇ σχεδὸν τῇ λέξει πρῶτον μὲν ἐφιστάνειν ἀξιῶ, εἰ1 ὁ Ἀριστοτέλης οὕτω σαθρῶς ἐν τῇ τοιαύτῃ πραγματείᾳ συνελογίζετο καὶ παραλόγως, κἂν κατὰ τὸ εὔλογον οὗτος εἰλῆφθαί φησιν αἰδούμενος. ἔπειτα ῥητέον, οἶμαι, ὅτι ὁ Ἀριστοτέλης οὐ πᾶσαν ἀλλοίωσιν ἀποφάσκει τῶν οὐρανίων· οὐ γὰρ δὴ καὶ τὴν τελεσιουργὸν εἰς ἄλληλα μετάδοσίν τε καὶ μετάληψιν, ἀλλὰ τὴν κατὰ πάθος, ἥτις πολλάκις μέν, εἰ καὶ κατὰ συμβεβηκός, ἀλλὰ καὶ αἰτία γίνεται αὐξήσεώς τε καὶ μειώσεως· τὰ γὰρ ξηραινόμενα καὶ πάσχοντα τὸ τῆς ξηρότητος πάθος καὶ μάλιστα κατὰ διάθεσιν ἢ καὶ ἔτι μᾶλλον κατὰ ἕξιν μειοῦται, καὶ τὰ ὑγραινόμενα τῇ προστιθεμένῃ ὑγρότητι αὔξεται, οὕτως δὲ καὶ τὰ μὲν πυκνούμενα μειοῦται, τὰ δὲ μανούμενα αὔξεται. πλὴν κἂν μὴ ὡς αἴτια θεωρῆται, ἀλλὰ συνεδρεύει πάντως τοῖς ἀλλοιωτικοῖς πάθεσιν ἡ αὔξησις καὶ ἡ μείωσις, οὐ μέντοι πάσῃ ἀλλοιώσει· δῆλον γάρ, οἶμαι, ὅτι καὶ τὰ οὐράνια σώματα δρᾷ εἰς ἄλληλα καὶ μεταδίδωσιν ἀλλήλοις τῶν οἰκείων ἀγαθῶν ἄλλοτε ἄλλων κατὰ τοὺς διαφόρους σχηματισμούς. ὡς γὰρ ἡ σελήνη φαίνεται ἄλλοτε κατ’ ἄλλο τι τῶν ἑαυτῆς μερῶν δεχομένη τὸ ἡλιακὸν φῶς κατὰ τὰς διαφόρους πρὸς αὐτὸν στάσεις, οὕτω καὶ πάντα εἰς ἄλληλα δρᾷ, κἂν ἀφανεῖς ἡμῖν αἱ τοιαῦταί εἰσιν ἀλλοιώσεις. δῆλον γάρ, οἶμαι, τοῦτο καὶ ἐκ τῶν εἰς τὰ τῇδε ἀποτελεσμάτων· ἄλλοτε γὰρ ἄλλων αἴτια γίνεται ἐκεῖνα κατὰ τοὺς διαφόρους αὐτῶν σχηματισμοὺς καὶ τὰς διαφόρους συγκράσεις, καὶ οὔτε ἐπὶ τῆς σελήνης αὔξησις ἢ μείωσις φαίνεται γινομένη μετὰ τῆς τοιαύτης ἀλλοιώσεως καίτοι οὕτως ἐναργοῦς οὔσης οὔτε ἐπὶ τῶν ἄλλων ἀστέρων, πλὴν ὅταν ἀπόγειοι ἢ περίγειοι γίνωνται· τότε γὰρ διὰ τὴν πρὸς ἡμᾶς ἀπόστασιν διάφορον οὖσαν διάφορον ἡμῖν ἔχοντες φαίνονται μέγεθος. οὐδὲ γάρ εἰσιν αἱ μεταδόσεις αὗται παθητικαί, ἀλλὰ τελεσιουργοί· συνυπάρχειν γὰρ ἐκεῖ δύναται καὶ τὰ ἐναντία· ἐνταῦθα μέντοι διὰ τὴν ἀπ’ ἀλλήλων διάστασιν μὴ πεφυκότα συνυπάρχειν ἀλλήλοις ἀφανίζει ἄλληλα καὶ διὰ τοῦτο παθητικῶς δρᾷ. ὁ μὲν γὰρ σίδηρος ὑπὸ πυρὸς θερμανθεὶς καὶ παθητικῶς ἀλλοιωθεὶς οὐκέτι ψύχειν δύναται καίτοι ψυχρὸς κατὰ φύσιν ὑπάρχων, διότι κατὰ τὸ πάθος ἐνεργεῖ· ἡ μέντοι σελήνη, κἂν ἀλλοιοῦταί πως ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων καὶ διαπέμπει τὸ φῶς εἰς ἡμᾶς τὸ ἡλιακόν, ἀλλὰ μετὰ τῆς οἰκείας ἰδιότητος· οὐ γὰρ μετέβαλέ τι τῆς οὐσίας αὐτῆς ἡ ἀλλοίωσις, ἀλλ’ ἐτελείωσε μόνον τὰς ὑπαρχούσας δυνάμεις. καλῶς γὰρ λέγει καὶ Μέλισσος, ὅτι “τὸ τριχὶ μιῇ μυρίοις ἔτεσιν ἑτεροῖον γινόμενον2 (κατὰ τὴν οὐσίαν δηλονότι) ὀλεῖται ἂν ἐν τῷ παντὶ χρόνῳ·” ὥστε, εἰ καὶ ἀλλοιοῦσθαι λέγει τις τὰ οὐράνια ὑπ’ ἀλλήλων, μὴ κατὰ πάθος γίνεσθαι λεγέτω τὴν ἀλλοίωσιν ταύτην, ἀλλὰ τελεσιουργόν, ὡς καὶ ψυχὴ ἂν ἀλλοιοῦσθαι λέγοιτο ἐνθεάζουσα. τὸ γὰρ πάθος κατὰ μεταβολὴν οὐσιώδους γίνεται τινος· διὸ καὶ ἄλλο εἶδος ἀλλοιώσεώς ἐστι τὸ κατὰ πάθος παρὰ τὸ κατὰ δύναμιν. καὶ διὰ τοῦτο καλῶς, οἶμαι, ὁ Ἀριστοτέλης οὐχ ἁπλῶς πᾶσαν ἀλλοίωσιν, ἀλλὰ τὴν παθητικὴν ἀποφάσκει τῶν οὐρανίων, ᾗ πάντως καὶ αὔξησις καὶ μείωσις καὶ γένεσις καὶ φθορὰ συνυπάρχει, καὶ διὰ τοῦτο τὰς ἀλλοιώσεις, ἃς ἔμελλεν ἀποφάσκειν, εἰς τὸ πάθος μετέβαλεν εἰπών· τοῦ δὲ ποιοῦ αἱ μὲν ἕξεις καὶ διαθέσεις οὐκ ἄνευ τῶν κατὰ τὰ πάθη γίνονται μεταβολῶν”· ἡ δὲ κατὰ πάθος αὐτόθεν ἔχει τὸ πάθος.

无论如何,星辰确实具有颜色;而如果一切颜色或为白,或为黑,或为混合色,那么要么存在某种与该颜色本身相反者,要么它们的颜色是由相反者构成的;然而星辰并不因此就是可灭的,因为颜色并不在它们的实体之中。’在亚历山大几乎逐字逐句地说出这些话时,首先,我认为值得注意:亚里士多德在这样一部著作中是否会如此脆弱且不合理地进行推论,即便他[亚历山大]出于敬重而称这是作为合情合理之论被采纳的。其次,我认为应当说,亚里士多德并未否定天体具有一切变质;因为他绝不会否定它们彼此之间促成完满的传达与接受,而是否定依受动的变质,而这种依受动的变质,往往——哪怕是依偶性地——亦成为增加与减少的原因。因为凡干燥并承受干燥之受动的事物,特别是在性向上,或者更是在状态上,都会减少;而因添加的湿气而湿润的事物则增加;同样,凝聚的事物减少,而稀疏化的事物增加。不过,即使不把它们看作原因,增加与减少在任何情况下都伴随着引起变质的诸受动,但绝非伴随一切变质。因为我认为显然的是,天体亦彼此相互作用,并根据不同的构型在不同时刻彼此分赐不同的固有善好。因为正如月亮根据其相对于太阳的不同位置,显得在自身不同的部分不同时刻地接受太阳光一样,一切事物亦都如此相互作用,即使此类变质对我们而言是不可见的。因为我认为,这从对地上事物的结果中亦很明显;因为那些天体根据它们不同的构型和不同的调和,在不同时刻成为不同事物的原因;然而,伴随这种变质——尽管它是如此显明——既未在月亮上看到有增加或减少发生,亦未在其他星辰上看到,除非当它们处于远地点或近地点时;因为那时由于距我们的距离不同,它们显得对我们具有不同的大小。因为这些传达并非受动性的,而是促成完满的;因为在彼处,相反者亦能够共存;然而在此地,由于彼此的分离,在本性上不能相互共存的事物彼此消灭,并因此受动地起作用。因为铁被火加热并受动地变质后,尽管依本性而言是冷的,却不再能够致冷,因为它依受动而活动;然而月亮,即使在某种程度上被太阳光线变质并将太阳的光传递给我们,亦是带着其固有的特质而进行的;因为该变质并未改变其实体的任何部分,而只是使现有的诸潜能达于完满。因为梅利梭亦说得好:‘在万年中发生一根毛发之差异的事物(显然指在实体上),将在全部时间中归于毁灭;’因此,即使有人说天体因彼此而变质,亦不要让他说这种变质是依受动而发生的,而应说是促成完满的,正如灵魂在神灵附体时亦可被称为发生变质一样。因为受动乃是随着某种实体性事物的变化而发生的;因此,依受动的变质乃是除依潜能的变质之外的另一属类。正是为此,我认为亚里士多德正确地从天体中否定的并非纯粹的一切变质,而是受动性的变质,增加、减少、生成与毁灭在任何情况下皆与此种变质共存;亦正是为此,他将他将要否定的诸变质转置于受动,说道:‘而在性质中,状态与性向不能没有依受动的变化而生成’;至于依受动者,则自身直接包含受动。

语法注2 条
  1. 1.24ἐφιστάνειν ἀξιῶ, εἰ

    动词 ἐφιστάνειν(关注、考察)带由 εἰ 引导的间接疑问从句。紧随其后的 κἂν ... αἰδούμενος 为让步从句,批判性地指涉亚历山大出于敬重而为亚里士多德辩护、称其论述只是合情合理而非必然之说。

  2. 1.24τὸ τριχὶ μιῇ μυρίοις ἔτεσιν ἑτεροῖον γινόμενον

    引自梅利梭的残篇。τριχὶ μιῇ 为表示差异程度的与格(程度与格),意为“以一根毛发的幅度”;μυρίοις ἔτεσιν 为表示时间跨度的与格(时间与格),意为“在万年之内”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:112.20-113.32