← 辛普里丘

亚里士多德《论天》注释

§111.1-112.20

从不可增减推导天体的不可变质性

辛普利丘依据亚里士多德在270a25的引文,梳理了如何从天体不可增加与不可减少推导出其不可变质,重构了联系变质、受动与增减的三段论。随后他引用亚历山大的注疏,说明天体的不可变质性并非基于严格的必然性而是基于合情合理性,并阐明太阳运动所引起的热传导并不损害天体自身的实体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.24#1

" Εἰ δέ ἐστι καὶ ἀναύξητον καὶ ἄφθαρτον, τῆς αὐτῆς διανοίας ἐστὶν ὑπολαβεῖν καὶ ἀναλλοίωτον εἶναι." Ὥσπερ τὸ ἀναύξητον διὰ τοῦ ἀγενήτου ἔδειξεν· “οὐ γὰρ ἔστι, φησί, τούτῳ ἐξ οὗ γέγονεν”· οὕτως τὸ ἀναλλοίωτον διὰ τοῦ ἀναυξήτου δείκνυσι καὶ τοῦ ἀμειώτου, ὅπερ, οἶμαι, ἄφθαρτον ἐκάλεσε νῦν,1 συλλογιζόμενος οὕτως· τὸ ἀλλοιούμενον κατὰ ποιότητα μεταβάλλει· τὸ κατὰ ποιότητα μεταβάλλον κατὰ πάθος μεταβάλλει· τριχῶς γὰρ λεγομένων τῶν σωματικῶν ποιῶν, ἢ κατὰ πάθος μόνον αἰσθητόν, ὡς ὅταν θερμαίνηταί τις ἐπιπολαίως, ἢ κατὰ διάθεσιν, ὅταν διατεθῇ κατὰ τὴν θερμότητα ὡς καὶ λέγεσθαι θερμός, ἢ κατὰ ἕξιν, ὅταν μόνιμος ἡ διάθεσις γένηται, πανταχοῦ τὸ πάθος θεωρεῖται, διὸ καὶ ὁ Ἀριστοτέλης οὐκ ἄνευ τῶν κατὰ τὰ πάθη μεταβολῶν γίνεσθαί φησι. κἂν γὰρ ἄλλο εἶδός ἐστιν ἕξις καὶ διάθεσις, ἀλλὰ καὶ αὗται μετὰ πάθους ἐπιτελοῦνται· πάσχοντος γὰρ γίνονταί τινος· ὥστε τὰ ἀλλοιούμενα κατὰ πάθος μεταβάλλει. τὰ δὲ κατὰ πάθος μεταβάλλοντα φυσικὰ σώματα πάντα ὁρῶμεν αὔξησιν ἔχοντα καὶ μείωσιν· τά τε γὰρ τῶν ζῴων σώματα καὶ τὰ φυτὰ καὶ τὰ ἁπλᾶ σώματα καὶ ἁπλῶς, ὅσα κατὰ πάθος μεταβάλλει. εἰ οὖν τὰ μὲν ἀλλοιούμενα σωματικῶς αὔξεται καὶ μειοῦται, ὃ μήτε αὔξεται μήτε μειοῦται, τοῦτο οὐκ ἀλλοιοῦται· οὐδὲ γὰρ κατὰ πάθος μεταβάλλει. καὶ κατηγορικῶς δὲ οὕτως· τὰ κατὰ πάθος ἀλλοιούμενα αὔξεται καὶ μειοῦται· τὸ κυκλοφορητικὸν σῶμα οὐκ αὔξεται οὐδὲ μειοῦται· τὸ κυκλοφορητικὸν ἄρα σῶμα οὐκ ἀλλοιοῦται κατὰ πάθος. καὶ μᾶλλον οὕτως μοι δοκεῖ συνάγειν ὁ Ἀριστοτέλης, καὶ τὸ συμπέρασμα ἀναλλοίωτον οὕτως συνάγει ὡς κατὰ πάθος μὴ ἀλλοιούμενον. ‘σημειωτέον δέ, φησὶν ὁ Ἀλέξανδρος, ὅτι ἡ λέξις οὐχ ὡς ἀναγκαία, ἀλλὰ κατὰ τὸ εὔλογον εἴρηται. οὔτε γάρ, εἰ ἐν τοῖς πάσχειν πεφυκόσιν αἱ ἕξεις μετὰ πάθους, ἤδη καὶ ἐν τοῖς ἀπαθέσιν ἀναγκαῖον, οὔτε, εἰ τὰ ἀλλοιούμενα αὐξόμενα καὶ μειούμενα ὁρῶμεν ἐν τοῖς παρ’ ἡμῖν, εὔλογον καὶ καθόλου, εἴ τι ἀλλοιοῦται, τοῦτο αὔξεσθαι. εἰ μὲν γάρ, ᾗ ἀλλοιοῦται, ταύτῃ αὔξεται καὶ μειοῦται, ἀνάγκην ὁ λόγος ἔχει, εἰ δὲ μή, οὔ. ἀλλὰ καὶ ἐν Κατηγορίαις, φησίν, αὐτὸς ὁ Ἀριστοτέλης εἶπεν, ὅτι οὔτε αὔξεσθαι ἀναγκαῖόν ἐστι τὰ κατὰ πάθος κινούμενα οὔτε μειοῦσθαι. ὧν μὲν γάρ, φησὶν ὁ Ἀλέξανδρος, τῇ οὐσίᾳ τῇ κατὰ τὸ εἶδος ἔστι τι ἐναντίον καὶ τοῖς πάθεσιν,2 ταῦτα διὰ μὲν τὴν κατ’ οὐσίαν ἐναντίωσιν ἔσται ὁμοῦ μὲν γενητὰ καὶ φθαρτά, ὁμοῦ δὲ αὐξητά τε καὶ μειωτά, διὰ δὲ τὴν κατὰ πάθος ἀλλοιωτά· ὅσα δὲ μηδεμίαν ἔχοντα κατ’ οὐσίαν ἐναντιότητα ἐν ποιότησίν ἐστιν ἐχούσαις ἐναντίωσιν,3 ταῦτα ἀγένητα ὄντα καὶ ἀναυξῆ οὐδὲν κωλύσει ἀλλοιοῦσθαί τε καὶ οὕτως πάσχειν. σημειωτέον δέ, φησί, καί, ὅτι οὐ διὰ τὸ μηδὲν ἐναντίον εἶναι αὐτῶν τῇ συμβεβηκυίᾳ ποιότητι ἀναλλοίωτα αὐτὰ δείκνυσι· καίτοι ἐχρήσατο ἂν αὐτῷ, εἰ οὕτως ᾤετο, ὥσπερ καὶ ἀγένητα ἐδείκνυ τῷ μηδὲν εἶναι ἐναντίον. καὶ τοῖς λέγουσι, φησίν, ἄποιον Ἀριστοτέλην τὸ πέμπτον σῶμα λέγειν καὶ ἐντεῦθεν δεικτέον, ὅτι μὴ ἴσασιν, ἃ λέγουσιν· εἰ γὰρ ἄποιον ἔλεγεν αὐτὸ εἶναι, ῥᾷστον ἦν αὐτῷ ἐντεῦθεν δεῖξαι, ὅτι ἀναλλοίωτον· ὃ γὰρ μὴ τὴν ἀρχὴν ἔχει ποιότητα, οὐδ’ ἂν κατὰ ποιότητα μεταβάλλοι. ἐπεσημηνάμην δέ, φησί, τοῦτο ὑπὲρ τοῦ δεῖξαι, ὅτι, κἂν συμβαίνῃ τὸ μετὰ τὸν ἥλιον σῶμα κυκλοφορητικὸν θερμαινόμενον ὑπὸ τῆς τοῦ ἡλίου περιφορᾶς διαπέμπειν τῷ ὑπ’ αὐτὸ σώματι τὴν ἀπὸ τῆς ἐκείνου κινήσεως γινομένην θερμότητα, οὐδὲν ἄτοπον ἐπιφέρεται τῇ τοῦ κυκλοφορητικοῦ σώματος οὐσίᾳ· οὐ γὰρ πάντως τὸ ἀλλοιούμενον φθαρτόν, ἀλλ’ ὅσα κατ’ οὐσίαν οἷά τε μεταβάλλειν· τοιαῦτα δέ, ὧν τῇ οὐσίᾳ καὶ τῷ εἴδει ἔστι τι ἐναντίον. ὡς γὰρ αὐτὸς λέγει, ἀπαθὲς ἐκεῖνο πάσης θνητῆς δυσχερείας, ἀλλ’ οὐχ ἁπλῶς ἀπαθές· οὐ γάρ, εἰ τῷ συμβεβηκότι τινὶ ἐναντίον τι εἴη, ἤδη καὶ αὐτῷ ἀνάγκη ἐναντίον τι εἶναι.

“而如果它既不可增加亦不可毁灭,那么设想它亦不可变质,亦属于同一种思量。” 正如他通过不生证明了不可增加——因为他说,“对于它而言并无它由之生成之物” ——他也同样通过不可增加和不可减少(我认为他现在将其称为不可毁灭),作如下推论而证明其不可变质:凡变质之物皆在性质上变化;在性质上变化之物皆在受动上变化。因为身体的性质虽有三种说法——或仅依可感觉的受动,如某人表面受热时;或依性向,如某人在热度上具有某种状态以致被称为热的;或依状态,如该性向变得持久时——但在一切情况下受动皆被观察到,因此亚里士多德亦说[质变]不能没有依受动的诸变化而发生。因为即使状态与性向是另一属类,但它们亦是伴随着受动而得以完成的;因为它们是在某物受到作用时生成的;因此变质之物皆在受动上变化。然而,我们在所有依受动变化的自然物体中,皆看到它们具有增加和减少;因为动物的身体、植物、简单物体,以及简言之凡依受动变化之物皆是如此。因此,如果依身体变质之物皆增加和减少,那么既不增加亦不减少之物便不变质;因为它根本不在受动上变化。若以直言三段论表述则如下:凡依受动变质之物皆增加和减少;作圆周运动的物体既不增加亦不减少;因此,作圆周运动的物体不在受动上变质。并且在我看来亚里士多德更是如此推导的,他推导出的“不可变质”这一结论,乃是指在受动上不变质。“但应当注意,”亚历山大说,“这一措辞并非作为必然之理,而是作为近乎合情合理之论而说的。因为既不能因在本性上适于受作用之物中诸状态伴随受动,就说在不受作用之物中亦必然如此;亦不能因我们看到在我们身边的变质之物都在增加和减少,就合情合理地普遍断言凡变质之物皆增加。因为如果它正是按其变质之方面而增加和减少,那么该论述具有必然性,但若不然,则没有必然性。而且在《范畴篇》中,”他说,“亚里士多德自己亦说过,依受动而运动之物既非必然增加,亦非必然减少。因为对于那些,”亚历山大说,“依形相而论的实体以及诸受动皆具有某种相反者之物而言,它们由于实体上的相反性而既是可生可灭的,同时又是可增可减的,而由于受动上的相反性则是可变质的;但凡在实体上不具有任何相反性、却处于具有相反性的诸性质中的事物,尽管是不生且不可增加的,却没有任何事物会妨碍它们变质并如此受到作用。还应当注意,”他说,“他证明它们不可变质,并非因为它们的偶性性质没有任何相反者;然而倘若他这样认为,他本会使用这一论据,正如他亦通过没有任何相反者证明它们是不生的一样。并且对于那些主张,”他说,“亚里士多德称第五种物体为无性质的人,亦应当由此向他们指明他们并不懂得自己所说的话;因为如果他说它是无性质的,那么他由此证明它是不可变质的将是极其轻而易举的;因为根本不具有性质之物,甚至不可能在性质上变化。而我之所以指出这一点,”他说,“是为了表明,即使位于太阳之后作圆周运动的物体因太阳的周转而受热,并将由那〔太阳〕的运动所产生的热量传递给位于其下方的物体,对于作圆周运动的物体的实体而言亦不带来任何荒谬;因为变质之物并非在任何情况下皆是可灭的,唯有能够在实体上变化之物才是可灭的;而此类事物乃是其实体和形相具有某种相反者之物。正如他[亚里士多德]自己所说,那个物体乃是‘免于一切必死困苦的作用’,而非纯粹无受动;因为并非由于某物的偶性具有某种相反者,就必然直接导致它本身亦具有某种相反者。”

语法注3 条
  1. 1.24ὅπερ, οἶμαι, ἄφθαρτον ἐκάλεσε νῦν

    关系代词 ὅπερ 的先行词是名词化形容词 τοῦ ἀμειώτου(不可减少),而 ἄφθαρτον 作宾语补足语(谓词性宾格)。辛普利丘在此解释,亚里士多德引文中的“不可毁灭(ἄφθαρτον)”一词在推论脉络中实际上指代的是“不可减少(ἀμείωτον)”。

  2. 1.24ὧν μὲν γάρ, φησὶν ὁ Ἀλέξανδρος, τῇ οὐσίᾳ τῇ κατὰ τὸ εἶδος ἔστι τι ἐναντίον καὶ τοῖς πάθεσιν

    关系代词 ὧν 包含了先行词,相当于与主句主语 ταῦτα 相对应的属格结构(即 τούτων ὧν)。与动词 ἔστι 搭配的领有与格 τῇ οὐσίᾳ ... καὶ τοῖς πάθεσιν 构成了关系从句:“对于那些形相上的实体以及受动皆具有某种相反者之物(ὧν)”。

  3. 1.24ὅσα δὲ μηδεμίαν ἔχοντα κατ’ οὐσίαν ἐναντιότητα ἐν ποιότησίν ἐστιν ἐχούσαις ἐναντίωσιν

    由 ὅσα(凡是……的事物)引导的对比性主语从句。分词 μηδεμίαν ἔχοντα 具有让步或条件意味(“尽管在实体上不具有任何相反性”),限定动词 ἐστιν 与介词短语 ἐν ποιότησιν 结合构成谓语(“处于具有相反性的诸性质之中”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:111.1-112.20