← 辛普里丘

亚里士多德《论天》注释

§109.16-110.32

天体的不可增减性与生成消灭之否定

辛普里修阐释了亚里士多德《论天》第一卷第三章(270a22)的论述,说明了如何根据天体的不生不灭推导出其不可增加亦不可减少。他详述了增加作为同类事物添加所构成的生成形式,澄清了简单物体(元素)与器官性物体在增加与滋养上的差异,并指出减少同样包含着向相反者的转化与毁灭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.23

" Ἀλλὰ μὴν καὶ τὸ αὐξανόμενον ἅπαν αὐξάνεται ὑπὸ συγγενοῦς." Κἂν ἐξ ὑποθέσεως λαβών, ὅτι τῇ κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις κατὰ φύσιν, συνήγαγε τὸ ἀγένητον εἶναι καὶ ἄφθαρτον τὸ οὐράνιον σῶμα, ἀλλὰ μέλλων ἀποδεικνύναι τὸ ὑποτεθὲν ὡς ἀποδεδειγμένῳ χρῆται1 τῷ ἐξ αὐτοῦ συναγομένῳ τῷ ἀγένητον εἶναι καὶ ἄφθαρτον καὶ τούτῳ προσχρώμενος, ὅτι καὶ ἀναυξὲς καὶ ἀμείωτον, δείκνυσι λαβών, ὅτι ἡ αὔξησις γένεσίς τίς ἐστι, καί, ὥσπερ οὐ γίνεται τι μὴ ἔχον ἑαυτῷ ἐναντίον, ἐξ οὗ γενήσεται, οὕτως οὐδὲ αὔξεται οὐδὲ μειοῦται· καὶ γὰρ καὶ ἡ μείωσις φθορά τίς ἐστιν. ὥστε πάλιν συλλογίζεσθαι οὕτως· τὸ αὐξόμενον ἐξ ἐναντίου αὔξεται, ἐξ οὗ καὶ γίνεται· τὸ κυκλοφορητικὸν σῶμα οὐκ ἔχει ἐναντίον, ἐξ οὗ γίνεται. ὅτι δὲ ἡ αὔξησις γένεσίς τίς ἐστιν καὶ τὸ αὐξόμενον ἐξ ἐναντίου αὔξεται, δῆλον· τὸ γὰρ προστιθέμενον τῷ αὐξομένῳ ὅμοιον αὐτῷ γενόμενον οὕτως προστίθεται καὶ τρέφει καὶ αὔξει τὸ ᾧ προστίθεται· τὸ δὲ ὅμοιον γινόμενον τῷ ᾧ προστίθεται ἐξ ἀνομοίου αὐτῷ καὶ ἐναντίου γίνεται ὅμοιον. τῷ οὖν μὴ ἔχοντι ἐναντίον οὐ δυνατὸν ὅμοιόν τι γενέσθαι, διότι τὸ γινόμενον πᾶν ἐξ ἐναντίου γίνεται· τὸ δὲ αὐτὸ ἐναντίον τοῖς ὁμοίοις ἐστίν, ὥστε τὸ τῷ προστιθεμένῳ ἐναντίον καὶ τῷ ὁμοίῳ αὐτῷ ᾧ προστίθεται ἐναντίον ἐστίν. ὁ δὲ Ἀριστοτέλης ἔτι ἀκριβέστερόν τι ἐνεδείξατο διὰ τοῦ τούτῳ δὲ οὐκ ἔστιν ἐξ οὗ γέγονεν. ἐξ οὗ γὰρ γίνεται τι, ἐκ τούτου τρέφεται καὶ αὔξεται ἢ προσεχῶς ἢ πόρρωθεν. καὶ γὰρ ἐκ σπέρματος γίνεται καὶ καταμηνίου τὸ ζῷον· ἀλλὰ τὸ σπέρμα καὶ τὸ καταμήνιον ἐκ τούτων γίνεται, ἐξ ὧν τρέφεται καὶ αὔξεται τὸ ζῷον· καὶ τρέφεται οὖν καὶ αὔξεται ἐξ ὧν γίνεται· τὸ οὖν μὴ ἔχον, ἐξ οὗ γίνεται, οὐδὲ ἐξ οὗ τρέφεται καὶ αὔξεται ἕξει· οὐδὲ γὰρ τὸ προστιθέμενον ἔτι ἔσται, εἴπερ ἐξ αὐτοῦ καὶ τοῦτο γίνεται, ἐξ οὗ καὶ ἐκεῖνο, ᾧ προστίθεται. ὁ δὲ Ἀλέξανδρος, εἰ ὅμοιόν τι, φησί, γίνεται τῷ κυκλοφορητικῷ, ὃ προστιθέμενον αὔξει, ἔσται καὶ αὐτὸ κυκλοφορητικόν· ἐπὶ ταὐτὸ γὰρ κίνησις τοῖς μορίοις καὶ τῷ ὅλῳ· εἰ δὲ τοῦτο, καὶ τὸ ὅλον ἂν εἴη γενητόν· ἀλλὰ μὴν ἐδείχθη ἀγένητον. ἀναλυομένου δὲ τοῦ προστιθεμένου εἰς τὴν ὕλην εἶπεν τοῦ ᾧ προστίθεται,2 τουτέστιν εἰς σάρκας καὶ ὀστᾶ καὶ τὰ ἄλλα τὰ ὁμοιομερῆ μόρια· ταῦτα γάρ ἐστι τὰ τρεφόμενα προσεχῶς· ἅπερ ὕλης ἔχει λόγον πρὸς τὰ ὀργανικὰ μόρια καὶ τὸ ὅλον ζῷον. τῷ δὲ αὐτῷ λόγῳ, ὅτι οὐδὲ μειοῦται, δειχθήσεται. τὸ γὰρ μειούμενον ἀπιόντος τινὸς τῶν ἐν αὐτῷ μέρους μειοῦται· τὸ δὲ ἀπιὸν ἀνόμοιον γενόμενον καὶ εἰς τοὐναντίον αὐτῷ μεταβαλὸν ὥστε μηκέτι συνυπάρχειν ἄπεισιν· ὥστε τὸ μειούμενον ἐναντίον ἔχειν ἀνάγκη, ἐξ οὗ καὶ αὔξεται καὶ γίνεται· τὸ δὲ κυκλοφορητικὸν σῶμα οὔτε αὔξεται οὔτε γίνεται οὔτε ἔχει ἐναντίον. ὅλως δέ, ὃ μὴ πέφυκεν αὔξεσθαι, εἰ μειοῦται, φθείρεται· δέδεικται δὲ καὶ ἄφθαρτον τὸ οὐράνιον. διὰ τί δὲ ἄρα ὁ Ἀριστοτέλης οὐχ, ὥσπερ ἡμεῖς, τὴν αὔξησιν διὰ τῆς τροφῆς συνελογίσατο, ἀλλ’ αὐτόθεν τὸ αὖξον συγγενὲς εἶπεν ὀφείλειν εἶναι τῷ αὐξομένῳ; ἢ διὰ τὸ πανταχοῦ ἀκριβές; καὶ γὰρ αὔξεσθαι μέν, ὡς ἔοικε, φυσικῶς καὶ τὰ ἁπλᾶ νομίζει σώματα τῇ τῶν ὁμοίων προσθέσει, ὡς δηλοῖ μετ’ ὀλίγα λέγων, ὅτι ὁρῶμεν καὶ τὰ στοιχεῖα αὔξησιν ἔχοντα καὶ φθίσιν, τρέφεσθαι δὲ τὰ ὀργανικὰ οὐ φυσικῶς, ἀλλ’ ὑπὸ τῆς θρεπτικῆς ψυχῆς. δῆλον δέ, ὅτι, κἂν οὕτως ἔχῃ, οὐδὲν ἡ ἀπόδειξις ἡ εἰρημένη παραποδίζεται· ἐξ οὗ γὰρ γίνεται τι, ἐκ τούτου καὶ αὔξεται συγγενοῦς γινομένου καὶ προστιθεμένου.

“再者,凡增加之物,皆由同类之物而增加。” 尽管他基于假定取了圆周运动依自然本性并无相反运动,从而推导出了天体是不生不灭的,但他虽意在随后证明这一假定,却将由此推导出的结论——即其不生不灭——当作已获证明之事来使用,并进一步运用这一点证明了它亦是不可增加且不可减少的;他是通过取“增加乃是某种生成,且正如不具有自身之相反者(它将由之生成)之物便不能生成一样,它亦不能增加也不能减少(因为减少亦是某种毁灭)”这一前提来证明的。因此,人们可以再次作如下推论:凡增加之物皆从相反者增加,亦由之生成;作圆周运动的物体并无由之生成的相反者。至于增加乃是某种生成,且增加之物乃是从相反者增加,这一点是显而易见的:因为被添加到增加之物上的东西,只有在变得与它相似时才被如此添加,并滋养和增加那被添加于其上的事物;而变得与它所添加于其上的事物相似的东西,乃是从与它不相似且相反的状态变为相似的。因此,对于没有相反者之物而言,不可能有任何事物变得与它相似,因为凡生成之物皆是从相反者生成的;而同一事物对于相似者而言是相反的,以至于对被添加者相反之物,亦对它所添加于其上的相似者是相反的。然而亚里士多德通过“而对于它而言并无它由之生成之物”这一表述,指明了更为精确之事。因为一物由何物生成,它便直接或间接地由该物滋养并增加。事实上,动物是由精子和经血生成的;但精子和经血又是由那些动物赖以滋养和增加的事物生成的;因此,它正是由它由之生成的事物来滋养并增加的。所以,凡没有由之生成之物者,亦不会有由之滋养并增加之物;因为倘若被添加之物亦是由那被添加于其上的事物所由以生成的同一事物生成的,那么被添加之物亦将不再存在了。另一方面,亚历山大说,如果某种与作圆周运动的物体相似的东西生成,且在被添加时使其增加,那么它自身亦将是作圆周运动的;因为各部分与整体的运动皆朝向同一处;而倘若如此,整体亦将是可生成的;然而它已被证明是不生的。至于他[亚里士多德]所说的“被添加之物分解为”被添加于其上的事物之“质料”,乃是指分解为肉、骨以及其他同质部分;因为这些才是直接受到滋养之物,它们相对于器官性部分以及整个动物而言具有质料的意义。并且通过同一论证,亦将证明它不可减少。因为减少之物是由于其内部各部分的某种东西离去而减少的;而离去之物乃是变得不相似、并转化为与它相反以致不再能共存的状态而离去的;因此,减少之物必然具有相反者,它亦是由之增加并生成的;但作圆周运动的物体既不增加,亦不生成,亦无相反者。总之,本性不能增加之物,倘若减少,便归于毁灭;然而天体亦已被证明是不灭的。那么,亚里士多德究竟为何不像我们那样通过营养来推导增加,而是直接说使之增加之物必须与增加之物同类呢?难道是由于在一切方面皆求精确吗?因为看来,他认为甚至简单物体[元素]亦依自然本性通过相似者的添加而增加,正如他在稍后说道“我们看到各元素亦具有增加和衰减”所表明的那样;而器官性物体则非依自然本性,而是由摄食灵魂来滋养的。但显然,即便如此,所阐述的证明亦完全不受阻碍;因为一物由何物生成,它便亦在同类之物生成并被添加时由该物而增加。

语法注2 条
  1. 1.23Κἂν ἐξ ὑποθέσεως λαβών... ἀλλὰ μέλλων ἀποδεικνύναι τὸ ὑποτεθὲν ὡς ἀποδεδειγμένῳ χρῆται

    句首的 Κἂν 是 καὶ ἐάν 的缩合形式(此处相当于 καὶ εἰ 接直陈式),与分词 λαβών 及动词 συνήγαγε 一同引导让步从句(“即使他……取……并推导出了……”)。其后的 ἀλλά 则引出承接该让步的主句,主动词为 χρῆται 与 δείκνυσι。整个结构梳理了亚里士多德在论证步骤上的推进:即虽然前提暂时仅作为公设取用,但他已将由此推导出的结论视同已获证明,进而证明下一个命题(不可增加与不可减少)。

  2. 1.23ἀναλυομένου δὲ τοῦ προστιθεμένου εἰς τὴν ὕλην εἶπεν τοῦ ᾧ προστίθεται

    此处出现语序倒装(hyperbaton)。动词 εἶπεν([亚里士多德]说)支配着所引用的从属短语 ἀναλυομένου τοῦ προστιθεμένου εἰς τὴν ὕλην τοῦ ᾧ προστίθεται(“被添加之物分解为它所添加于其上的事物之质料”),其中属格 τοῦ ᾧ προστίθεται 修饰 τὴν ὕλην。辛普里修引用这一表述,旨在说明此处所谓的“质料”具体指肉、骨等同质部分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:109.16-110.32