← 辛普里丘

亚里士多德《论天》注释

§107.25-109.15

天体不生不灭的推论与相反者的缺失

辛普里修重回亚里士多德关于天体不生不灭的论证,结合亚历山大的注疏梳理了其三段论前提与结构,探讨了对柏拉图关于天体不灭性学说的批评并为其辩护,进而阐明了天体超脱于相反者的确切含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.22#10

Ἀλλ’ ἐπὶ τὰ τοῦ Ἀριστοτέλους ἐπανιτέον· ὁμοίως δὲ εὔλογον ὑπολαβεῖν περὶ αὐτοῦ, καὶ ὅτι ἀγένητον καὶ ἄφθαρτον. εἴρηται πρότερον, ὅτι τὸ κυκλοφορητικὸν σῶμα δείξας καὶ πρότερον τῇ φύσει καὶ τελειότερον τῶν ὑπὸ σελήνην καὶ τῆς κατ’ εὐθεῖαν τοπικῆς κινήσεως ἐξῃρημένον προτίθεται καὶ τὰς ἄλλας αὐτοῦ πάσας μεταβολὰς ἐξελεῖν τήν τε γένεσιν καὶ τὴν φθορὰν καὶ τὴν αὔξησιν καὶ μείωσιν καὶ τὴν ταύταις σύστοιχον ἀλλοίωσιν, ἵνα μόνην ἔχοι τὴν κατὰ τόπον κίνησιν τὴν ἥκιστα τῆς οὐσίας ἁπτομένην καὶ ταύτης τὴν κύκλῳ τὴν τοῖς ἀϊδίοις προσήκουσαν. εἴρηται δὲ καί, ὅτι πρῶτον τὸ ἀγένητον καὶ ἄφθαρτον συλλογίζεται, καὶ ἡ τῶν συλλογισμῶν ἀνάλυσις ἔκκειται. καὶ ὅτι τὰς μὲν ἄλλας ἀπέδειξε προτάσεις ἐν τούτοις ὁ Ἀριστοτέλης τὴν μὲν λέγουσαν, ὅτι τὸ κυκλοφορητικὸν σῶμα οὐκ ἔχει ἐναντίον διὰ τοῦ τῶν δὲ ἐναντίων καὶ αἱ φοραὶ ἐναντίαι. εἰ γὰρ ἐναντία κατὰ φύσιν ἐστὶ τὰ ἐναντίας ἀρχὰς κινήσεων ἔχοντα, δῆλον, ὅτι τῶν ἐναντίων ἐναντίαι εἰσὶν αἱ κινήσεις. εἰ οὖν τῇ τοῦ κυκλοφορητικοῦ σώματος κινήσει κατὰ φύσιν, τουτέστι τῇ κύκλῳ (περὶ γὰρ τῶν κατὰ φύσιν ὁ λόγος), οὐκ ἔστιν ἐναντία κίνησις κατὰ φύσιν, δῆλον, ὅτι τῷ κυκλοφορητικῷ σώματι οὐκ ἔστιν ἐναντίον. ὁ δὲ Ἀλέξανδρος ἐν τῷ πρώτῳ σχήματι συνάγει τὸν συλλογισμὸν οὕτως· οὗ φυσικοῦ σώματος τῇ κινήσει μὴ ἔστι κίνησις ἐναντία, οὐδ’ ἂν αὐτῷ τι εἴη ἐναντίον· τῇ δὲ τοῦ κύκλῳ κινουμένου σώματος κατὰ φύσιν κινήσει οὐδεμία κίνησις ἐναντία· οὐδὲ ἄρα τῷ κατὰ φύσιν κινουμένῳ ταύτην τὴν κίνησιν. δύο τοίνυν προτάσεις τοῦ ὅλου συλλογισμοῦ ἀναποδείκτως ἔλαβε τήν τε λέγουσαν, ὅτι τὸ γινόμενον καὶ φθειρόμενον ἐξ ἐναντίου γίνεται καὶ εἰς ἐναντίον φθείρεται ὑποκειμένου τινός, καὶ τὴν λέγουσαν, ὅτι τῇ κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία. ἀλλὰ ταύτην μὲν ὡς αἰτήσας νῦν ὕστερον διὰ πολλῶν ἀποδείκνυσι, διὸ καὶ ἀνεβάλετο παρεμβαλεῖν αὐτῆς τὴν ἀπόδειξιν· τῆς δὲ ἑτέρας τὴν ἀπόδειξιν ἀνέπεμψεν εἰς τὰ ῥηθέντα κατὰ τὸ πρῶτον τῆς Φυσικῆς ἀκροάσεως, ὧν καὶ ἐγὼ κατὰ τὸ δυνατὸν διὰ πλειόνων τὴν διάρθρωσιν ἐποιησάμην. τούτων δὲ κειμένων συνάγεται, ὅτι τὸ κυκλοφορητικὸν σῶμα μὴ ἔχον, μήτε ἐξ οὗ γένηται μήτε εἰς ὃ φθαρῇ, ἀγένητον καὶ ἄφθαρτον ἔσται. ἐπισημαίνεται δὲ ὁ Ἀλέξανδρος ἐν τούτοις, ὅτι, εἴπερ ἐναντία μάλιστα κατὰ φύσιν ἐστὶ τὰ τὰς ἐναντίας ἔχοντα κινήσεις, ἐναντία τῷ πυρὶ μᾶλλον ἔσται ἡ γῆ ἤπερ τὸ ὕδωρ κατὰ φύσιν· καίτοι τὸ μὲν ὕδωρ ψυχρὸν καὶ ὑγρὸν ὑπάρχον κατ’ ἄμφω τὰς ποιότητας ἀντίκειται τῷ πυρὶ θερμῷ καὶ ξηρῷ ὑπάρχοντι, ἡ δὲ γῆ ψυχρὰ καὶ ξηρὰ οὖσα καθ’ ἓν μόνον τὸ ψυχρόν. καὶ τοῦτο δὲ ἐπισημαίνεται, ὅτι εἰπὼν ὀρθῶς τὴν φύσιν τὸ μέλλον ἔσεσθαι ἀγένητον ἐξελέσθαι ἐκ τῶν ἐναντίων ἐνεδείξατο,1 ὅτι κατὰ φύσιν ἔχειν χρὴ τὸ ἀγένητον τὰ οὐράνια, καὶ μὴ ὥς τινες φθαρτὸν μὲν αὐτὸ τῇ ἑαυτοῦ φύσει ποιοῦσιν, αἰτήματα δὲ αἰτοῦνταί τινα ἄφθαρτον αὐτὸ ποιεῖν ἐθέλοντες. καὶ ἔοικεν εἰς τὸν Πλάτωνα ἀπορριπτεῖν2 εἰπόντα “ἀθάνατοι μὲν οὐκ ἐστὲ τὸ πάμπαν, οὐ μὴν λυθήσεσθέ γε διὰ τὴν ἐμὴν βούλησιν”, ὡς ἀπὸ τοῦ δημιουργοῦ λέγοντα. ἐνδείκνυται δὲ ὁ Πλάτων, ὅτι, ὅσον μὲν ἐπὶ τῇ διαστατῇ καὶ σωματικῇ καὶ τοῦ ὄντως ὄντος ἐξελθούσῃ τῶν οὐρανίων φύσει καὶ διὰ τοῦτο μὴ δυναμένῃ πᾶσαν ἔχειν ἅμα τὴν ἀιδιότητα, οὐκ ἔστιν ἀθάνατα πάμπαν, διὰ δὲ τὴν προσεχῆ ἀπὸ τῆς ἀκινήτου αἰτίας ὑπόστασιν ἀμετάβλητον αὐτῶν τὴν μεταβολὴν ποιοῦσαν καὶ τὴν ἀπὸ τῆς διαστάσεως λύσιν τῷ κρείττονι δεσμῷ τῆς ἑνώσεως προλαμβάνουσαν ἄλυτα μένει. καὶ τό γε ‘μὴ πάμπαν ἀθανάτους’ πρόσκειται δηλοῦν,3 ὡς οἶμαι, ὅτι οὐχὶ καὶ ἀφ’ ἑαυτῶν καὶ ἀπὸ τῆς αἰτίας ἔχουσι τὴν ἀθανασίαν, ὥσπερ τὰ αὐθυπόστατα, ἀλλ’ ἀπὸ τῆς αἰτίας μόνον, ἀφ’ ἧς μόνης παράγονται. ἐπισημαίνομαι δὲ καὶ ἐγώ, ὅτι τῶν ἐναντίων ἐξηρῆσθαι βούλεται τὸ σῶμα τὸ οὐράνιον οὐχ ἁπλῶς τῶν κατὰ ἰδιότητα ἐναντίων ἀλλὰ τῶν εἰς ἄλληλα μεταβαλλόντων καὶ συνυπάρχειν ἀλλήλοις μὴ δυναμένων, οἷα τὰ ὑπὸ σελήνην ἐστὶν ἐναντία· ἐπεὶ πρόδηλον, ὅτι κινήσεως ἅμα καὶ στάσεως μετέχει τὸ οὐράνιον σῶμα ἐν τῷ αὐτῷ τόπῳ περιδινούμενον καὶ ταὐτότητος καὶ ἑτερότητος ἑνός τε καὶ πλήθους, ἀλλὰ συνυπαρχόντων ἀλλήλοις καὶ συνιστώντων ἄλληλα, οὐ μέντοι φθειρόντων, ὡς τὰ ὑπὸ σελήνην, οὐδὲ μεταβαλλόντων εἰς ἄλληλα.

但我们必须回到亚里士多德的话语:“同样,关于它,假定其不生不灭也是合乎理性的。”正如先前所述,在表明作圆周运动的物体在自然本性上先于月下事物且更为完满,并且超脱于直线的地方运动之后,[亚里士多德]企图将其他一切变化——生成、毁灭、增加、减少以及与这些相当的质变——亦从它身上排除出去,以便使它仅具有最少触及实体的地方运动,并且在此[地方运动]中仅具有适于永恒之物的圆周运动。先前亦已指出,他首先推导出了不生不灭,且这些三段论的分析亦已载明。并且[先前亦已指出],亚里士多德在这些之中证明了其他的前提:即通过“相反者的位移运动亦相反”这一原则,证明了主张作圆周运动的物体没有相反者这前提。因为倘若具有相反运动始基之物在自然本性上是相反的,显然相反者的运动亦是相反的。因此,如果对于作圆周运动的物体的自然本性运动、即圆周运动(因为讨论的是关乎自然本性的运动)而言,不存在依自然本性相反的运动,那么显然作圆周运动的物体并不存在相反者。另一方面,亚历山大在第一格中将该三段论总结如下:“凡其运动没有相反运动的自然物体,对其自身而言亦没有任何相反者;而作圆周运动的物体的自然本性运动没有任何相反运动;因此对于依自然本性作此运动的物体而言,[亦没有任何相反者]。”因此,在整个三段论中,他未经证明便取了两个前提:一个是主张凡生成和毁灭之物,皆是在某种基底存在的情况下从相反者生成并毁灭为相反者;另一个是主张圆周运动没有相反者。然而对于后者,他如今虽将其作为公设来取用,但稍后将通过诸多论证加以证明,因此他亦推迟了插入对其的证明;至于另一前提的证明,他则委诸于《自然学》第一卷中所言之事,关于这些事,我亦尽可能作了较为详尽的阐发。而在这些前提确立之后,便可得出结论:作圆周运动的物体既无由以生成之物,亦无毁灭入其中之物,故而将是不生不灭的。 亚历山大在这些文字中指出:倘若具有相反运动之物在自然本性上最为相反,那么土依自然本性将比水更为与火相反;然而,水作为冷且湿者,在两种性质上皆与热且干的火相对立,而土作为冷且干者,仅在“冷”这单一性质上相对立。他又指出:通过阐明自然本性正确地将那注定不生者从相反者中排除,[亚里士多德]表明天界事物必须依自然本性拥有不生性,而不能像某些人那样,使其依自身本性是可灭的,却又提出若干公设试图使其不灭。而且[亚里士多德]似乎是将矛头投向了柏拉图,柏拉图仿佛假借造物主的身份说道:“你们固然并非完全不死,但由于我的意志,你们决不会被解体。”然而柏拉图所指明的是:只要就天界事物具有广延、属物体且脱离了真正存在者的自然本性而言——由于这一缘故它无法同时拥有其全部永恒性——,它们确实并非完全不死;但由于直接源自不动原因的存立——这种存立使其变化成为不可变的变化,并通过统一的更优纽带预先阻止了源于广延的解体——,它们保持为不可解体的。而且依我之见,添上“并非完全不死”这一语,乃是表明它们并非既源于自身又源于原因而拥有不死性(如同自立的存在者那样),而仅仅是源自产生它们的那唯一原因。我自己亦指出,〔亚里士多德〕意在使天体超脱于相反者,并非单单超脱于性质上的相反者,而是超脱于那些相互转化且无法彼此共存的相反者,即如同月下的相反者那样;因为显而易见,在同一处所旋转的天体同时分有了运动与静止,分有了同一性与相异性、一与多;但这些是彼此共存且互相成全的,绝不像月下事物那样互相毁灭,亦不相互转化。

语法注3 条
  1. 1.22εἰπὼν ὀρθῶς τὴν φύσιν τὸ μέλλον ἔσεσθαι ἀγένητον ἐξελέσθαι ἐκ τῶν ἐναντίων ἐνεδείξατο

    主语为亚里士多德。分词 εἰπών 表示手段(“通过阐明……”),引导转述《论天》270a20–22的不定式间接引语:τὴν φύσιν 为不定过去时中间态不定式 ἐξελέσθαι(受 ὀρθῶς 修饰,“正确地排除”)的主语,τὸ μέλλον ἔσεσθαι ἀγένητον 为其直接宾语,而主动词 ἐνεδείξατο 的宾语则是后接的 ὅτι 从句。

  2. 1.22καὶ ἔοικεν εἰς τὸν Πλάτωνα ἀπορριπτεῖν

    此处为人称构式而非无人称构式,以接续前文讨论的亚里士多德为主语(“[亚里士多德]似乎是将矛头投向柏拉图”)。虽然语法上主语亦可能指代亚历山大,但从后文辛普里修阐发柏拉图原意以回应亚里士多德(或亚历山大所理解的亚里士多德)的行文逻辑来看,视为主语指亚里士多德最为连贯自然。

  3. 1.22καὶ τό γε ‘μὴ πάμπαν ἀθανάτους’ πρόσκειται δηλοῦν

    主语为带冠词的引语 τό ‘μὴ πάμπαν ἀθανάτους’,主动词为 πρόσκειται(“被附加”)。中性单数现在分词 δηλοῦν 与主语性数格一致,作表语性修饰,表目的或说明性结果(“添上……乃是表明……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:107.25-109.15