- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:105.30-107.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘引用并辨析了《蒂迈欧篇》中造物主的演说,指出天体和宇宙就其自身本性而言虽具有广延与可分性,但因神的善意与意志而不可解体且永恒不灭,从而驳斥了那些声称柏拉图主张天体可毁灭的反对者。
καίτοι πῶς ἂν ἦν ὁμοιότατον τῷ αἰωνίῳ τὸ ἐν μέρει χρόνου ὑφεστηκὸς καὶ ὀλιγίστῳ, ὡς οὗτοί φασι καὶ μάλιστα, εἰ πρὸς τὸ ἀίδιον παραβάλλοιτο; καὶ τί δεῖ πολλὰ λέγειν, ὅτε σαφῶς ὁ Πλάτων εἶπεν, ὅτι διὰ μὲν τὴν ἑαυτῶν φύσιν σωματικὴν οὖσαν καὶ διαστατὴν τά τε οὐράνια καὶ τὰ ὑπὸ σελήνην, ἥ τε γῆ (περὶ ταύτης γὰρ σαφῶς λέγει) καὶ τῶν ἄλλων δηλονότι στοιχείων αἱ ὁλότητες, μεταβολῆς μετέχοντά τινος οὐκ ἐστι πάμπαν ἀθάνατα, διὰ δὲ τὴν ἀγαθότητα τοῦ προσεχῶς αὐτὰ δημιουργοῦντος τὴν ἀεὶ τὰ οἰκεῖα ἀγαθὰ αὐτοῖς ἐπινάουσαν ἄλυτά τέ ἐστι καὶ οὐ μὴ τεύξονται θανάτου μοίρας. ἄμεινον δέ, οἶμαι, τῶν Πλάτωνος αὐτῶν ἀκούειν ῥημάτων, μᾶλλον δὲ τῶν ἀπὸ τοῦ δημιουργοῦ τῶν ὅλων, οὗ τὰς νοήσεις ἡμῖν καὶ ποιήσεις προφητεύων ὁ Πλάτων ἐξεφώνησε λέγων· “ἐπειδὴ οὖν πάντες, ὅσοι τε περιπολοῦσιν ἀφανῶς, καὶ ὅσοι φαίνονται, καθ’ ὅσον ἂν ἐθέλωσιν, θεοὶ γένεσιν ἔσχον, λέγει πρὸς αὐτοὺς ὁ τόδε τὸ πᾶν γεννήσας τάδε· θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἄλυτα ἐμοῦ γε ἐθέλοντος.1 τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ· διὸ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδὲ ἄλυτοι τὸ πάμπαν, οὐ μὴν λυθήσεσθέ γε οὐδὲ τεύξεσθε θανάτου μοίρας τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου τυχόντες ἐκείνων, οἷς, ὅτε ἐγίνεσθε, ξυνεδεῖσθε.2 νῦν οὖν, ὃ λέγω πρὸς ὑμᾶς ἐνδεικνύμενος, μάθετε. θνητά ἐστι λοιπὰ τρία ἀγένητα. τούτων δὲ μὴ γενομένων οὐρανὸς ἀτελὴς ἔσται· τὰ γὰρ ἅπαντα ἐν αὑτῷ γένη ζῴων οὐχ ἕξει, ἔδει δέ, εἰ μέλλοι τέλειος ἱκανῶς εἶναι· δι’ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτο ἄν. ἵνα οὖν θνητά τε ᾖ, τό τε πᾶν τόδε ὄντως ἅπαν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημιουργίαν μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν. καὶ καθ’ ὅσον μὲν αὐτῶν ἀθανάτοις ὁμώνυμον εἶναι προσήκει θεῖον λεγόμενον ἡγεμονοῦν τε ἐν αὐτοῖς τῶν ἀεὶ δίκῃ καὶ ὑμῖν ἐθελόντων ἕπεσθαι, σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω· τὸ δὲ λοιπὸν ὑμεῖς ἀθανάτῳ θνητὸν προσυφαίνοντες ἀπεργάζεσθε ζῷα καὶ γεννᾶτε τροφάς τε διδόντες αὔξετε καὶ φθίνοντα πάλιν δέχεσθε.” τί ἂν εἴη τούτων ἐναργέστερον εἰς παράστασιν τοῦ τὸν Πλάτωνα τὰ μὲν ὑπὸ τοῦ τοῦ ὅλου δημιουργοῦ προσεχῶς ὑποστάντα ἄλυτά τε καὶ ἀθάνατα νομίζειν διὰ τὴν ἑαυτοῦ ἀγαθότητα, κἂν αὐτὰ διὰ τὸ ἐπείσακτον ἔχειν τὴν ἕνωσιν, ἣν ‘δεσμὸν’ ἐκάλεσεν, ὅσον ἐφ’ ἑαυτοῖς, τουτέστιν ὅσον ἐπὶ τῇ οἰκείᾳ διακρίσει τε καὶ διαστάσει τῇ ἀπὸ τοῦ ὄντος, λυτὰ ἄν ἦν; τί δὲ ἦν σαφέστερον τοῦ “ἀθάνατοι μὲν οὐκ ἐστὲ τὸ πάμπαν”, τουτέστι κατὰ πᾶσαν μεταβολὴν ἀμετάβλητοι, ὥσπερ ἐγώ, “οὐ μὴν λυθήσεσθέ γε οὐδὲ τεύξεσθε θανάτου μοίρας;” καὶ τίς οὕτως ἀναιδής ἐστιν ἢ ἀνόητος, ὡς μετὰ ταύτην τὴν φωνὴν τὸν Πλάτωνα νομίζειν φθαρτὸν ἡγεῖσθαι τὸν οὐρανόν; οὐδὲν δὲ ἧττον, ὅταν λέγῃ θνητὰ ἔτι τρία γένη περιλείπεσθαι, ὡς αὐτῶν δηλονότι μὴ ὄντων θνητῶν, καὶ κελεύῃ τοῖς ἀϊδίοις διὰ τῆς φυσικῆς ἑαυτῶν τροπῆς καὶ κινήσεως τὸ θνητὸν ἅπαν τῷ ἀϊδίῳ τῷ ὑπὸ τοῦ δημιουργοῦ προσυφαίνειν· ἄλλως γὰρ οὐκ ἦν θνητὰ γενέσθαι, εἰ μὴ μεταβαλλόμενον τὸ ὑφιστάνον ἦν· διὸ καὶ οὕτως εἶπεν· “ἵνα οὖν θνητά τε ᾖ τό τε πᾶν τόδε ὄντως ἅπαν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημιουργίαν.” πῶς οὖν τὰ οὐράνια θνητὰ ὑπὸ τοῦ ἀκινήτως καὶ αἰωνίως ἐνεργοῦντος δημιουργοῦ παραγόμενα; τὸ δέ “ἀπεργάζεσθε ζῷα καὶ γεννᾶτε τροφάς τε διδόντες αὔξετε καὶ φθίνοντα πάλιν δέχεσθε” οἰκείως, οἶμαι, καὶ πρὸς τοὺς στοιχειοκράτορας λέγεται θεοὺς τοὺς τῶν ὅλων στοιχείων ἐπιβεβηκότας, καθ’ ὅσον ἔχουσίν τι καὶ αὐτοὶ ἀΐδιον· ἀπὸ γὰρ τούτων προσεχῶς τῶν ὑπὸ σελήνην στοιχείων καὶ γεννῶνται καὶ τρέφονται καὶ αὔξονται τὰ μερικὰ ζῷα καὶ φθίνοντα πάλιν εἰς τὰς τῶν στοιχείων ὁλότητας ἀναλύονται. ἀλλ’ ὅτι μὲν τοσαῦτα λέγειν πέρα τοῦ μέτρου δοκεῖ πρὸς τὴν τῶν Ἀριστοτέλους ἐξήγησιν, οὐδὲ αὐτὸς ἀγνοῶ, λύειν δὲ τὰς ἐνστάσεις προθέμενος τῶν πρὸς τὸ ἀγένητον καὶ ἄφθαρτον τοῦ οὐρανοῦ μαχομένων καὶ τὸν Πλάτωνα κατὰ τοῦ Ἀριστοτέλους ὡς αὐτοῖς συνηγοροῦντα παραφερόντων οὐκ ἀπεικότως, οἶμαι, τὰ τῷ Πλάτωνι δοκοῦντα περὶ τούτων ἀνέγραψα.
然而,正如这些人所言,在时间的某一部分、且是在极微小的部分中存在之物,怎可能尽可能地与那真正永恒者相似呢,尤其是若将其与永恒者相比的话?又何须多言呢,既然柏拉图已明确指出:一方面,由于天界事物和月下事物、大地(因为他明确谈到了大地)以及显而易见的其余各元素的总体,其自身的本性是物体的且具有广延,故而分有了某种转变,并非完全不死;但另一方面,由于直接创造它们的造物主的善意——这种善意不断向它们倾注其固有的善好——,它们是不可解体的,决不会遭遇死亡的命运。但我认为,直接倾听柏拉图的原话,或者更确切地说,倾听万物造物主的原话则更为妥当,柏拉图向我们预言造物主的思虑与创生,开口说道:“因此,当众神,凡是隐秘运行的,以及凡是在其愿意的范围内显现的,都获得了生成之后,生育这万有者对他们说出如下的话:‘神中之神,我是其造物主和父亲的那些作品,只要我愿意,便是不可解体的。凡被联结起来的固然皆可解体,然而想要解体那构造得当且处于良好状态之物,乃是恶者的行径;因此,既然你们已经生成,你们固然并非完全不死,亦非完全不可解体,但你们绝不会被解体,亦不会遭遇死亡的命运,因为你们在我的意志中获得了一种比生成时联结你们的纽带更为巨大且更具支配力的纽带。因此现在,请领会我指示你们而说的话。尚存三种可灭的族类尚未生成。如果这些不生成,天将是不完全的;因为它将无法在自身中包含所有种类的动物,然而若要足够完满,它本应当包含;但倘若这些由我生成并分有生命,它们就会与诸神同等。因此,为了使可灭之物存在,并且为了使这一万有真正成为全体,你们应当依本性致力于动物的创造,在关乎你们生成的方面摹仿我的能力。至于在它们之中凡应当与不死者同名的部分,即被称为神性的、并在它们之中统治那些始终愿意服从正义与你们者的部分,我将在播种并开启其端绪后交付给你们;其余的部分,则由你们将可灭之物编织于不死之物上,从而造成动物,生育它们,赐予养料使其成长,并在其衰亡时重新予以接纳。’”若要表明柏拉图认为直接由万物造物主确立之物因造物主自身的善意而不可解体且不死——即便它们自身由于拥有外来的联合(造物主称之为‘纽带’),就其自身而言,即就其自身与真正存在者的区分和分离而言,本是可以解体的——,还有什么比这些话更为明晰的呢?又有什么比“你们固然并非完全不死”——即并非像我一样在任何变化中皆不可变——,“但你们绝不会被解体,亦不会遭遇死亡的命运”更为清楚呢?在这样的话语之后,谁会如此厚颜或愚蠢,以至于认为柏拉图主张天是可毁灭的呢?当他说尚留有三种可灭族类时——显然天神自身并非可灭之物——,并且命令永恒的诸神通过其自身的自然旋转和运动,将一切可灭之物编织于造物主所造的永恒者之上,其明晰程度丝毫不减;因为若非使之确立者自身在发生变化,可灭之物绝不可能以其他方式生成;因此他亦如此说道:“因此,为了使可灭之物存在,并且为了使这一万有真正成为全体,你们应当依本性致力于动物的创造。”那么,由以不动且永恒的方式发挥作用的造物主所产生的天界事物,怎可能是可灭的呢?而“造成动物,生育它们,赐予养料使其成长,并在其衰亡时重新予以接纳”这句,我认为亦恰当地是对那些统辖全元素的元素主宰之神而言的,就他们自身亦拥有某种永恒之物而言;因为个别动物正是直接从这些月下元素中生成、得到滋养并成长,而在衰亡时又重新分解回元素的总体之中。然而,对于解释亚里士多德的话语而言,谈论如此之多似乎有失分寸,这我自己并非不知;但我既已立意要消解那些反对天的不生不灭、并将柏拉图作为自身辩护者而引来反对亚里士多德之人的异议,我认为自己记录下柏拉图关于这些问题的看法,并非不合情理。
- 1.22θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἄλυτα ἐμοῦ γε ἐθέλοντος
引自柏拉图《蒂迈欧篇》41a7–8。关系代词 ὧν 指向先行词呼格 θεοί(“诸神啊,我是其造物主与父亲”),ἔργων 可以同位语理解(即“作为我所造作品的诸神”)。随后的 ἄλυτα 为表语形容词,省略系动词 [ἐστὶ],构成“作品只要我愿意便是不可解体的”这一命题。ἐμοῦ γε ἐθέλοντος 为表示条件的属格独立结构(“只要我愿意”)。
- 1.22τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου τυχόντες ἐκείνων, οἷς, ὅτε ἐγίνεσθε, ξυνεδεῖσθε
分词 τυχόντες 支配属格宾语 τῆς ἐμῆς βουλήσεως,后者与 μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου 构成同位关系。随后的属格 ἐκείνων 是由比较级 μείζονος 和 κυριωτέρου 所要求的比较属格,并作为先行词引出由与格关系代词 οἷς(表示工具或手段,作 ξυνεδεῖσθε 的补足语)构成的定语从句。
