- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:104.6-105.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘根据柏拉图《蒂迈欧篇》等文本论证,宇宙被称为“生成的”并非因为它具有时间上的开端或终结,而是因为它具有物体性并依赖于原因,从而驳斥了关于时间中创生的观点。
τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτὸν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ὄν· τὸ δὲ αὖ δόξῃ μετ’ αἰσθήσεως ἀλόγου δοξαστὸν γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν.” κατὰ τοῦτο δὲ τὸ γενητὸν καὶ τὸν κόσμον ὑπὸ τοῦ ὄντως ὄντος ὑποστάντα θεοῦ προσεχῶς γενητὸν εἶναί φησιν ὁ Πλάτων γράφων οὕτως περὶ τοῦ κόσμου· “πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν; γέγονεν. ὁρατὸς γὰρ ἁπτός τέ ἐστι καὶ σῶμα ἔχων·” τὸ δὲ τοιοῦτον πᾶν γενόμενον καὶ γενητὸν ἐφάνη. τὸ μὲν γὰρ αὐθυπόστατον ἀμερὲς εἶναι χρὴ καὶ ὅλον ὅλῳ ἑαυτῷ ἐφαρμόττειν, τὸ δὲ διαστὰν καὶ μερισθὲν οὐ δυνάμενον ὅλον ὅλῳ ἑαυτῷ ἐφαρμόττειν καὶ διὰ τοῦτο μὴ ὂν αὐθυπόστατον ὑφ’ ἑτέρου πάντως ἔχει τὸ εἶναι καὶ διὰ τοῦτο γενητὸν λέγεται. ἐπειδὴ δέ τινες τὸ ἐν τῷ ὁρισμῷ τοῦ γενητοῦ “ἀπολλύμενον” ἀταλαιπώρως ἀκούσαντες φθορὰν τοῦ κόσμου καὶ τοῦ οὐρανοῦ δηλονότι καταγινώσκειν τὸν Πλάτωνα νομίζουσιν, ἀναγκαῖον εἰπεῖν, τί ποτε τοῦτο τὸ “ἀπολλύμενον” σημαίνει. εὐθὺς μὲν οὖν τῷ γινομένῳ καὶ ἀπολλυμένῳ προστεθὲν τὸ “ὄντως δὲ οὐδέποτε ὄν” ἐναργῶς, οἶμαι, τοῖς μὴ προειλημμένοις ἐνδείκνυται, ὅτι τοῦ μὲν ποτὲ ἐξήρηται ἀίδιον ὑπάρχον· τὸ γὰρ “οὐδέποτε” ἐπὶ τῶν ἀιδίων λέγεται κυρίως. ἀεὶ δὲ ὑφεστὼς διὰ τὸ προσεχῶς ἀπὸ τοῦ ὄντως ὄντος καὶ τοῦ ἀκινήτου παρῆχθαι διὰ τοῦτο πάλιν τὸ μὴ αὐθυπόστατον καὶ τὸ μὴ ὄντως ὂν μηδὲ ὅλον ἅμα καὶ πᾶν εἶναι, ὅπερ ἐστί, μεταβολὴν ἔχει τινὰ ἄλλοτε ἄλλην δεχόμενον1 ἑαυτοῦ τελειότητα, ἀεὶ μέντοι δεχόμενον διὰ τὸ ποιοῦν προσεχῶς αἴτιον ἀκίνητον ὑπάρχον καὶ διὰ τὴν ἑαυτοῦ ἐπιτηδειότητα προσεχῶς ἀπὸ τοῦ ὄντως ὄντος ὑποστάντος. καὶ ὅτι τὴν μεταβολὴν οὐχ ὡς ἐν μέρει χρόνου γινομένῳ καὶ φθειρομένῳ νομίζει προσήκειν ὁ Πλάτων, ἀλλὰ διὰ τὴν σωματικὴν φύσιν, δι’ ἣν ἅμα πᾶσαν οὐκ ἔχει τὴν ἑαυτοῦ μακαριότητα, ὥσπερ τὸ ὄντως ὄν, ἐκ τῶν ἐν τῷ Πολιτικῷ γεγραμμένων, οἶμαι, καταμαθεῖν ῥᾴδιον. ἔχει δὲ οὕτω πως, ὡς μνημονεύω· “ὃν δὲ οὐρανὸν ἢ κόσμον ἐπωνομάκαμεν πολλῶν μὲν καὶ μακαρίων ὑπὸ τοῦ γεννήσαντος μετέσχεν· ἀτὰρ κεκοινώνηκέν γε καὶ σώματος, ὅθεν μεταβολῆς ἀμοίρῳ μένειν αὐτῷ παντάπασιν ἀδύνατον ἦν.” καίτοι εἴπερ ἐφθείρετο, εἰ μὲν εἰς ἄλλον κόσμον, εἶχεν ἂν χώραν τὸ τῆς μεταβολῆς ὄνομα· εἰ δὲ εἰς τὸ μὴ ὄν, οὐκ ἂν μεταβάλλειν ἐλέγετο· μεταβάλλει γὰρ τὸ μεταβαῖνον ἀπ’ ἄλλου εἰς ἄλλο. πῶς δὲ ἂν “ἀμοίρῳ παντάπασιν” εἶπεν, εἰ μή τι καὶ ἀμετάβλητον εἶχεν; ἀλλὰ καὶ ὅτι μήτε ἐν μέρει χρόνου γεγονέναι τὸν κόσμον μήτε ἐν μέρει χρόνου φθείρεσθαι νομίζει Πλάτων, ἐκ τῶν ἐν Τιμαίῳ γεγραμμένων δῆλον· πρῶτον μέν, ὅτι τὸν χρόνον μετὰ τοῦ οὐρανοῦ γεγονέναι φησὶ σαφῶς λέγων· “χρόνος δ’ οὖν μετ’ οὐρανοῦ γέγονεν”. ἀδύνατον οὖν χρόνον εἶναι πρὸ οὐρανοῦ· εἰ δὲ τοῦτο, οὐκ ἂν ἀπὸ χρόνου τινὸς ὁ οὐρανὸς ἤρξατο γίνεσθαι· προυπῆρχε γὰρ ἂν αὐτοῦ χρόνος, καὶ τοῦ ἐνεστῶτος ἐκείνου, καθ’ ὃν ἐγίνετο ὁ κόσμος, πάντως ἦν τις προηγούμενος παρεληλυθώς. ἀλλ’ οὐδὲ ἐν μέρει χρόνου φθείρεσθαι δυνατόν· πάλιν γὰρ μετ’ ἐκεῖνον τὸν ἐνεστῶτα, καθ’ ὃν φθείρεται, ἔσται τις μέλλων. εἰ δὲ ἐπήγαγεν “ἵνα ἅμα γεννηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γίνηται”,2 δι’ αὐτοῦ τούτου τὸ ἄλυτον ἐνεδείξατο. εἰ γὰρ ἀνάγκη τῷ χρόνῳ συλλύεσθαι τὸν κόσμον, εἴπερ λύοιτο, ὁ δὲ χρόνος ἄλυτος, εἴπερ τό ποτε λυόμενον ἔχει μεθ’ ἑαυτὸ χρόνον· τὸ γὰρ ποτὲ μέρος χρόνου· δῆλον, ὅτι καὶ ὁ κόσμος ἄλυτος. τοιγαροῦν καὶ ἐπήγαγε τοῖς εἰρημένοις ταῦτα· “καὶ κατὰ τὸ παράδειγμα τῆς διαιωνίας φύσεως, ἵνα ὡς ὁμοιότατος αὐτῷ κατὰ δύναμιν ᾖ· τὸ μὲν γὰρ δὴ παράδειγμα πάντα αἰῶνα ἔστιν, ὁ δὲ αὖ διὰ τέλους τὸν ἅπαντα χρόνον γεγονώς τε καὶ ὢν καὶ ἐσόμενος.” πῶς οὖν τὸ τοιοῦτον ἀπὸ χρόνου τινὸς γενόμενον ἂν εἴη, οἷον πρὸ ἕξ, εἰ τύχοι, χιλιάδων ἐτῶν, ἢ ἐν χρόνῳ τινὶ φθειρόμενον, ὃ πάντα τὸν χρόνον ἐστὶ γεγονὸς καὶ ὂν καὶ ἐσόμενον; ἀλλ’ ἀδυνατοῦντες οὗτοι τὸ τοῦ χρόνου ἀίδιον διορίζειν ἀπὸ τοῦ αἰωνίου ἀεὶ τὸν χρόνον ἐν μέρει χρόνου γίνεσθαι καὶ φθείρεσθαι λέγοντες οὐκ αἰσχύνονται καὶ τὸν Πλάτωνα καλοῦσι μάρτυρα τὸν λέγοντα· “ἵνα τόδε ὡς ὁμοιότατον ᾖ τῷ τελείῳ καὶ νοητῷ ζῴῳ πρὸς τὴν τῆς διαιωνίας μίμησιν φύσεως”.
“一者乃是以伴随理知的智性所把握、始终依相同状态且以同样方式存在之物;另一者则是以伴随无理知感觉的意见所猜测、生成并灭亡、但真切而言决不存在之物。”正是依这种“生成的”含义,柏拉图断言宇宙亦是由真正存在的神直接确立起来而作为“生成的”,他关于宇宙如此写道:“它是始终存在而毫无生成的始基,还是已经生成了呢?它已经生成了;因为它是可见且可触的,并且具有物体;”而凡是此类事物,皆显明是已经生成且是生成的。因为自立存在之物必然是无部分的,且全体与其自身的全体相契合;然而具有伸展且被分割之物,由于不能全体与其自身的全体相契合,并因而不是自立存在之物,故而其存在完全来自他者,并因而被称为“生成的”。但由于有些人草率地理解了生成的定义中的“灭亡”,认为柏拉图显而易见是在断定宇宙及天的消灭,因此有必要说明这“灭亡”究竟意味着什么。首先,紧接着“生成并灭亡”而补充的“但真切而言决不存在”,我认为对未怀偏见之人明白地表明:它摆脱了“在某个时刻”,而是永恒存在的;因为“决不”严格而言乃是对永恒之物而言的。它一方面由于直接由真正存在且不动者所产生而始终成立,但另一方面又因其非自立存在、非真正存在、亦非全体一并完满地为其所是,故而具有某种转变,在不同时刻接受自身的不同完满性,然而由于直接的能作原因是不动者,且由于它自身作为直接由真正存在者所确立之物的相称性,它始终在接受着。柏拉图认为转变属于它并非像对于在时间的某个部分中生成和消灭之物那样,而是由于物体性的本性,由于这种本性,它不像真正存在者那样一并拥有自身全部的福乐,我认为这一点从《政治家篇》中的记载很容易领会。根据我的记忆,其文大致如下:“至于我们称之为天或宇宙的,它从生育它者那里分得了许多福乐的事物;然而它确实亦分有了物体,因此要让它完全不分有转变,是断然不可能的。”然而,设若它会消灭,倘若是消灭为另一个宇宙,转变之名尚有立足之地;但若是消灭为非存在,则不会被称为转变;因为转变乃是从一物推移至另一物。而倘若它并非亦具有某种不可变之物,他又怎会说“完全不分有”呢?不仅如此,柏拉图认为宇宙既非在时间的某个部分中生成,亦非在时间的某个部分中消灭,这从《蒂迈欧篇》中的记载也是显而易见的。首先,他清楚地声称时间是与天一同生成的,说道:“无论如何,时间乃是与天一同生成的”。因此,在天之前存在时间是不可能的;若是如此,天便不可能从某个时间开始生成;因为时间会在它之前预先存在,且在宇宙生成的那一现在[时刻]之前,必然已经存在某种在先的过去[时间]。但在时间的某个部分中消灭也是不可能的;因为在它消灭的那一现在[时刻]之后,又将存在某种未来[时间]。倘若他进一步补充说“以便它们既然一同被产生,亦可一同被解体,如果万一它们发生某种解体的话”,他正是通过这句话本身指明了其不可解体。因为如果宇宙即便被解体亦必然与时间一同被解体,而时间又是不可解体的——既然凡在某一时刻被解体之物在其自身之后皆拥有时间,因为“在某一时刻”乃是时间的某一部分——,那么显而易见,宇宙亦是不可解体的。因此他亦对上述话语补充了这些内容:“并且依照永劫自然本性的范型,以便它按其能力尽可能与它相似;因为范型实乃在整个永劫中存在,而宇宙则贯穿始终在全部时间中是已经生成、正在存在且将要存在的。”那么,这种贯穿全部时间已经生成、正在存在且将要存在之物,怎可能从某个时间生成——例如假定在六千年之前——,或者在某个时间中消灭呢?然而这些人无力将时间的永恒性与真正永恒区分开来,不知羞耻地声称时间始终在时间的某个部分中生成和消灭,并引柏拉图为证人,而柏拉图却说道:“以便此物尽可能与那完满的理知动物相似,以摹仿那永劫的自然本性”。
- 1.22ἀεὶ δὲ ὑφεστὼς ... μεταβολὴν ἔχει τινὰ ἄλλοτε ἄλλην δεχόμενον
该句子的核心骨架为“ἀεὶ δὲ ὑφεστὼς [ὁ κόσμος] ... μεταβολὴν ἔχει τινά”(宇宙虽始终成立……却具有某种转变)。阳性主格分词 ὑφεστώς 承接前文语境中的主语“宇宙”(ὁ κόσμος),而后继的分词 δεχόμενον 则为中性,在句法上受中性概念“生成之物”(τὸ γενητόν)或“伸展与被分割之物”(τὸ διαστάν)影响而发生依意一致(constructio ad sensum)。
- 1.22ἵνα ἅμα γεννηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γίνηται
引自柏拉图《蒂迈欧篇》38b。辛普利丘将带有假设语气的“ἄν ποτε”(如果万一某一时刻)从句解释为天与时间在现实中决不可能解体(ἄλυτον)的论据。其逻辑在于,“某一时刻”(ποτε)必然预设了时间的某个部分,因此时间的终结在原理上是不可能的。
