- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:102.12-104.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐明了形式与欠缺作为广义相反者的关系,进而分析了亚里士多德立足于月下时间的生成消灭而否定天是“生成的”,而柏拉图在《法律篇》与《蒂迈欧篇》中则区分了两种生成,并将宇宙作为具有依存性的物体存在而称为“生成的”。
ἐναντία δὲ καλεῖ καὶ τὸ εἶδος καὶ τὴν στέρησιν, οὐ κατὰ τὸ κύριον τοῦ ἐναντίου σημαινόμενον· εἴδη γάρ ἐστιν ἄμφω τὰ ἐναντία· ἀλλὰ κατὰ τὴν ἀντίθεσιν· ἀντίκειται γὰρ καὶ ταῦτα ἀλλήλοις. Ταῦτα μὲν οὖν ἐπὶ πλέον ἐμήκυνα διαρθρῶσαι τὴν περὶ αὐτὰ βουλόμενος ἔννοιαν ἐμαυτοῦ μὲν μάλιστα, εἰκὸς δὲ καὶ τῶν ἐντευξομένων ἐπιμελῶς. οὗ δὲ ἕνεκεν ὁ λόγος ἅπας οὗτος ὡρμήθη,1 πῶς τὸ γινόμενον ἐξ ἐναντίου τέ τινος καὶ ὑποκειμένου γίνεται καὶ τὸ φθειρόμενον ὑποκειμένου τέ τινος καὶ ὑπὸ ἐναντίου καὶ εἰς ἐναντίον φθείρεται, τοῦτο, οἶμαι, δῆλον γέγονεν ἐκ τῶν εἰρημένων ἀναποδείκτως νῦν ὑπὸ τοῦ Ἀριστοτέλους τεθὲν διὰ τὸ ἐν τοῖς πρώτοις, ὥς φησι, δεδεῖχθαι λόγοις. μεμνῆσθαι δὲ χρή, ὅτι, κἂν πρώτως ἡ οὐσία μὴ ἐξ ἐναντίου γίνηται κυρίως μηδὲ εἰς ἐναντίον φθείρηται διὰ τὸ μὴ εἶναι οὐσίαν οὐσίᾳ ἐναντίαν, ἀλλὰ πρῶτον μὲν ἐκ τῆς οἰκείας στερήσεως, ἔπειτα διὰ τῆς τῶν ἐναντίων ἐκ τῶν ἐναντίων γενέσεως καὶ αὕτη τὸ γίνεσθαι ἴσχει καὶ αὖ πάλιν διὰ τῆς τῶν ἐναντίων εἰς τὸ ἐναντίον φθορᾶς τὸ φθείρεσθαι. ὅταν γὰρ αἱ ἐν τῷ σπέρματί τε καὶ τῷ καταμηνίῳ ποιότητές τε καὶ ποσότητες, εἰς ἃς πεφύκασιν ἐναντίας ἑαυταῖς οὔσας τὰς τοῦ ἀνθρώπου,2 μεταβάλλωσιν, τότε τὸ εἶδος τοῦ ἀνθρώπου παραγίνεται· καὶ πάλιν, ὅταν πλεονεκτησάντων τινῶν στοιχείων καὶ τῶν ἐναντίων ἡσσωθέντων εἰς ἀναρμοστίαν ὑπενεχθῇ τὸ ὑποκείμενον, τότε φθείρεται, ἄλλως δὲ οὔ. Ἀλλ’ ἐπειδὴ τούτων ἅλις, ἴδωμεν ἐφεξῆς, κατὰ ποῖον μὲν τοῦ γενητοῦ σημαινόμενον ὁ Ἀριστοτέλης ἀποφάσκει τοῦ οὐρανοῦ τὸ γενητὸν ἀγένητον αὐτὸν ἀποδεῖξαι σπουδάζων, κατὰ ποῖον δὲ ὁ Πλάτων καὶ τὸν οὐρανὸν καὶ τὸν ὅλον κόσμον γενητὸν εἶναί φησιν. ὁ μὲν οὖν Ἀριστοτέλης ὅτι γένεσιν ταύτην μόνην καλεῖ τὴν ἀπὸ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι κατὰ χρόνον μεταβολήν, ἣν πάντως φθορὰ διαδέχεται, δῆλον μέν, ἐξ ὧν οὐκ ἀγένητον μόνον ἀλλὰ καὶ ἄφθαρτον ἀποδείξει τὸν οὐρανόν, ἔτι δὲ μᾶλλον, ὅταν ἀποδείξῃ σαφῶς, ὅτι τὸ γινόμενον πάντως φθείρεται καὶ τὸ φθειρόμενον γίνεται· δῆλον γάρ, ὅτι γένεσιν καὶ φθορὰν ταύτας λαμβάνει τὰς ἐν μέρει χρόνου γινομένας καὶ τοῖς ὑπὸ σελήνην ὑπαρχούσας, διόπερ ἄλλην τινὰ πέμπτην οὐσίαν παρὰ τὰ ὑπὸ σελήνην ἀποδείξας τὴν τοῦ οὐρανίου σώματος προτέραν τούτων τῇ φύσει καὶ τελειοτέραν, ὥσπερ βάρος καὶ κουφότητα καὶ τὴν ἐπ’ εὐθείας κίνησιν τούτων ἴδια ὄντα τῶν ὑπὸ σελήνην ἀποφάσκει αὐτῆς, οὕτως καὶ τὸ γενητὸν αὐτῶν καὶ τὸ φθαρτόν. καὶ τοῦτο μὲν ἀναμφίλεκτον, οἶμαι, καὶ ἐκ τοῦ μεταβολήν τινα τὴν γένεσιν λέγειν καὶ τὴν φθορὰν ὡς ἄλλου μετ’ ἄλλο γινομένου τε καὶ φθειρομένου, καὶ ἐκ τοῦ πρὸς τοὺς λέγοντας γενητὸν μὲν ἄφθαρτον δὲ τὸν κόσμον ἀντιλέγοντα δεικνύναι, ὅτι τὸ γινόμενον πάντως καὶ φθείρεται. καὶ οὐδὲν θαυμαστὸν τὰ πᾶσι πρόδηλα βουλόμενον ἀεὶ λαμβάνειν τὸν Ἀριστοτέλην τοῦτο λέγειν γενητὸν τὸ πάσης γενέσεως μετέχον καὶ ἐναργῶς ὁρώμενον ἐν μέρει χρόνου γινόμενόν τε καὶ φθειρόμενον. ὁ δέ γε Πλάτων οἶδε μὲν καὶ ταύτην τὴν γένεσιν τὴν τῶν ὑπὸ σελήνην τὴν ἀντικειμένην τῇ φθορᾷ ἐν τῷ δεκάτῳ τῶν Νόμων γράφων οὕτως· “γίνεται δὴ πάντων γένεσις, ἡνίκ’ ἄν τί πάθος ᾖ; δῆλον, ὡς ὁπόταν ἀρχὴ λαβοῦσα αὔξην εἰς τὴν δευτέραν ἔλθῃ μετάβασιν καὶ ἀπὸ ταύτης εἰς τὴν πλησίον καὶ μέχρι τριῶν ἐλθοῦσα αἴσθησιν σχῇ τοῖς αἰσθανομένοις·3 μεταβαῖνον μὲν οὖν οὕτω καὶ μετακινούμενον γίνεται ἅπαν. ἔστι δὲ ὄντως ὄν, ὁπόταν μένῃ. μεταβάλλον δὲ εἰς ἄλλην ἕξιν διέφθαρται παντελῶς.” οἶδεν δὲ καὶ τὴν ἑτέραν, καθ’ ἣν τὸ εἰς διάστασιν σωματικὴν ὑπελθὸν οὐ δυνάμενον ἔτι ἑαυτὸ παράγειν, ἀλλ’ ἐξ ἄλλου τινὸς αἰτίου μόνως ὑφιστάμενον γενητὸν λέγεται πρὸς τὸ ὄντως ὂν ἀντιδιῃρημένον ὡς πρὸς αἴτιον ἑαυτοῦ προσεχές. ἀνάγκη γὰρ τὸ γινόμενον καὶ τὸ τὴν ὑπόστασιν ἑτέρωθεν ἔχον ἀπὸ τοῦ ὄντος καὶ αὐθυποστάτου ὑφίστασθαι ἢ ἐπ’ ἄπειρον ἰέναι γενητὸν ἀεὶ τιθέντας πρὸ γενητοῦ. τοῦτο δὴ τὸ γενητὸν μετὰ τοῦτο τὸ ὂν ὁρισάμενος ἐν Τιμαίῳ κατ’ αὐτὸ γενητὸν εἶναι τὸν κόσμον φησί. καὶ ὁ μὲν ἀμφοῖν ὁρισμὸς ἀπὸ τῶν γνωστικῶν ἐν ἡμῖν δυνάμεων γενόμενος ὧδέ πως ἔχει· “τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μέν, ὂν δὲ οὐδέποτε;
他[亚里士多德]亦将形式与欠缺称为相反者,但并非依相反者的本义而言——因为两个相反者皆是形式——,而是依对立而言;因为它们彼此之间亦互相对立。关于这些问题,我为了使关于它们的观念更为明晰,主要为了我自己,但理所当然亦为了那些仔细研读之人,已经做了较为详尽的阐述。然而,这整个论述所由发起的目的,即生成之物如何从某种相反者与基底生成,消灭之物又如何从某种基底、被相反者并向着相反者消灭,我认为从上述内容中已经变得清晰了,这现在被亚里士多德未加证明地提出,正如他所言,是因为已经在最初的论述中得到了证明。但必须牢记的是,即使实体首要而言并非严格意义上从相反者生成,亦不向着相反者消灭——因为实体并不存在相反的实体——,然而首先是从特有的欠缺,继而是通过相反者从相反者的生成,实体自身亦获得了生成,且再次通过相反者向着相反者的消灭而获得了消灭。因为,当种子和经血之中的诸性质与诸数量转变为人的诸性质与诸数量——它们与它们自身相反且是〔前者〕依本性会〔转变为〕者——时,此时人的形式便降临;反之,当某些元素占据优势而相反的元素处于劣势,以致基底陷入不协调时,此时它便消灭,此外别无他途。 既然这些已经足够,接下来让我们看一看,亚里士多德是依“生成的”哪一种含义而否定天之生成的——他急于证明天是非生成的——,而柏拉图又是依哪一种含义断言天与整个宇宙皆是生成的。亚里士多德仅将这种在时间中从非存在向存在的转变——消灭必然继之而来——称为生成,这一点从他不仅要证明天是非生成的、而且要证明它是不可消灭的之中便已显明,而在他清楚证明凡生成之物必然消灭、凡消灭之物必然生成时则更加显明;因为显然,他是将生成与消灭理解为在时间的某个部分中发生且属于月下事物的那些,因此,在证明了月下事物之外的另一种第五实体,即在自然上在先于它们且更为完满的天体实体之后,正如他否认天体具有重、轻以及直线运动——因为这些乃是月下事物所特有的——一样,他也同样否认天体具有它们的可生成性与可消灭性。这一点我认为是毫无争议的,这既源于他将生成与消灭说成某种转变,即一物继另一物之后生成与消灭,亦源于他在反对那些声称宇宙虽生成却不灭之人时指出凡生成之物必然亦消灭。而亚里士多德始终希望把握对所有人而言显而易见的事物,因而将那分有全部生成、且显明可见在时间的某个部分中生成与消灭的事物称为“生成的”,这绝非不可思议之事。 然而柏拉图亦知道这种生成,即月下事物与消灭相对立的生成,他在《法律篇》第十卷中如此写道:“那么,当发生何种受动时,一切事物的生成才得以产生呢?显而易见,乃是在一个始基获得增殖而进入第二种推移,又从这一推移进入邻近的推移,并在达到三[个维度]时使感知者获得感知之时;因此,依此推移并发生运动,一切事物便生成了。当它保持不变时,它便是真正存在之物;但当它转变为另一种状态时,便彻底消灭了。”但他亦知道另一种[生成],依此,进入物体性伸展、不再能够产生自身、而仅仅从某种他者原因中获得成立的事物,被称为“生成的”,它与真正存在之物相对分立,正如相对于其直接原因一样。因为生成之物,亦即从他处获得存在根据之物,必然由存在之物且自立存在之物所确立,否则人们就必须陷入无穷,在生成之物前永远设定生成之物。柏拉图在《蒂迈欧篇》中正是紧随这种存在之后定义了这种“生成的”,并依此断言宇宙是生成的。而从我们内在的认知能力出发得出的二者之定义大致如下:“那始终存在而没有生成的究竟是什么,那不断生成却绝不存在的又是什么?”
- 1.22οὗ δὲ ἕνεκεν ὁ λόγος ἅπας οὗτος ὡρμήθη
关系从句 οὗ δὲ ἕνεκεν...(“这整个论述所由发起的目的”)置于句首,统摄间接疑问从句 πῶς τὸ γινόμενον... 作为其说明内容,并在后文由主句主语 τοῦτο 承接,构成倒装与照应结构(hyperbaton)。
- 1.22εἰς ἃς πεφύκασιν ἐναντίας ἑαυταῖς οὔσας τὰς τοῦ ἀνθρώπου
关系代词 ἃς 的先行词是其后的 τὰς τοῦ ἀνθρώπου [ποιότητας καὶ ποσότητας],构成先行词后置且与关系从句交织的倒装结构。ἐναντίας ἑαυταῖς οὔσας 为分词的表语性用法,意为“与它们自身[种子和经血之诸性质]相反”。
- 1.22μέχρι τριῶν ἐλθοῦσα αἴσθησιν σχῇ τοῖς αἰσθανομένοις
在引自柏拉图《法律篇》的文句中,μέχρι τριῶν 指几何学上的三个维度(点、线、面至立体),阴性单数分词 ἐλθοῦσα 的语法主语是句首的 ἀρχή。它在句法上表达了通过维度的推进最终形成可感知物体的生成过程。
