- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:9.75-9.78
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文本引用保罗书信、以赛亚书、西番雅书及大卫诗篇,论证了神圣审判之彻底与对隐秘心思施以报应的必然性,并总结基督确证了复活与来世永生的教义。
συνῳδὰ δὲ τούτοις καὶ ὁ μακάριος διδάσκει Παῦλος· Ζῶν γάρ, φησίν, ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργής, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.1 Ταῦτα καὶ οἱ προφῆται πρὸ χρόνων πολλῶν τῇ τοῦ Πνεύματος λαμπόμενοι χάριτι ἀριδηλότατα κατήγγειλαν. φησὶ γὰρ ὁ Ἠσαΐας· Ἐγὼ τὰ ἔργα αὐτῶν καὶ τοὺς λογισμοὺς ἐπίσταμαι καὶ ἀνταποδώσω αὐτοῖς· ἰδοὺ συναγαγεῖν ἔρχομαι πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσι, καὶ ὄψονται τὴν δόξαν μου. καὶ ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ μὲν ἐνώπιόν μου· καὶ ἥξει πᾶσα σὰρξ τοῦ προσκυνῆσαι ἐνώπιόν μου, λέγει Κύριος, καὶ ἐξελεύσονται, καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων, τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. καὶ αὖθις περὶ τῆς ἡμέρας ἐκείνης λέγει· Καὶ εἰληθήσεται ὁ οὐρανὸς ὡς βιβλίον, καὶ πάντα τὰ ἄστρα πεσοῦνται ὡς φύλλα ἐξ ἀμπέλου· ἰδοὺ γὰρ ἡμέρα Κυρίου ἔρχεται, ἀνίατος θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς· οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς αὐτῶν οὐ δώσουσι, καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς· καὶ ἀπολῶ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. καὶ πάλιν λέγει· Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας· οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, οἱ τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν. οὐαὶ οἱ ἰσχύοντες ὑμῶν οἱ δυνάσται, οἱ κιρνῶντες τὸ σίκερα, οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες, οἱ ἐκκλίνοντες κρίσιν πτωχῶν καὶ ἁρπάζοντες κρῖμα πενήτων, ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν καὶ ὀρφανὸν εἰς προνομήν. καὶ τί ποιήσουσι τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; καὶ πρὸς τίνα καταφεύξονται τοῦ βοηθηθῆναι;2 καὶ ποῦ καταλείψουσι τὴν δόξαν αὐτῶν τοῦ μὴ ἐμπεσεῖν εἰς ἀπαγωγήν; ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνημμένης, ἡ ῥίζα αὐτῶν ὡς χνοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται· οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαώθ, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν. Τούτῳ συνᾴδων καὶ ἕτερος προφήτης φησίν·
与这些相契合,福乐的保罗也教导说:‘因为神的道是活泼的,是有功效的,比一切两刃的剑更快,甚至魂与灵、骨节与骨髓,都能刺入、剖开,连心中的思念和主意都能辨明。并且受造的在祂面前没有一个是隐藏的,一切在祂眼前都是赤露敞开的;我们必须向这位交账。’先知们早在许久之前,蒙受圣灵恩典的照耀,也已极明白地宣告了这些事。因为以赛亚说:‘我知道他们的行为和心思,必报应他们;看哪,我来要招聚万国万语;他们必来,看见我的荣耀。必有新天新地,就是我在我面前所造的;凡有血气的都必来在我面前下拜,这是主说的。他们必出去,观看那些违背我之人的尸首;因为他们的虫是不死的,他们的火是不灭的,他们必成为一切有血气之人观看的景象。’他又指着那日说:‘天必卷起,像书卷一样;众星也都要残落,像叶子从葡萄树上残落一样。因为看哪,主的日子临到,满含烈怒与忿恨,不可挽回,使全地荒凉,并除灭其中的罪人;因为天上的众星、猎户座以及天上的一切星象都不发光,日头出来的时候变为黑暗,月亮也不放光;我必除灭不法之人的狂妄,使骄傲之人的狂傲降卑。’他又说:‘祸哉!那些如同以长索拉扯自己的罪孽,如同以小母牛轭上的皮带拉扯不义的人;祸哉!那些称恶为善、称善为恶,以暗为光、以光为暗,以苦为甜、以甜为苦的人!祸哉!你们那些调和浓酒的有权势的统治者,他们因受贿赂就称恶人为义,夺去义人的公义;他们屈枉穷人的审判,强夺困苦之人的公理,以致寡妇成为他们的掳物,孤儿成为他们的掠物。在降罚的日子,他们要怎样行呢?他们要逃往谁那里寻求帮助呢?他们要将自己的荣耀留在何处,免得沦为俘虏呢?正如碎秸被炭火烧尽,被燃起的火焰烧毁一样,他们的根必像灰尘,他们的花必如尘埃飞腾;因为他们不肯要万军之主的律法,反而激怒了以色列圣者的训言。’另一位先知也与此相契合地说:
Ἐγγὺς ἡ ἡμέρα Κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχινὴ σφόδρα· φωνὴ ἡ ἡμέρας Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται· δυνατὴ ἡμέρα ὀργῆς ἡ ἡμέρα ἐκείνη, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα ταλαιπωρίας καὶ ἀφανισμοῦ, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης, ἡμέρα σάλπιγγος καὶ κραυγῆς· καὶ ἐκθλίψω τοὺς πονηρούς, καὶ πορεύσονται ὡς τυφλοί, ὅτι τῷ Κυρίῳ ἐξήμαρτον· καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς Κυρίου· ἐν πυρὶ γὰρ ζήλου αὐτοῦ καταναλωθήσεται πᾶσα ἡ γῆ, διότι συντέλειαν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. πρὸς τούτοις καὶ Δαυῖδ ὁ βασιλεὺς καὶ προφήτης βοᾷ· Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά· προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν, τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. καὶ αὖθις· Ἀνάστα, φησίν, Θεός, κρῖνον τὴν γῆν, ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι· καὶ σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. πολλὰ δὲ καὶ ἕτερα τοιαῦτα ὅ τε ψαλμῳδὸς καὶ πάντες οἱ προφῆται τῷ θείῳ πνεύματι μυηθέντες περὶ τῆς μελλούσης κρίσεως καὶ ἀνταποδόσεως ἐκήρυξαν· ὧν τοὺς λόγους καὶ ὁ Σωτὴρ ἀσφαλέστατα βεβαιώσας, ἐδίδαξεν ἡμᾶς πιστεύειν ἀνάστασιν νεκρῶν καὶ ἀνταπόδοσιν τῶν βεβιωμένων ζωήν τε ἀτελεύτητον3 τοῦ μέλλοντος αἰῶνος.
‘主的大日临近,临近而且甚快;主的日子声音被定为极其凄惨严酷。那日是愤怒的大日,是患难与困苦之日,是艰难与荒废之日,是黑暗与幽暗之日,是密云与浓雾之日,是角声与号叫之日。我必使恶人受困苦,使他们行走如同瞎子,因为他们得罪了主;他们的金银在主发怒的日子,不能救他们;全地必在祂忿恨的火中被烧灭,因为祂必向地上的一切居民施行毁灭。’此外,作为君王和先知的戴维也呼喊说:‘我们的神,神必明明降临,决不缄默。在祂面前有烈火焚烧,在祂四围有剧烈风暴;祂必召唤上天下地,为要审判祂的子民。’他又说:‘神啊,求祢起来,审判全地;因为人的意念必向祢称谢,祢必照各人的行为报应各人。’作诗者与众先知既蒙神圣之灵的启迪,便宣告了许多关于将来的审判与报应的类似之事;而救主也最坚固地印证了他们的话,教导我们当信死人的复活、今世所行之事的报偿,以及来世永无止境的生命。
- 9.75πρὸς ὃν ἡμῖν ὁ λόγος
引用自《希伯来书》4:13。名词 λόγος 在此并非一般意义的“言语”,而是取其在账目、审算语境中的“交账、清算”(rationem reddere)之义。整句作为习语表达“我们必须向其交账的主”。
- 9.76τοῦ βοηθηθῆναι
带属格冠词 τοῦ 的被动语态不定式,在此构成表目的的结构(“为了获得帮助”)。紧随其后的 τοῦ μὴ ἐμπεσεῖν(“免得陷入……”)同样是表目的的否定句式,为七十士译本希腊语中的典型用法。
- 9.78πιστεύειν ἀνάστασιν νεκρῶν καὶ ἀνταπόδοσιν τῶν βεβιωμένων ζωήν τε ἀτελεύτητον
三个宾格名词短语(ἀνάστασιν、ἀνταπόδοσιν 与 ζωήν)通过 καί 和 τε 并列,共同作动词 ἐδίδαξεν 所支配的不定式 πιστεύειν 的直接宾语。τῶν βεβιωμένων 为中性复数完成时分词属格,用作宾格性属格,意为“对今生所度过之诸事的[报偿]”。
