← 大马士革的圣约翰

巴兰和约萨法特

§10.78-10.80

悔改受洗的劝导与夜莺寓言的开篇

约阿萨法听闻审判的论述后大受触动,询问获救之道;巴拉安援引使徒彼得的训诲劝勉其悔改受洗,并以捕鸟人与夜莺的寓言开篇揭示偶像崇拝者的愚昧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.78

Ὁ δὲ Ἰωάσαφ, κατανύξεως πολλῆς ἐπὶ τούτοις πληρωθείς, σύνδακρυς ὅλος ἦν. καὶ φησὶ πρὸς τὸν γέροντα· Πάντα μοι σαφῶς ἐγνώρισας, καὶ ἀσφαλῶς διεξῆλθες τὴν φρικτὴν ταύτην καὶ θαυμαστὴν διήγησιν. τούτων οὖν προκειμένων ἡμῖν, τί χρὴ ποιεῖν, τοῦ ἐκφυγεῖν τὰς ἡτοιμασμένας τοῖς ἁμαρτωλοῖς κολάσεις, καὶ ἀξιωθῆναι1 τῆς χαρᾶς τῶν δικαίων; Καὶ ὁ Βαρλαὰμ ἀπεκρίνατο· Γέγραπται ὅτι διδάσκοντός ποτε τοῦ Πέτρου τὸν λαόν, ὃς καὶ κορυφαῖος ἐκλήθη τῶν ἀποστόλων, κατενύγησαν τῇ καρδίᾳ, καθάπερ καὶ σὺ σήμερον, καί, εἰπόντων αὐτῶν· Τί ποιήσομεν; ὁ Πέτρος ἔφη πρὸς αὐτούς· Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος. ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσι τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν. ἰδοὺ οὖν καὶ ἐπὶ σὲ ἐξέχεε τὸ πλούσιον ἔλεος αὐτοῦ, καὶ προσεκαλέσατό σε, τὸν μακρὰν αὐτοῦ τῇ γνώμῃ ὑπάρχοντα καὶ ἀλλοτρίοις λατρεύοντα οὐ θεοῖς, ἀλλὰ δαίμοσιν ὀλεθρίοις καὶ ξοάνοις κωφοῖς καὶ ἀναισθήτοις. διὸ καὶ πρὸ πάντων πρόσελθε τῷ κεκληκότι, παρ’ οὗ λήψῃ τῶν ὁρωμένων καὶ τῶν ἀοράτων ἀψευδῆ τὴν γνῶσιν. εἰ δὲ μετὰ τὸ κληθῆναι οὐ θέλεις ἢ βραδύνεις, δικαίᾳ Θεοῦ κρίσει ἀπόκληρος ἔσῃ, τῷ μὴ θελῆσαι μὴ θεληθείς·2 οὕτω γὰρ καὶ ὁ αὐτὸς ἀπόστολος Πέτρος πρός τινα τῶν μαθητῶν λελάληκεν. ἐγὼ δὲ πιστεύω ὅτι καὶ ὑπήκουσας τῆς κλήσεως, καὶ ἔτι τρανότερον ὑπακούσας ἀρεῖς τὸν σταυρὸν καὶ ἀκολουθήσεις τῷ καλοῦντί σε Θεῷ καὶ Δεσπότῃ, ὃς προσκαλεῖταί σε ἀπὸ θανάτου εἰς ζωὴν καὶ ἀπὸ σκότους εἰς φῶς. τῷ ὄντι γὰρ ἡ τοῦ Θεοῦ ἄγνοια σκότος ἐστὶ καὶ θάνατος ψυχῆς, καὶ τὸ δουλεύειν εἰδώλοις ἐπ’ ὀλέθρῳ τῆς φύσεως πάσης μοι δοκεῖ εἶναι ἀναισθησίας καὶ ἀφροσύνης ἐπέκεινα. Οὓς τίνι ὁμοιώσω, καὶ ποταπήν σοι εἰκόνα τῆς τούτων ἀβελτηρίας παραστήσω; ἀλλά σοι παραθήσω ὑπόδειγμα παρά τινος ἀνδρὸς σοφωτάτου λεχθὲν πρός με. Ἔλεγε γὰρ ὅτι Ὅμοιοί εἰσιν οἱ τῶν εἰδώλων προσκυνηταὶ ἀνθρώπῳ ἰξευτῇ, ὃς κατέσχεν ἓν τῶν σμικροτάτων στρουθίων· ἀηδόνα τοῦτο καλοῦσι. λαβὼν δὲ μάχαιραν τοῦ σφάξαι αὐτὸ καὶ φαγεῖν, ἐδόθη τῇ ἀηδόνι φωνὴ ἔναρθρος. καί φησι πρὸς τὸν ἰξευτήν·

约阿萨法听了这些话,满心痛悔,浑身泪下。他对老人说:“你已向我明白显明了一切,并将这可怕而奇妙的记述确凿地讲明了。如今这些既摆在我们面前,要逃脱那为罪人预备的刑罚,并得以配享义人的喜乐,应当作什么呢?”巴拉安回答说:“经上记着,当被称作使徒之首的彼得昔日教导百姓时,他们扎心,正如你今日一样;在他们说‘我们当怎样行’时,彼得对他们说:‘你们各人要悔改,受洗,叫你们的罪得赦,就必领受所赐的圣灵。因为这应许是给你们和你们的儿女,并一切在远方的人,就是主我们神所召来的。’看哪,如今祂也向你倾倒了祂丰盛的怜悯,召了你这心思远离祂、敬拜外邦的神——非神,而是毁灭人的魔鬼与聋哑无知的木石偶像之人。因此,你首先要就近那召你者,从祂那里你将领受关于有形与无形之事的无伪真知。但若蒙召之后你却不愿或迟延,凭着神公义的审判,你必被剥夺嗣业,因你不愿,也不蒙悦纳;因为同一位使徒彼得也曾对门徒中的一人这样说过。但我深信你已听从了这呼召,并且更清晰地听从后,必背起十字架,跟随召你的神与主宰,祂正召你出死入生、出黑暗入光明。因为事实上,对神的无知乃是黑暗和灵魂的死亡,为了毁坏整个本性而事奉偶像,在我看来已是超出了一切麻木与愚昧。我当将他们比作什么,又向你呈现怎样一幅关于他们愚顽的画像呢?然而,我要向你摆出一个极有智慧之人对我讲过的例子。他说事奉偶像的人犹如一个捕鸟人,他捉到了一只极小的鸟儿——人们称这为夜莺。当他拿起刀来要宰杀并吃掉它时,夜莺竟被赋予了清晰的话语之声。

§10.80

Τί σοι ὄφελος, ἄνθρωπε, τῆς ἐμῆς σφαγῆς; οὐ δυνήσῃ γὰρ δι’ ἐμοῦ τὴν σὴν ἐμπλῆσαι γαστέρα. ἀλλ’ εἴ με τῶν δεσμῶν ἐλευθερώσεις, δώσω σοι ἐντολὰς τρεῖς, ἃς φυλάττων μεγάλα παρ’ ὅλην σου τὴν ζωὴν ὠφεληθήσῃ. ὁ δέ, θαμβηθεὶς τῇ ταύτης λαλιᾷ, ἐπηγγείλατο, εἰ καινόν τι παρ’ αὐτῆς ἀκούσειε, θᾶττον ἐλευθερῶσαι3 τῆς κατοχῆς. ἐπιστραφεῖσα δὲ ἡ ἀηδὼν λέγει τῷ ἀνθρώπῳ· Μηδέποτέ τινος τῶν ἀνεφίκτων ἐπιχειρήσῃς ἐφικέσθαι, καὶ μὴ μεταμελοῦ ἐπὶ πράγματι παρελθόντι, καὶ ἄπιστον ῥῆμα πώποτε μὴ πιστεύσῃς. ταύτας δὴ τὰς τρεῖς ἐντολὰς φύλαττε, καὶ εὖ σοι γένηται. ἀγάμενος δὲ ὁ ἀνὴρ τὸ εὐσύνοπτον καὶ συνετὸν τῶν ῥημάτων, λύσας αὐτὴν τῶν δεσμῶν κατὰ τοῦ ἀέρος ἐξαπέστειλεν. ἡ οὖν ἀηδὼν θέλουσα μαθεῖν εἰ ἐπέγνω ὁ ἀνὴρ τῶν λεχθέντων αὐτῷ ῥημάτων τὴν δύναμιν καὶ εἰ ἐκαρπώσατό τινα ὠφέλειαν, λέγει πρὸς αὐτὸν ἱπταμένη ἐν τῷ ἀέρι· Φεῦ σου τῆς ἀβουλίας,4 ἄνθρωπε, ὁποῖον θησαυρὸν σήμερον ἀπώλεσας· ὑπάρχει γὰρ ἐν τοῖς ἐγκάτοις μου μαργαρίτης, ὑπερέχων τῷ μεγέθει στρουθοκαμήλου ὠόν. ὡς οὖν ἤκουσε ταῦτα ὁ ἰξευτής, συνεχύθη τῇ λύπῃ μεταμελόμενος ὅτι ἐξέφυγεν ἡ ἀηδὼν ἐκείνη τὰς χεῖρας αὐτοῦ· καί, πειρώμενος αὖθις κατασχεῖν αὐτήν, εἶπε· Δεῦρο ἐν τῷ οἴκῳ μου, καί, φιλοφρονησάμενός σε καλῶς, ἐντίμως ἐξαποστελῶ.

它对捕鸟人说: ‘人啊,杀了我对你有什么益处呢?你靠我是无法填饱肚子的。但你若将我从捆绑中释放,我将给你三条诫命,你若谨守,终生必大得益处。’那人因它的言语大感惊奇,便应许说,若能从它那里听到新鲜的事,必立刻将它从拘禁中释放。夜莺转过身来对那人说:‘绝不要企图去追求不可企及之事,不要为过去的事后悔,也绝不要相信不可信之语。你务要遵守这三条诫命,愿你得福。’那人赞赏这些话的简练明智,便解开它的绳索,将它放飞空中。于是夜莺想要知道那人是否明白了对他所说之话的力量,是否收获了什么益处,便在空中飞翔着对他说:‘唉,人啊,为你无谋感到可悲,你今日失去了何等大的宝藏!因为在我腹中有一颗珍珠,其大小胜过鸵鸟蛋。’捕鸟人听了这话,便陷入悲伤之中,后悔那只夜莺逃脱了自己的手;他企图再次捉住它,便说:‘来我家吧,我好好款待你之后,必体面地送你离去。’”

语法注4 条
  1. 10.78τοῦ ἐκφυγεῖν τὰς ἡτοιμασμένας τοῖς ἁμαρτωλοῖς κολάσεις, καὶ ἀξιωθῆναι

    带属格冠词的不定词短语(τοῦ ἐκφυγεῖν ... καὶ ἀξιωθῆναι)修饰 τί χρὴ ποιεῖν,表示目的(“为了逃脱……应当作什么”)。这是受圣经希腊语与希伯来语构词习惯影响而在教父时期希腊语中极为常见的表目的用法。

  2. 10.79τῷ μὴ θελῆσαι μὴ θεληθείς

    带冠词不定词的与格 τῷ μὴ θελῆσαι 表示原因(“因你不愿”),修饰被动分词 μὴ θεληθείς(“未被[神]悦纳/意愿”)。这是托名彼得的外典格言,以主动与被动语态的对照表达出人不肯接受神的召请,反过来亦不为神所接纳的对应关系。

  3. 10.80ἐπηγγείλατο, εἰ καινόν τι παρ’ αὐτῆς ἀκούσειε, θᾶττον ἐλευθερῶσαι

    由过去时动词 ἐπηγγείλατο(应许)引导的间接引语。条件从句中的祈愿语气 ἀκούσειε 是直接引语中假设语气或将来时(如 ἐὰν ... ἀκούσω)在从属从句中的斜格祈愿转化;主句则按应许类动词的常规使用不定词 ἐλευθερῶσαι。

  4. 10.80Φεῦ σου τῆς ἀβουλίας

    感叹词 φεῦ 连用人称代词属格 σου 与表示原因/感叹对象的属格 τῆς ἀβουλίας,构成古典希腊语常见的感叹句式(“为你无谋感到可悲”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:10.78-10.80