← 大马士革的圣约翰

巴兰和约萨法特

§9.72-9.74

福音书比喻中来世的报应与内心的清算

作者援引基督的比喻(财主与拉撒路、国王的婚筵、十个童女),论证来世的报应与清算不仅针对外在的善恶作为,更必然确凿地及于言语乃至内心最微细的意念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.72

τῶν ἀγαθῶν ἔργων·1 ἀλλὰ καὶ τῶν ἐναντίων εὐθύνας ἀποκεῖσθαι προκατήγγειλε διὰ παραβολῶν θαυμασίων καὶ ἐξαισίων, ἃς ἡ πηγὴ τῆς σοφίας πανσόφως διηγήσατο· ποτὲ μὲν πλούσιόν τινα παρεισάγων πορφύραν καὶ βύσσον ἐνδεδυμένον, καὶ καθ’ ἡμέραν λαμπρῶς εὐφραινόμενον, ἀμετάδοτον δὲ καὶ ἀνηλεῆ πρὸς τοὺς δεομένους ὑπάρχοντα, ὡς καὶ πτωχόν τινα Λάζαρον ὀνόματι πρὸς τὸν πυλῶνα αὐτοῦ βεβλημένον παραβλέπειν, καὶ οὐδὲ αὐτῶν τῶν τῆς τραπέζης αὐτοῦ ψιχίων ἐπιδιδόναι αὐτῷ· ἀποθανόντων οὖν ἀμφοτέρων, ὁ μὲν πένης ἐκεῖνος καὶ ἡλκωμένος ἀπηνέχθη, φησίν, εἰς τὸν κόλπον Ἀβραάμ, τὴν τῶν δικαίων συναυλίαν οὕτω δηλώσας· ὁ δὲ πλούσιος παρεδόθη φλογὶ πικρᾶς βασάνου ἐν τῷ ᾅδῃ· πρὸς ὃν Ἀβραὰμ ἔλεγεν· Ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ οὗτος μὲν παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ἑτὲρωθι δὲ παρεικάζων τὴν τῶν οὐρανῶν βασιλείαν, λέγει· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ, τὴν μέλλουσαν εὐφροσύνην καὶ λαμπρότητα οὕτω δηλῶν. πρὸς ἀνθρώπους γὰρ ταπεινοὺς καὶ τὰ ἐπίγεια φρονοῦντας τὸν λόγον ποιούμενος ἐκ τῶν συνήθων αὐτοῖς καὶ γνωρίμων ἐδίδου τὰς παραβολάς. οὐ μέντοι δὲ γάμους καὶ τραπέζας ἐν ἐκείνῳ παρεδήλου τῷ αἰῶνι εἶναι· ἀλλὰ τῇ αὐτῶν συγκαταβαίνων παχύτητι,2 τοιούτοις ὀνόμασι κέχρηται, γνωρίσαι αὐτοῖς τὰ μέλλοντα βουλόμενος.

……善行的报应;然而主也通过奇妙而卓越的比喻,预先宣告了对相反之事的清算早已存留,这些比喻乃是智慧的泉源以至高之智慧叙述的。祂有时引入一个身穿紫色袍和细麻布衣的财主,天天奢华宴乐,对困苦之人却毫无施舍且毫不怜悯,以至于对躺卧在他门口的一个名叫拉撒路的穷人视而不见,甚至连自己桌上掉下的碎屑也不肯施舍给他。主说,当他们两人都死了,那穷苦且生满疮伤的人被带到了亚伯拉罕的怀里,以此表明了义人们共同的居所;而财主则在阴间被交付于受残酷折磨的烈火中。亚伯拉罕对他说:‘你在世上享过你的福,拉撒路也同样受过苦;如今他得安慰,你倒受痛苦。’在另一处比喻天国时,祂说:‘天国好比一个王,为他儿子摆设娶亲的筵席’,以此表明了未来的喜乐与华美。因为祂向卑微且思念地上之事的人说话,便从他们习以为常且熟知的事物中设立比喻。然而祂绝非暗示在将来的世代里真有婚筵与桌席;而是屈尊就于他们理解上的愚钝,使用这等名称,为要使他们知晓未来的事。

§9.73

πάντας μὲν οὖν, φησί, συνεκάλεσεν ὁ βασιλεὺς ὑψηλῷ κηρύγματι συνελθεῖν εἰς τοὺς γάμους καὶ ἐμφορηθῆναι τῶν ἀπορρήτων ἀγαθῶν ἐκείνων· πολλοὶ δὲ τῶν κεκλημένων ἀμελήσαντες οὐκ ἀπῆλθον, ἀλλ̓, ἀπασχολήσαντες ἑαυτούς, οἱ μὲν εἰς ἀγρούς, οἱ δὲ εἰς ἐμπορίας, οἱ δὲ εἰς νεονύμφους γυναῖκας, ἀπεστέρησαν ἑαυτοὺς τῆς λαμπρότητος τοῦ νυμφῶνος. ἐκείνων δὲ ἐθελοντὶ ἀλλοτριωθέντων τῆς τερπνῆς εὐφροσύνης, ἄλλοι προσεκλήθησαν· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων. εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου, καὶ λέγει αὐτῷ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη. τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις· Δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, ἄρατε αὐτόν, καὶ ἐμβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. οἱ μὲν οὖν παραιτησάμενοι καὶ μηδόλως τῆς κλήσεως ὑπακούσαντες εἰσὶν οἱ μὴ προσδραμόντες τῇ τοῦ Χριστοῦ πίστει, ἀλλ’ εἴτε τῇ εἰδωλολατρείᾳ, εἴτε αἱρέσει τινὶ ἐμμείναντες· ὁ δὲ μὴ ἔχων τὸ τοῦ γάμου ἔνδυμα ἐστὶν ὁ πιστεύσας μέν, πράξεσι δὲ ῥυπαραῖς τὸ νοητὸν ἔνδυμα3 κηλιδώσας, ὃς καὶ δικαίως ἐξεβλήθη τῆς χαρᾶς τοῦ νυμφῶνος. Καὶ ἄλλην δὲ παραβολὴν ταύτῃ συνᾴδουσαν παρέθηκε, δέκα τινὰς παρθένους τυπώσας, Ὧν αἱ μὲν πέντε ἦσαν φρόνιμοι, αἱ δὲ πέντε μωραί.

于是主说,王发出崇高的号令,召集众人聚集赴婚筵,饱享那难以言表的福乐;然而被召的人中有许多人漠不关心而不肯前去,反倒各自忙于自己的事务,有的去田里,有的去经商,有的去陪伴新娶的妻子,使自己丧失了那婚宴厅堂的华美。他们既自愿与那令人愉悦的喜乐隔绝,别人便被召来;婚筵上坐满了宾客。王进来观看宾客,见那里有一个人没有穿礼服,就对他说:‘朋友,你到这里来怎么不穿礼服呢?’那人无言以对。于是王对仆役说:‘捆起他的手脚,把他拉去丢在外面黑暗里;在那里必要哀哭切齿了。’因此,那些辞谢且完全不听从呼召的人,乃是没有奔向基督信仰,而是固守于偶像崇拜或某种异端的人;而那没有穿礼服的人,则是虽然信了,却以污秽的行为玷污了那属灵理智之衣的人,他也理所当然地被逐出婚宴的喜乐。主又设立了另一个与此相称的比喻,描绘了十个童女,其中五个是聪明的,五个是愚拙的。

§9.74

αἵτινες μωραί, λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον· αἰ δὲ φρόνιμοι ἔλαβον ἔλαιον· διὰ τοῦ ἐλαίου τὴν τῶν ἀγαθῶν ἔργων κτῆσιν σημαίνων. Μέσης δὲ τῆς νυκτός, φησί, κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται· ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ· διὰ τοῦ μεσονυκτίου τὸ ἄδηλον τῆς ἡμέρας ἐκείνης παραστήσας. τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι· Αἱ μὲν οὖν ἕτοιμοι ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου, καὶ εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα· αἱ δὲ ἀνέτοιμοι, ἃς εἰκότως μωρὰς ἐκάλεσε, σβεννυμένας τὰς λαμπάδας ἑαυτῶν ὁρῶσαι, ἀπῆλθον ἀγοράσαι ἔλαιον. παραγενόμεναι δὲ κλεισθείσης ἤδη τῆς θύρας, ἔκραζον λέγουσαι· Κύριε, κύριε, ἄνοιξον ἡμῖν· ὁ δέ, φησίν, ἀποκριθεὶς εἶπεν· Ἀμήν, λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς· διὰ τούτων οὖν ἁπάντων δῆλόν ἐστιν ἀνταπόδοσιν εἶναι οὐ μόνον τῶν ἐναντίων πράξεων, ἀλλὰ καὶ ῥημάτων καὶ αὐτῶν τῶν ἐνθυμήσεων. εἶπεν γὰρ ὁ Σωτήρ· Λέγω ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. καὶ αὖθις· Ὑμῶν δέ, φησί, καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠριθμημέναι εἰσί· διὰ τῶν τριχῶν τὰ λεπτότατα τῶν διαλογισμῶν καὶ ἐνθυμήσεων παραδηλώσας.

这些愚拙的童女拿着灯,却没有带油;聪明的童女却带了油;以此借着油表明获取善行。主说,半夜有呼喊声说:‘看哪,新郎来了,你们出来迎接他!’——以此借着半夜表明那日子的不可预知。那时那些童女都起来了。预备好的童女出去迎接新郎,同他进去坐席,门就关了;至于那些未曾预备好的人——祂理所当然地称她们为愚拙的——见自己的灯要灭了,就去买油。但在门已经关闭之后她们才赶到,喊着说:‘主啊,主啊,给我们开门!’主说,新郎回答道:‘我实在告诉你们,我不认识你们。’因此,通过这一切显而易见的是,不仅对相反的行为,甚至连言语以及意念本身也存有报偿。因为救主曾说:‘我告诉你们,凡人所说的闲话,在审判的日子,必要句句供出来。’祂又说:‘就是你们的头发,也都被数过了’——借着头发暗示了那最为细微的心思与意念。

语法注3 条
  1. 9.72τῶν ἀγαθῶν ἔργων

    为宾格性属格,依附于前一段落末尾的名词 τὰς ἀμοιβὰς(“报应”),意为“对善行的(报应)”,在句法上跨越了段落边界。

  2. 9.72τῇ αὐτῶν συγκαταβαίνων παχύτητι

    与格 τῇ παχύτητι(“迟钝、粗俗”)由复合分词 συγκαταβαίνων(“屈尊、迎合”)所支配。该分词短语表明基督顺应人类有限而粗糙的理解力,因而使用了婚筵等现世形象。

  3. 9.73τὸ νοητὸν ἔνδυμα

    对婚礼礼服(ἔνδυμα γάμου)的寓意与属灵阐释。指“可理知之衣”或“属灵之衣”,相对于外在的信仰表白,它象征着内在灵性的纯洁与美德生活。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:9.72-9.74