← 大马士革的圣约翰

巴兰和约萨法特

§9.70-9.71

使徒书信与福音书中关于复活与审判的明证

巴拉安引用保罗关于复活的论述、彼得对末世的预言,以及福音书中基督论及最终审判的言论,证明死人肉身复活以及生前行为必受报应是确凿无疑的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.70

πῶς λέγουσί τινες ὅτι ἀνάστασις οὐκ ἔστιν; εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ἡμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἀνομίαις ὑμῶν· εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον,1 ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος· ἐπειδὴ γὰρ δι’ ἀνθρώπου ὁ θάνατος, καὶ δι᾽ ἀνθρώπου ἀνάστασις νεκρῶν· ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. καὶ μετ’ ὀλίγα· Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν· ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε πληρωθήσεται ὁ λόγος ὁ γεγραμμένος· Κατεπόθη ὁ θάνατος εἰς νῖκος· ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; καταργεῖται γὰρ τέλεον ἡ τοῦ θανάτου δύναμις τότε καὶ ἀφανίζεται, μηκέτι ὅλως ἐνεργοῦσα, ἀλλ’ ἀθανασία λοιπὸν καὶ ἀφθαρσία δίδοται τοῖς ἀνθρώποις αἰώνιος. Ἔσται οὖν, ἔσται ἀναμφιλέκτως ἡ τῶν νεκρῶν ἀνάστασις, καὶ τοῦτο ἀνενδοιάστως πιστεύομεν· ἀλλὰ καὶ ἀμοιβὰς καὶ εὐθύνας τῶν βεβιωμένων γινώσκομεν κατὰ τὴν φοβερὰν ἡμέραν τῆς τοῦ Χριστοῦ παρουσίας, δι’ ἧς οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται, ὥς φησί τις τῶν θεηγόρων, Καινοὺς δὲ οὐρανοὺς καὶ καινὴν γῆν, κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν. ὅτι γὰρ ἀμοιβαὶ καὶ εὔθυναι εἰσὶ τῶν ἔργων ἐκεῖ, καὶ οὐδὲν ὅλως τῶν ἀγαθῶν ἢ τῶν πονηρῶν παροφθήσεται, ἀλλὰ καὶ ἔργων καὶ ῥημάτων καὶ ἐνθυμήσεων ἀνταποδόσεις ἀπόκεινται, δῆλον· φησὶ γὰρ ὁ Κύριος· Ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. καὶ πάλιν λέγει· Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ̓ αὐτοῦ, τότε συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. τί τοῦτο λέγων; τὰς γινομένας παῤ ἡμῶν εἰς τοὺς δεομένους εὐποιΐας ἑαυτῷ οἰκειούμενος.2 καὶ ἐν ἑτέρῳ λέγει· Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ3 ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ἰδοὺ διὰ πάντων τούτων καὶ ἄλλων πλειόνων ἐδήλωσε βεβαίας εἶναι καὶ ἀσφαλεῖς τὰς ἀμοιβὰς

‘怎么有人说没有复活的事呢?若死人不复活,基督也就没有复活;若基督没有复活,我们的信仰便是枉然,你们也仍在你们的不法之中。我们若靠基督只在今生有指望,就算比众人更可怜。但基督如今确实已经从死里复活,成了睡了之人初熟的果子。死既是借着一人而来,死人复活也是借着一人而来;在亚当里众人都死了,照样,在基督里众人也都要复活。’又在不久之后说:‘这必朽坏的总要穿上不朽坏,这必死的总要穿上不死。这必朽坏的既穿上不朽坏,这必死的既穿上不死,那时经上所记的话就应验了:“死被胜利吞灭了。死啊,你的毒钩在哪里?阴间哪,你的胜利在哪里?”’因为那时死亡的权势将被彻底废除而消逝,不再产生丝毫作用,从此赐给人的是永恒的不死与不朽。 因此,死人的复活必定、无可争议地必会发生,对此我们毫不犹豫地确信;但我们同样知道,在基督降临那可畏的日子,还要对生前所作所为施行报应与清算。正如一位神圣言者所言,因着那日,‘天被火烧就销化了,有形质的都要被烈火熔化’,‘但我们照祂的应许,盼望新天新地。’因为在那里确有对作为的报应与清算,不论善恶绝无一事会被轻忽,行为、言语与意念皆存有相应的报偿,这是显而易见的。因为主说:‘无论何人,因门徒的名,只把一杯凉水给这微小者里的一个喝,他绝不能不得赏赐。’祂又说:‘当人子在祂的荣耀里,同着众圣天使来临的时候,万民都要聚集在祂面前;祂要把他们彼此分开,好像牧人分开绵羊山羊一般,把绵羊安置在右边,山羊在左边。那时王要对那右边的说:“你们这蒙我父赐福的,可来承受那创世以来为你们所预备的国;因为我饿了,你们给我吃;渴了,你们给我喝;我作客旅,你们收留我;我赤身露体,你们给我穿;我病了,你们看顾我;我在监里,你们来看我。”’祂说这话是何意呢?乃是将我们对困苦之人所施的善行归于祂自己。祂又在另一处说:‘凡在人面前承认我的,我在我天上的父面前也必承认他。’看哪,通过这一切及更多的事,祂表明了报应乃是确凿而不可动摇的。

语法注3 条
  1. 9.70εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον

    副词 μόνον(仅仅、唯独)在句法上既可修饰紧邻的介词短语 ἐν Χριστῷ(“唯独在基督里”),也可修饰句首的介词短语 εἰ ἐν τῇ ζωῇ ταύτῃ(“仅在今生”)。根据保罗书信的上下文(哥林多前书15:19),此处叹息的是若没有来世复活、希望仅局限于今世生存的光景,因此将其理解为限定“仅在今生”更为贴切,本译文亦从之。

  2. 9.71τί τοῦτο λέγων; τὰς γινομένας παῤ ἡμῶν εἰς τοὺς δεομένους εὐποιΐας ἑαυτῷ οἰκειούμενος.

    在修辞疑问句 τί τοῦτο λέγων;(“祂说这话是何意呢?”)之后,直接跟随着一个分词分句 τὰς γινομένας ... εὐποιΐας ἑαυτῷ οἰκειούμενος(“将……善行归于祂自己”)。这是一种省略了限定动词(如 λέγει 或 ἐστίν)的对话式解释性省略句,主格分词承担了主要谓语功能,用以阐明主说话的旨意。

  3. 9.71ὁμολογήσει ἐν ἐμοί ... ὁμολογήσω κἀγὼ ἐν αὐτῷ

    动词 ὁμολογέω(承认、宣认)后接介词 ἐν 及其与格(见马太福音10:32等)是反映了闪米特语(亚兰语/希伯来语介词 ב)用法的新约圣经特色构式,意为“公开承认某人/公开为某人作见证”,与古典希腊语通常接宾格(ὁμολογέω τινά)的及物用法不同。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:9.70-9.71