- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:9.67-9.69
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约阿萨法询问何以证实尚未见到的未来死人复活与审判。巴拉安回应称,对未来的确信建基于过去使徒无可置疑的见证、福音书中基督的教导,以及基督使死人复活与祂自己从死里复活的历史事实。
Ὁ δὲ Ἰωάσαφ πρὸς αὐτὸν ἔφη. Μεγάλα τινὰ καὶ θαυμαστὰ πράγματα λέγεις μοι, ἄνθρωπε, φόβου πολλοῦ καὶ τρόμου ἄξια, εἰ ταῦτά γε οὕτως ἔχει, καὶ ἔστι πάλιν, μετὰ τὸ ἀποθανεῖν καὶ εἰς τέφραν καὶ κόνιν διαλυθῆναι, ἀνάστασις καὶ παλιγγενεσία, ἀμοιβαί τε καὶ εὔθυναι τῶν βεβιωμένων. ἀλλὰ τίς ἡ τούτων ἀπόδειξις; καὶ πῶς, τὸ τέως μὴ θεαθὲν μαθόντες,1 οὕτως ἀραρότως καὶ ἀναμφιλέκτως ἐπιστεύσατε; τὰ μὲν γὰρ ἤδη πραχθέντα καὶ ἔργοις φανερωθέντα, κἂν αὐτοὶ οὐκ εἴδετε, ἀλλὰ τῶν ἱστορησάντων ἠκούσατε· πῶς δέ, καὶ περὶ τῶν μελλόντων τοιαῦτα μεγάλα καὶ ὑπέρογκα κηρύττοντες, ἀσφαλῆ τὴν περὶ αὐτῶν κέκτησθε πληροφορίαν; Καί φησιν ὁ Βαρλαάμ· Ἐκ τῶν ἤδη πραχθέντων ἐκτησάμην καὶ τῶν μελλόντων τὴν πληροφορίαν· οἱ γὰρ ταῦτα κηρύξαντες ἐν οὐδενὶ τῆς ἀληθείας διαμαρτόντες,2 ἀλλὰ σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι τὰ λεχθέντα ἐμπεδωσάμενοι, αὐτοὶ καὶ περὶ τῶν μελλόντων εἰσηγήσαντο.
约阿萨法对他说:“人啊,你向我所说的是极其伟大而奇妙的事,配得极大的恐惧与战兢——如果这些确实如此,而且在人死并分解为灰烬与尘土之后,再次有复活与再生,以及对生前所作所为的报应与清算。然而对此有何证明呢?你们既得知了迄今未见之事,又如何能如此坚定不移且毫无争议地相信呢?因为对于那些已经发生并通过作为显明的事,即使你们自己没有看见,却也听过记录史实之人述说;但关于未来的事,你们既宣讲着如此伟大而重大的事件,又怎能对它们持有确凿无疑的确信呢?” 巴拉安便说:“我是从已经发生的事中,也获得了对未来之事的确信;因为宣讲这些事的人,在真理上毫无差错,反而借着神迹、奇事和诸般的异能坚固了所说的话,也是他们亲自指示了关于未来的事。
ὥσπερ οὖν ἐνταῦθα οὐδὲν σκαιὸν καὶ πεπλασμένον ἐδίδαξαν, ἀλλὰ πάντα φαιδρότερον ἡλίου ἔλαμψαν ὅσα τε εἶπον καὶ ἐποίησαν, οὕτω κἀκεῖ ἀληθινὰ ἐδογμάτισαν· ἅτινα καὶ αὐτὸς ὁ Κύριος ἡμῶν καὶ δεσπότης Ἰησοῦς Χριστὸς λόγῳ τε καὶ ἔργῳ ἐπιστώσατο. Ἀμὴν γάρ, φησί, λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται· καὶ αὖθις· Ἔρχεται ὥρα, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως· καὶ πάλιν περὶ τῆς ἀναστάσεώς φησι τῶν νεκρῶν· Οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος· ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων· Ὥσπερ γὰρ συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ αἰῶνος τούτου· ἀποστελεῖ ὁ Υἱὸς τοῦ Θεοῦ τοὺς ἀγγέλους αὐτοῦ καὶ συλλέξουσι πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. ταῦτα εἰπών, προσέθετο· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. Τοιούτοις μὲν λόγοις καὶ ἑτέροις πλείοσι τὴν τῶν σωμάτων ἡμῶν ἀνάστασιν ὁ Κύριος ἐφανέρωσεν· ἔργῳ δὲ τοὺς λόγους ἐπιστώσατο, πολλοὺς ἐγείρας νεκρούς, πρὸς δὲ τῷ τέλει τῆς ἐπὶ γῆς αὐτοῦ πολιτείας, καὶ τεταρταῖον ἤδη καταφθαρέντα καὶ ὀδωδότα Λάζαρόν τινα φίλον ἑαυτοῦ ἐκ τοῦ μνήματος καλέσας, καὶ ζῶντα τὸν ἄπνουν παραστησάμενος. ἐπὶ τούτοις δὲ καὶ αὐτὸς ὁ Κύριος ἀπαρχὴ τῆς τελείας καὶ μηκέτι θανάτῳ ὑποπιπτούσης ἀναστάσεως γέγονε, σαρκὶ τοῦ θανάτου γευσάμενος, ἀναστὰς δὲ τριήμερος καὶ τῶν νεκρῶν πρωτότοκος γενόμενος. ἠγέρθησαν μὲν γὰρ καὶ ἄλλοι ἐκ τῶν νεκρῶν, ἀλλ’ αὖθις ἀπέθανον καὶ οὐκ ἔφθασαν εἰκόνα τῆς μελλούσης ἀληθινῆς ἀναστάσεως παραστῆσαι· μόνος δὲ αὐτὸς τῆς ἀναστάσεως ἐκείνης ἀρχηγὸς ἐγένετο, πρῶτος τὴν ἀθάνατον ἐγερθεὶς ἀνάστασιν.3 ταῦτα καὶ οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου ἐκήρυξαν. φησὶ γὰρ ὁ μακάριος Παῦλος, οὗ ἡ κλῆσις οὐκ ἐξ ἀνθρώπων, ἀλλ̓ οὐρανόθεν γέγονε· Γνωρίζω ὑμῖν, ἀδελφοί, τὸ Εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν· παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς· εἰ δὲ Χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκρῶν ἐγήγερται,
因此,正如他们在此世没有传授任何乖谬虚假之事,反而使他们所说所行的一切都比太阳更辉煌明亮,同样地,对于来世他们也传授了真实的正道;这些事连我们的主宰与统治者耶稣基督也以言行亲自加以证实了。因为祂说:‘我实实在在地告诉你们,时候将到,凡在坟墓里的,都要听见神儿子的声音,听见的人就必活了。’又说:‘时候将到,死人要听见祂的声音,行善的要出来复活得生,作恶的要出来复活定罪。’又关于死人复活,祂说:‘神向你们所说的,你们没有念过吗?祂说:“我是亚伯拉罕的神,以撒的神,雅各的神。”神不是死人的神,而是活人的神。’又说:‘正如稗子被收集起来用火焚烧,在世界的末了也要如此。神的儿子要差遣祂的使者,收聚一切叫人跌倒的事和作恶的人,把他们扔进火炉里;在那里将有哀哭与切齿。那时,义人要在他们父的国里发出光来,像太阳一样。’说了这些之后,祂又加上一句:‘有耳可听的,就应当听。’主便藉着这等话语以及更多别的话,显明了我们肉身的复活;并且祂以作为坚固了自己的话语,叫许多死人复活,而在祂地上生涯的终末,更是将祂的朋友、一个已经〔死去〕四日、腐烂发臭名叫拉撒路的人从坟墓中唤出,使断气者作为活人立在人前。在此之上,主自己也因肉身尝过死味,并在第三日复活,成为死人中的首生者,从而成了那完美且不再屈服于死亡的复活之初熟之果。因为其他人固然也曾从死里复活,但后来又死了,并未能呈现未来真实复活的图景;唯独祂自己成了那复活的初创者,成为第一个复活进入不朽复活之人。这些事,那些从起初亲眼看见并作话语差役的人也宣扬了。因为那蒙召并非出于人、乃是来自天上的福乐保罗说:‘弟兄们,我将向你们所传的福音指示你们;因我当日所领受又传给你们的,最为要紧的,就是基督照圣经所说,为我们的罪死了;既传基督是从死里复活了……’”。
- 9.67τὸ τέως μὴ θεαθὲν μαθόντες
分词 μαθόντες 作为修饰主要动词 ἐπιστεύσατε 的状语性分词,表方式、手段或让步性情境。其直接宾语为中性单数冠词加被动分词的名词化短语 τὸ τέως μὴ θεαθέν(“迄今未曾被见之事”)。否定词使用 μή 而非 οὐ,表明所指并非某一具体既定事实,而是带有泛指或属性特征的概念。
- 9.67ἐν οὐδενὶ τῆς ἀληθείας διαμαρτόντες
动词 διαμαρτάνω(“偏离、未射中目标、失误”)支配目标/分离属格,此处支配 τῆς ἀληθείας(“在真理上”)。介词短语 ἐν οὐδενὶ 则充当状语,表示范围或方面(“在任何事/方面均没有”)。
- 9.69πρῶτος τὴν ἀθάνατον ἐγερθεὶς ἀνάστασιν
配合被动不定过去时分词 ἐγερθείς(“被复活、复活”),宾格短语 τὴν ἀθάνατον ... ἀνάστασιν 充当同源宾格(或表示内在动作结果的宾格),意为“复活至不朽的复活”。主格形容词 πρῶτος 与句子的主语作述语性一致修饰(“作为第一人”)。
