← 大马士革的圣约翰

巴兰和约萨法特

§8.64-8.67

从无中创造论肉体复活与最后的审判

巴拉安以从无到有的创造与人类的繁衍为例论证肉体复活的必然性,并阐明最后的审判将彰显上帝的公义,义人将获享永恒荣耀,罪人则要遭受永无休止的刑罚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.64

αὐτό, εἶτα ἀποστραφὲν εἰς γῆν ἐξ ἧς ἐλήφθη, κατὰ τὴν τοῦ Δημιουργοῦ ἀπόφασιν, αὖθις ἀναστῆσαι.1 εἰ γὰρ ἐννοήσεις πόσα ἐξ οὐκ ὄντων ἐποίησεν ὁ Θεός, ἱκανή σοι ἔσται αὕτη ἀπόδειξις. καὶ γὰρ γῆν λαβὼν ἐποίησεν ἄνθρωπον, γῆν οὐκ οὖσαν πρότερον· πῶς οὖν ἡ γῆ γέγονεν ἄνθρωπος; πῶς δὲ αὕτη οὐκ οὖσα παρήγετο; ποίαν δὲ ὑποβάθραν ἔχει; πῶς δὲ ἐξ αὐτῆς παρήχθησαν τὰ τῶν ἀλόγων ἄπειρα γένη, τὰ τῶν σπερμάτων, τὰ τῶν φυτῶν; ἀλλὰ καὶ νῦν κατανόησον ἐπὶ τῆς γεννήσεως τῆς ἡμετέρας· οὐ σπέρμα βραχὺ ἐνίεται εἰς τὴν ὑποδεχομένην μήτραν αὐτό; πόθεν οὖν ἡ τοσαύτη τοῦ ζώου διάπλασις; Τῷ οὖν ταῦτα πάντα δημιουργήσαντι ἐκ μὴ ὄντων καὶ ἔτι δημιουργοῦντι οὐκ ἀδύνατον ἐκ γῆς τὰ νενεκρωμένα καὶ διαφθαρέντα σώματα ἀναστῆσαι, ἵνα ἕκαστος ἀπολάβῃ κατὰ τὰ ἔργα αὐτοῦ· Ἐργασίας γάρ, φησίν, ὁ παρὼν καιρός, ὁ δὲ μέλλων ἀνταποδόσεως. ἐπεὶ ποῦ τὸ δίκαιον τοῦ Θεοῦ, εἰ μὴ ἀνάστασις ἦν; πολλοὶ γάρ, δίκαιοι ὄντες, πολλὰ ἐν τῷ παρόντι βίῳ κακουχηθέντες καὶ τιμωρηθέντες βιαίως ἀνῃρέθησαν· ἔνιοι δέ, ἀσεβεῖς ὄντες καὶ παράνομοι, ἐν τρυφῇ καὶ εὐημερίᾳ τὴν παροῦσαν ζωὴν ἀνήλωσαν· ὁ δὲ Θεός, ἐπειδὴ ἀγαθός ἐστι καὶ δίκαιος, ὥρισεν ἡμέραν ἀναστάσεως καὶ ἐτάσεως, ἵνα, ἀπολαβοῦσα ἑκάστη ψυχὴ τὸ ἴδιον σῶμα, ὁ μὲν κακός, ἐνταῦθα τὰ ἀγαθὰ ἀπολαβών, ἐκεῖ περὶ ὧν ἥμαρτε κολασθῇ, ὁ δὲ ἀγαθός, ἐνταῦθα τιμωρηθεὶς περὶ ὧν ἥμαρτεν, ἐκεῖ τῶν ἀγαθῶν κληρονόμος γένηται·2 Ἀκούσονται γάρ, φησὶν ὁ Κύριος, οἱ ἐν τοῖς μνημείοις τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως, ἡνίκα καὶ θρόνοι τεθήσονται, καὶ ὁ Παλαιὸς τῶν ἡμερῶν καὶ πάντων Δημιουργὸς προκαθίσει, καὶ βίβλοι ἀνοιγήσονται πάντων ἡμῶν τὰς πράξεις, τοὺς λόγους, τὰς ἐνθυμήσεις ἐγγεγραμμένας ἔχουσαι, καὶ ποταμὸς πυρὸς ἕλκεται, καὶ πάντα τὰ κεκρυμμένα ἀνακαλύπτονται. οὐδεὶς ἐκεῖ συνήγορος, ἢ πιθανότης ῥημάτων, ἢ ψευδὴς ἀπολογία, ἢ πλούτου δυναστεία, ἢ ἀξιωμάτων ὄγκος, ἢ δώρων ἄφθονοι δόσεις, κλέψαι τὴν ὀρθὴν κρίσιν ἰσχύουσιν·3 ἀλλ̓ ὁ ἀδέκαστος ἐκεῖνος καὶ ἀληθινὸς δικαστὴς ζυγοῖς δικαιοσύνης πάντα διακρινεῖ, καὶ πρᾶξιν καὶ λόγον καὶ διανόημα. καὶ πορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ζωὴν αἰώνιον, εἰς τὸ φῶς τὸ ἀνεκφράστου, μετὰ ἀγγέλων εὐφραινόμενοι, τῶν ἀπορρήτων ἀγαθῶν ἀπολαύοντες, καὶ τῇ ἁγίᾳ Τριάδι καθαρῶς παριστάμενοι· οἱ δὲ τὰ φαῦλα πράξαντες καὶ πάντες οἱ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ εἰς κόλασιν αἰώνιον, ἥτις γέεννα λέγεται καὶ σκότος ἐξώτερον, καὶ σκώληξ ἀκοίμητος, καὶ βρυγμὸς ὀδόντων, καὶ ἄλλα μυρία κολαστήρια, μᾶλλον δέ, τὸ πάντων χαλεπώτατον, τὸ ἀλλοτριωθῆναι ἀπὸ Θεοῦ καὶ ἀπερρῖφθαι τοῦ γλυκυτάτου προσώπου αὐτοῦ, καὶ τῆς δόξης ἐκείνης στερηθῆναι τῆς ἀνεκδιηγήτου, καὶ τὸ παραδειγματισθῆναι ἐπὶ πάσης τῆς κτίσεως, καὶ τὸ αἰσχυνθῆναι αἰσχύνην πέρας οὐκ ἔχουσαν. μετὰ γὰρ τὸ δοθῆναι τὴν φρικτὴν ἐκείνην ἀπόφασιν, πάντα ἄτρεπτα μενεῖ καὶ ἀναλλοίωτα, μήτε τῆς τῶν δικαίων φαιδρᾶς διαγωγῆς ἐχούσης τέλος, μήτε τῆς τῶν ἁμαρτωλῶν ταλαιπωρίας καὶ κολάσεως λαμβανούσης πέρας· οὔτε γὰρ κριτὴς μετ’ ἐκεῖνον ὑψηλότερος, οὔτε ἀπολογία δι’ ἔργων δευτέρων, οὐ προθεσμία μεταποιήσεως, οὐκ ἄλλη τις μέθοδος τοῖς κολαζομένοις, συνδιαιωνιζούσης αὐτοῖς τῆς τιμωρίας. Τούτων οὕτως ἐχόντων, ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβέσι πολιτείαις, ἵνα καταξιωθῶμεν ἐκφυγεῖν τὴν μέλλουσαν ἀπειλὴν καὶ σταθῆναι ἐκ δεξιῶν τοῦ Υἱοῦ τοῦ Θεοῦ; αὕτη γὰρ ἡ στάσις τῶν δικαίων· τοῖς δὲ ἁμαρτωλοῖς ἡ ἐξ εὐωνύμων ἀποκεκλήρωται παναθλία μερίς.

将这肉体,即按照造物主的判决归回所取之尘土的肉体,再次复活起来,绝非不能之事。因你若思想上帝从无中造出了何等多的万物,这便足可成为你的明证。因为上帝取了尘土造人,而这尘土先前亦非存在;那么尘土如何成了人?这本不存在的尘土又如何被产生出来?它又有什么样的支柱依托?又如何从其中产生出无数种无理性的活物、种子与植物?甚至你如今也可以省察我们自身的受孕繁衍:难道不是将一粒微小的精种投入接纳它的母腹之中吗?那么这活物如此精细的体格塑造又是从何而来的呢?因此,对于从无中创造了这一切、且如今仍在创造的那位而言,使死绝朽坏的肉体从尘土中复活,使各人照自己的行为受报,绝非不可能;正如所说:‘现今乃是劳苦之时,将来的时代则是报应之时。’否则,若没有复活,上帝的公义又在何处呢?因为许多行义之人,在今生遭受了诸多磨难与刑罚而被残酷杀害;而有些不虔不法之人,却在奢华与亨通中耗尽了今生。然而上帝既是至善且公义的,便定下了复活与审判的日子,以便每个灵魂在收回属于自己的肉体之后,恶人因在此生享尽福乐,便在那处为自己所犯的罪受惩罚;善人因在此生为自己所犯的罪受了惩治,便在那处成为美善之事的承受者。正如主所说的:‘在坟墓里的都要听见上帝之子的声音,行善的出来复活得生,作恶的出来复活定罪’;届时宝座设立,亘古常在者与万物的造物主就座,案卷展开,其中记录着我们所有人的行为、言语与意念,火河漫流,一切隐藏的事都被揭露出来。在那里,没有任何辩护人,没有巧言令色,没有虚假的抗辩,没有财富的权势,没有职位的崇高,也没有丰厚礼物的馈赠,能够窃夺那公正的判决;反之,那位不受贿赂且真实的审判者,必用公义的秤辨明一切,包括行为、言语与意念。行善之人必进入永生,进入那不可言说的光明中,与天使同乐,享受不可言说的美好,纯全地侍立在圣三位一体面前;而作恶之人以及一切不敬虔者与罪人,则要进入永远的刑罚中,这刑罚被称为地狱、外面的黑暗、不死的虫、切齿的哀痛,以及其他无数种刑具,或者不如说是万苦中最痛苦的——与上帝隔绝,被从他至甘美的面容前逐出,被剥夺那不可言说的荣耀,在全被造物面前作为儆戒示众,并蒙受永无止境的羞耻。因为在那可怕的判决下达之后,万物都将保持不可更改与不可变易,既无义人那光彩夺目的生活之终结,亦无罪人那凄惨与刑罚的止息;因为在那位审判者之后再无更高的审判者,不再有借二次行为的辩解,不再有回转更改的宽限,受刑罚者亦无其他任何逃脱之法,因他们的惩罚将与他们一同永无尽头。既然这些事实是如此,我们当怎样在圣洁的品行与虔敬的生活中为人,好使我们蒙恩得以逃脱将来的恐吓,得以立在上帝之子的右边呢?因为这是义人所立之地;而罪人所被分定的,乃是左边那极度悲惨的一份。

§8.67

ἐκεῖθεν δὲ τοὺς μὲν δικαίους εὐλογημένους ἀποκαλῶν ὁ Δεσπότης εἰς τὴν ἀτελεύτητον βασιλείαν εἰσάγει, τοὺς δὲ ἁμαρτωλούς, μετ̓ ὀργῆς καὶ ἀρᾶς ἐκβαλὼν τοῦ προσώπου αὐτοῦ τοῦ ἡμέρου καὶ γαληνοῦ, τὸ πάντων πικρότατον ἅμα καὶ χαλεπώτατον,4 εἰς κόλασιν ἐκπέμπει αἰώνιον.

随后,主便从那里称义人为蒙福的,领他们进入无尽的国度;而将罪人以愤怒与诅咒从自己温和宁静的面容前驱逐出去——这同时是万事中最为辛酸且痛苦的——打发进入永远的刑罚之中。

语法注4 条
  1. 8.64αὐτό, εἶτα ἀποστραφὲν εἰς γῆν ἐξ ἧς ἐλήφθη, κατὰ τὴν τοῦ Δημιουργοῦ ἀπόφασιν, αὖθις ἀναστῆσαι.

    承接前一语段末尾的“οὐκ ἀδυνατεῖ γὰρ τῷ ἐξ ἀρχῆς ἐκ τῆς γῆς διαπλάσαντι”。不定式 ἀναστῆσαι 作为 ἀδυνατεῖ 的补足语,其中性代词 αὐτό(指代前文的 σῶμα“肉体”)为该不定式的直接宾语。分词 ἀποστραφὲν(过去被动分词,中性单数宾格)作定语修饰 αὐτό。

  2. 8.64ἵνα, ἀπολαβοῦσα ἑκάστη ψυχὴ τὸ ἴδιον σῶμα, ὁ μὲν κακός, ἐνταῦθα τὰ ἀγαθὰ ἀπολαβών, ἐκεῖ περὶ ὧν ἥμαρτε κολασθῇ, ὁ δὲ ἀγαθός, ἐνταῦθα τιμωρηθεὶς περὶ ὧν ἥμαρτεν, ἐκεῖ τῶν ἀγαθῶν κληρονόμος γένηται

    在由 ἵνα 引导的目的从句中,主格分词短语 ἀπολαβοῦσα ἑκάστη ψυχὴ(阴性单数)先提出了整体的前提背景(“每个灵魂收回自己的肉体之后”),但随后的谓语动词(κολασθῇ 与 γένηται)的主语却分化为两个阳性单数短语 ὁ μὲν κακός 与 ὁ δὲ ἀγαθός。这是一种体现部分同位语(schema kath' holon kai meros)的错综破格句法(anacoluthon)。

  3. 8.65οὐδεὶς ἐκεῖ συνήγορος, ἢ πιθανότης ῥημάτων, ἢ ψευδὴς ἀπολογία, ἢ πλούτου δυναστεία, ἢ ἀξιωμάτων ὄγκος, ἢ δώρων ἄφθονοι δόσεις, κλέψαι τὴν ὀρθὴν κρίσιν ἰσχύουσιν

    虽然主语以选择连词 ἢ(或)连接,从开头的单数名词短语 οὐδεὶς συνήγορος 一直到复数名词短语 δώρων ἄφθονοι δόσεις,但主动词采用了复数 ἰσχύουσιν。这既是依据意义的一致(constructio ad sensum,即所列各项皆无能为力),也是受距离最近的复数主语成分(δόσεις)吸引所致。

  4. 8.67τὸ πάντων πικρότατον ἅμα καὶ χαλεπώτατον

    带有中性单数定冠词的最高级形容词短语(τὸ ... πικρότατον ἅμα καὶ χαλεπώτατον)在此作为前后整个分句事态(“从其面容前被逐出并打发进入永远的刑罚”)的句同位语(sentence apposition),或作副词性宾格,用于强化该判决极端沉痛与悲惨的性质。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:8.64-8.67