- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:8.60-8.63
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴拉安向约阿萨夫阐明,天国即是对三位一体上帝的观照,并说明了作为该教导源泉之福音书的权威与由来。他进而解释说,死亡是灵魂与肉体的分离,但在末日基督再临之际,肉体将复活成为不朽之体,并接受最后的审判。
Ὁ δὲ Βαρλαὰμ τοιαύτας τούτοις ἐδίδου τὰς ἀποκρίσεις· Ἡ μὲν ἀγαθὴ ἐλπίς, ἣν εἴρηκα, τῆς βασιλείας ἐστὶ τῶν οὐρανῶν· αὕτη δὲ γλώσσῃ βροτείᾳ τὸ παράπαν ὑπάρχει ἀνέκφραστος· φησὶ γὰρ ἡ Γραφή· Ἅ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. ὅταν δὲ ἀξιωθῶμεν, τὸ παχὺ τοῦτο ἀποθέμενοι σαρκίον, τῆς μακαριότητος ἐκείνης ἐπιτυχεῖν, τότε αὐτός, ὁ καταξιώσας ἡμᾶς μὴ διαμαρτεῖν τῆς ἐλπίδος, διδάξει καὶ γνωριεῖ τῶν ἀγαθῶν ἐκείνων τὴν πάντα νοῦν ὑπερέχουσαν δόξαν, τὸ ἄφραστον φῶς, τὴν μὴ διακοπτομένην ζωήν, τὴν μετὰ ἀγγέλων διαγωγήν. εἰ γὰρ ἀξιωθῶμεν Θεῷ συγγενέσθαι καθ’ ὅσον ἐφικτὸν ἀνθρωπίνῃ φύσει, πάντα εἰσόμεθα παρ’ αὐτοῦ ἃ νῦν οὐκ ἴσμεν. τοῦτο γὰρ ἐγώ, ἐκ τῆς τῶν θεοπνεύστων Γραφῶν μεμυημένος διδαχῆς, πάντων μάλιστα βασιλείαν οὐρανῶν τίθεμαι, τὸ πλησίον γενέσθαι τῇ θεωρίᾳ τῆς ἁγίας καὶ ζωαρχικῆς Τριάδος, καὶ τῷ ἀπροσίτῳ φωτὶ αὐτῆς ἐλλαμφθῆναι, τρανότερόν τε καὶ καθαρώτερον καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν ἄρρητον αὐτῆς δόξαν κατοπτρίζεσθαι.1 εἰ δὲ μὴ δυνατὸν τὴν δόξαν ἐκείνην καὶ τὸ φῶς καὶ τὰ ἀπόρρητα ἀγαθὰ παραστῆσαι λόγῳ, θαυμαστὸν οὐδέν· οὐκ ἂν γὰρ ἦσαν μεγάλα καὶ ἐξαίρετα, εἴ γε ἡμῖν, τοῖς ἐπιγείοις καὶ φθαρτοῖς καὶ τὸ βαρὺ τοῦτο καὶ ἐμπαθὲς σαρκίον περικειμένοις, τῷ λογισμῷ τε κατελαμβάνοντο καὶ τῷ λόγῳ παριστῶντο. οὕτω μὲν οὖν δὴ περὶ τούτων εἰδὼς τῇ πίστει μόνῃ, δέχου ἀνενδοιάστως μηδὲν πεπλασμένον ἔχειν, καὶ δι’ ἔργων ἀγαθῶν ἐπείχθητι τῆς ἀθανάτου βασιλείας ἐκείνης ἐπιλαβέσθαι, ἧσπερ ὅταν ἐπιτύχῃς, μαθήσῃ τὸ τέλειον. Περὶ ὧν δὲ ἠρώτησας, πῶς ἡμεῖς τοὺς λόγους τοῦ σαρκωθέντος Θεοῦ ἀκηκόαμεν, διὰ τῶν ἱερῶν Εὐαγγελίων ἴσθι πάντα τὰ τῆς θεανδρικῆς οἰκονομίας ἡμᾶς μεμαθηκέναι. οὕτω γὰρ ἡ ἁγία δέλτος ἐκείνη κέκληται, ὡς ἅτε ἀθανασίαν καὶ ἀφθαρσίαν καὶ ζωὴν αἰώνιον καὶ ἁμαρτιῶν ἄφεσιν καὶ βασιλείαν οὐρανῶν τοῖς θνητοῖς ἡμῖν καὶ φθαρτοῖς καὶ ἐπιγείοις εὐαγγελιζομένη ἥνπερ γεγράφασιν οἱ αὐτόπται καὶ ὑπηρέται τοῦ Λόγου, οὓς ἀνωτέρω εἴρηκα, ὅτι μαθητὰς καὶ ἀποστόλους ὁ Σωτὴρ ἡμῶν Χριστὸς ἐξελέξατο·2 καὶ παρέδωκαν ἡμῖν ἐγγράφως, μετὰ τὴν ἔνδοξον τοῦ Δεσπότου εἰς οὐρανοὺς ἄνοδον, τῆς ἐπὶ γῆς αὐτοῦ πολιτείας τάς τε διδασκαλίας αὐτοῦ καὶ τὰ θαύματα, κατὰ τὸ ἐγχωροῦν γραφῇ παραδοῦναι. οὕτω γὰρ πρὸς τῷ τέλει τοῦ λόγου ὁ ἐξαίρετος τῶν θείων ἐκείνων εὐαγγελιστῶν εἴρηκεν· Ἔστι, φησί, καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἓν οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἐν τούτῳ οὖν τῷ θειοτάτῳ Εὐαγγελίῳ ἐμφέρεται τῆς τε σαρκώσεως, τῆς τε ἀναδείξεως, τῶν τε θαυμάτων, τῶν τε πραγμάτων αὐτοῦ ἡ ἱστορία Πνεύματι Θεοῦ γεγραμμένη, ἔπειτα καὶ περὶ τοῦ ἀχράντου πάθους οὗπερ ὑπέμεινε δι’ ἡμᾶς ὁ Κύριος, τῆς τε ἁγίας καὶ τριημέρου ἐγέρσεως, καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου, πρὸς δὲ καὶ τῆς ἐνδόξου καὶ φοβερᾶς αὐτοῦ δευτέρας παρουσίας. μέλλει γὰρ πάλιν ὁ Υἱὸς τοῦ Θεοῦ ἐλθεῖν ἐπὶ τῆς γῆς, μετὰ δόξης ἀρρήτου καὶ πλήθους τῆς οὐρανίου στρατιᾶς, κρῖναι τὸ γένος ἡμῶν καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. τὸν γὰρ ἄνθρωπον ἐξ ἀρχῆς ὁ Θεὸς ἐκ γῆς διαπλάσας, καθὰ δὴ καὶ προλαβὼν εἶπόν σοι, ἐνεφύσησεν εἰς αὐτὸν πνοήν, ἥτις ψυχὴ λογική τε καὶ νοερὰ προσαγορεύεται· ἐπεὶ δὲ θάνατον κατεκρίθημεν, ἀποθνήσκομεν πάντες, καὶ οὐκ ἔστι τὸ ποτήριον τοῦτό τινα τῶν ἀνθρώπων παραδραμεῖν· ἔστι δὲ ὁ θάνατος χωρισμὸς ψυχῆς ἀπὸ τοῦ σώματος. ἐκεῖνο μὲν οὖν τὸ ἐκ γῆς διαπλασθὲν σῶμα, χωρισθὲν τῆς ψυχῆς, εἰς γῆν ὑποστρέφει, ἐξ ἧσπερ καὶ ἐλήφθη, καὶ φθειρόμενον διαλύεται· ἡ δὲ ψυχή, ἀθάνατος οὖσα, πορεύεται ἔνθα κελεύει ὁ Δημιουργός, μᾶλλον δὲ καθὼς αὐτὴ προητοίμασεν ἑαυτῇ κατάλυμα ἔτι τῷ σαρκίῳ συνοῦσα. καθὼς γάρ τις πολιτεύσηται ἐνταῦθα, μέλλει ἀπολαμβάνειν ἐκεῖθεν. Εἶτα μετὰ πλείστους χρόνους ἐλεύσεται Χριστὸς ὁ Θεὸς ἡμῶν κρῖναι τὸν κόσμον ἐν δόξῃ φοβερᾷ καὶ ἀνεκδιηγήτῳ, οὗ τῷ φόβῳ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, καὶ πᾶσαι αἱ στρατιαὶ τῶν ἀγγέλων τρόμῳ παρίστανται ἐνώπιον αὐτοῦ. τότε ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ ἀναστήσονται οἱ νεκροί, καὶ παραστήσονται τῷ φοβερῷ αὐτοῦ θρόνῳ. ἔστι δὲ ἡ ἀνάστασις συνάφεια πάλιν ψυχῆς τε καὶ σώματος. αὐτὸ οὖν τὸ σῶμα, τὸ φθειρόμενον καὶ διαλυόμενον, αὐτὸ ἀναστήσεται ἄφθαρτον. καὶ μηδαμῶς σοι ἀπιστίας λογισμὸς περὶ τούτου ἐπέλθοι· οὐκ ἀδυνατεῖ γὰρ τῷ ἐξ ἀρχῆς ἐκ τῆς γῆς διαπλάσαντι3
巴拉安针对这些问题给出了如下回答:“我所说的那美好的盼望,乃是天国的盼望;然而这在凡人的言语中全然是无法表达的;因为经上记着说:‘眼睛未曾看见,耳朵未曾听见,人心也未曾想到的,乃是上帝为爱他的人所预备的。’当我们脱下这沉重的肉身,蒙恩得以享那福祉之时,那使我们得以不落空盼望的上帝自己,便会教导并使我们知晓那超越一切理智的诸般美好之荣耀、无法言说的光芒、永不中断的生命,以及与天使同住的际遇。因为我们若蒙恩在人性所能达到的限度内与上帝亲近相交,我们便会从他那里知晓我们如今所不知晓的一切事。因我从蒙上帝默示的圣经教导中领受了训诲,将天国首要地视为:靠近对神圣且为生命之源的三位一体的观照,蒙其不可逼近之光的照耀, 并得以更加明晰、纯洁且敞着脸,如镜子般反照其无可言喻的荣耀。即便无法用言语描摹那荣耀、光芒以及那不可言说的美好,也毫不足怪;因为若能被我们这些属地的、必朽坏的、包裹在这沉重而充满私欲的肉身中的人用理智领会并以言语描摹,它们便算不得伟大与卓越了。因此,既然仅凭信心知晓这些事,你就当毫无疑惑地接受其中绝无虚饰,并借着善行竭力抓住那不朽的国度,当你达至那里时,便会明了那完全的事。至于你所问我们如何听闻道成肉身之上帝的言语,你要知道,正是通过神圣的福音书,我们才得知了神人合一之拯救经纶的一切。因为那部圣卷之所以被称为福音,正是因为它向我们这些必死的、朽坏的、属地的人宣告了不死、不朽、永生、罪的赦免与天国的佳音;这部书乃是由圣言的亲眼见证者与仆役们所书写的,正如我先前所言,我们救主基督拣选了他们作为门徒与使徒;在主荣耀升天之后,他们便将他在地上的行事为人当中的教导与神迹,在文字所能承载的限度内,以书面形式传给了我们。因为那些神圣福音书作者中最杰出的一位在该书的结尾附近正是这样说的:‘耶稣所行的事还有许多,若是一一地都写出来,我想,所写的书就是世界也容不下了。’因此,在这部至圣的福音书中,由上帝的圣灵记述了关于他的道成肉身、显现、神迹以及行事的历史,继而也记述了主为我们所忍受的无可指摘的受难、神圣的三日复活、升天,更有他荣耀而可畏的二次降临。因为上帝之子将要在无法言喻的荣耀与天军的簇拥中再次降临地上,审判我们人类,并照各人的行为报应各人。因为起初上帝用泥土塑造了人,正如我先前告诉你的,向他吹入了一口气,这气便被称为理性与知性的灵魂;然而因我们被判处死刑,我们众人都必死亡,世人无一人能避开这苦杯;而死亡正是灵魂与肉体的分离。因此,那由泥土塑造的肉体与灵魂分离后,便归回取它而来的尘土,在朽坏中消散瓦解;但灵魂作为不朽之物,便前往造物主所吩咐的地方,或者不如说是去往它尚与肉身同在时为自己预备的居所。因为一个人在这里怎样生活为人,就必从那里领受怎样的回报。此后,经过漫长的岁月,我们的上帝基督必在可畏而无法言喻的荣耀中降临审判世界,因着对他的敬畏,天上的权能都要震动,天使的全部军旅都要战兢侍立在他面前。那时,在天使长的呼叫与上帝的号角声中,死人都要复活,侍立在他可畏的宝座前。而复活乃是灵魂与肉体的再次联合。因此,正是这正在朽坏和消散的肉体自身,将要复活成为不朽之体。关于此事,你心中切莫产生任何不信的念头;因为对于起初用泥土塑造它的上帝而言,绝无不能之事。”
- 8.60τὸ πλησίον γενέσθαι τῇ θεωρίᾳ τῆς ἁγίας καὶ ζωαρχικῆς Τριάδος, καὶ τῷ ἀπροσίτῳ φωτὶ αὐτῆς ἐλλαμφθῆναι, τρανότερόν τε καὶ καθαρώτερον καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν ἄρρητον αὐτῆς δόξαν κατοπτρίζεσθαι
此处的不定式短语作为主句中指示代名词 τοῦτο 的同位语(说明性不定式),具体展开了“视天国为何物(βασιλείαν οὐρανῶν τίθεμαι)”的实质内容,并列了三个不定式(γενέσθαι, ἐλλαμφθῆναι, κατοπτρίζεσθαι),分别描述靠近观照三位一体、受其光照耀以及如镜反照其荣耀。
- 8.62οὓς ἀνωτέρω εἴρηκα, ὅτι μαθητὰς καὶ ἀποστόλους ὁ Σωτὴρ ἡμῶν Χριστὸς ἐξελέξατο
此句包含先取构式(prolepsis)。本应作为 ὅτι 从句宾语的成分被提前为主句的关系代词 οὓς(即“我前文所说、救主基督选拔作为门徒与使徒的那些人”)。其句法结构等同于 οὓς εἴρηκα ὅτι ὁ Σωτὴρ ἐξελέξατο [αὐτούς]。
- 8.63οὐκ ἀδυνατεῖ γὰρ τῷ ἐξ ἀρχῆς ἐκ τῆς γῆς διαπλάσαντι
动词 ἀδυνατέω 支配与格(τῷ διαπλάσαντι),作非人称或省略主语的用法,意为“对……而言并非不可能”(即“对于起初用泥土塑造它的那位而言,绝无不可能之事”)。
