- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:8.56-8.59
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴拉安的讲论打动了王子约阿萨夫,王子随即认信并求教洗礼的意义。巴拉安阐明洗礼对于灵魂重生与救恩的必要性,并催促他尽快受洗;约阿萨夫则进一步追问关于死亡与死后生命的奥秘。
Τούτων ὡς ἤκουσε τῶν ῥημάτων ὁ τοῦ βασιλέως υἱός, φῶς αὐτοῦ περιήστραψε τὴν ψυχήν· καὶ ἐξαναστὰς τοῦ θρόνου ἐκ περιχαρείας, καὶ περιπλακεὶς τῷ Βαρλαάμ, ἔφη· Τάχα οὗτός ἐστιν, ὡς ἐγὼ εἰκάζω, τιμιώτατε τῶν ἀνθρώπων, ὁ λίθος ἐκεῖνος ὁ ἀτίμητος, ὃν ἐν μυστηρίῳ εἰκότως κατέχεις, μὴ παντὶ τῷ βουλομένῳ τοῦτον δεικνύων, ἀλλ’ οἷς ἔρρωνται τὰ τῆς ψυχῆς αἰσθητήρια.1
王之子听闻这番言辞,光芒便环照了他的灵魂;他因满心喜悦而从宝座上起身,拥抱巴拉安,说道:“世上最尊贵的人哪,正如我所揣想的,这大概正是那无价的宝石吧;你理所当然地将它作为奥秘保守,不向每一个想见的人展示,而只显给那些灵魂感知力健全的人。
ἰδοὺ γάρ, ὡς ταῦτα τὰ ῥήματα ἐδεξάμην ταῖς ἀκοαῖς, φῶς γλυκύτατον εἰσέδυ μου τῇ καρδίᾳ, καὶ τὸ βαρὺ ἐκεῖνο τῆς λύπης κάλυμμα, τὸ πολὺν ἤδη χρόνον περικείμενον τῇ καρδίᾳ μου, θᾶττον περιῃρέθη. εἰ οὖν καλῶς εἰκάζω, ἀνάγγειλόν μοι· εἰ δὲ καὶ κρεῖττόν τι τῶν εἰρημένων γινώσκεις, μὴ ἀναβάλλου ἐξ αὐτῆς φανερῶσαί μοι. Αὖθις οὖν ὁ Βαρλαὰμ ἀπεκρίνατο· Ναὶ μήν, κύριέ μου καὶ βασιλεῦ, τοῦτό ἐστι τὸ μέγα μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, ἐπ’ ἐσχάτων δὲ τῶν χρόνων φανερωθὲν τῷ γένει τῶν ἀνθρώπων, οὗ τὴν φανέρωσιν πάλαι τῇ τοῦ θείου Πνεύματος χάριτι προήγγειλαν πολλοὶ προφῆται καὶ δίκαιοι, πολυμερῶς καὶ πολυτρόπως μυηθέντες· καὶ μεγαλοφώνως καταγγείλαντες, καὶ πάντες τὴν ἐσομένην σωτηρίαν προορῶντες, ἐπόθουν θεάσασθαι ταύτην, καὶ οὐκ ἐθεάσαντο· ἀλλ’ ἐσχάτη γενεὰ αὕτη ἠξιώθη τὸ σωτήριον δέξασθαι. ὁ πιστεύσας οὖν καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. Ὁ δὲ Ἰωάσαφ ἔφη· Πάντα τὰ εἰρημένα σοι ἀνενδοιάστως πιστεύω, καὶ ὃν καταγγέλλεις δοξάζω Θεόν.
因为看哪,当我将这些言辞收入耳中,极甘甜的光芒便潜入我心,那已长久笼罩我心的沉重忧伤遮蔽,转瞬之间便被除去了。因此,若我揣想得不错,就请告诉我;若你在所说的之外还知晓更美好的事,也请不要耽延,立刻向我显明。” 于是巴拉安再次回答道:“确实如此,我的君主与王啊,这正是从历代以来、从万世以来所隐藏,而在这末世向人类显明的大奥秘;关于这奥秘的彰显,从前许多先知与义人借着圣灵的恩典,通过种种方式与途径得蒙启示,预先传扬;他们大声宣告,众人预先见到了将要到来的救恩,渴望得见它,却未曾得见;然而这末后的世代竟蒙恩得以领受这救恩。因此,信而受洗的必然得救,不信的必被定罪。” 约阿萨夫说:“你所说的一切话我都深信不疑,并荣耀你所宣扬的上帝。
μόνον ἀπλανῶς μοι ταῦτα σαφήνισον, καὶ τί με δεῖ ποιεῖν ἀκριβῶς δίδαξον· ἀλλὰ καὶ τὸ βάπτισμα τί ἐστιν, ὃ τοὺς πιστεύοντας δέξασθαι ἔφης, κατ’ ἀκολουθίαν αὐτῷ πάντα μοι γνώρισον. Ἐκεῖνος δὲ πρὸς αὐτὸν ἀπεκρίνατο· Τῆς ἁγίας ταύτης καὶ ἀμωμήτου τῶν Χριστιανῶν πίστεως ῥίζα ὥσπερ καὶ ἀσφαλὴς ὑποβάθρα ἡ τοῦ θείου βαπτίσματος ὑπάρχει χάρις, πάντων τῶν ἀπὸ γενέσεως ἁμαρτημάτων κάθαρσιν ἔχουσα, καὶ παντελῆ ῥύψιν τῶν ἀπὸ κακίας ἐπεισελθόντων μολυσμάτων. οὕτω γὰρ ὁ Σωτὴρ ἐνετείλατο δι᾽ ὕδατος ἀναγεννᾶσθαι καὶ Πνεύματος, καὶ εἰς τὸ ἀρχαῖον ἐπανάγεσθαι ἀξίωμα, δι’ ἐντεύξεως δηλαδὴ καὶ τῆς σωτηρίου ἐπικλήσεως, ἐπιφοιτῶντος τῷ ὕδατι τοῦ ἁγίου Πνεύματος. βαπτιζόμεθα τοίνυν, κατὰ τὸν λόγον τοῦ Κυρίου, εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· καὶ οὕτως ἐνοικεῖ τοῦ ἁγίου Πνεύματος ἡ χάρις τῇ τοῦ βαπτισθέντος ψυχῇ, λαμπρύνουσα αὐτὴν καὶ θεοειδῆ ἀπεργαζομένη, καὶ τὸ κατ’ εἰκόνα καὶ καθ̓ ὁμοίωσιν αὐτῇ ἀνακαινίζουσα· καὶ λοιπὸν πάντα τὰ παλαιὰ τῆς κακίας ἔργα ἀπορρίψαντες, συνθήκην πρὸς Θεὸν δευτέρου βίου καὶ ἀρχὴν καθαρωτέρας πολιτείας ποιούμεθα, ὡς ἂν καὶ συγκληρονόμοι ἐσόμεθα2 τῶν πρὸς ἀφθαρσίαν ἀναγεννηθέντων καὶ τῆς αἰωνίου σωτηρίας ἐπιλαβομένων. χωρὶς δὲ βαπτίσματος οὐκ ἔστι τῆς ἀγαθῆς ἐλπίδος ἐκείνης ἐπιτυχεῖν, κἂν πάντων τῶν εὐσεβῶν εὐσεβέστερός τις γένηται. οὕτω γὰρ ὁ ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν ἐνανθρωπήσας Θεὸς Λόγος εἶπεν· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ἀναγεννηθῆτε δι’ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. διὸ πρὸ πάντων ἀξιῶ σε τῇ μὲν ψυχῇ δέξασθαι τὴν πίστιν, προσελθεῖν δὲ εὐθὺς καὶ τῷ βαπτίσματι πόθῳ θερμοτάτῳ καὶ μηδόλως πρὸς τοῦτο ἀναβάλλεσθαι· ἐπικίνδυνον γὰρ ἡ ἀναβολή, διὰ τὸ ἄδηλον εἶναι τοῦ θανάτου τὴν προθεσμίαν. Ὁ δὲ Ἰωάσαφ πρὸς αὐτὸν εἶπε· Καὶ τίς ἡ ἀγαθὴ ἐλπὶς ἐκείνη, ἧς ἔφης χωρὶς βαπτίσματος μὴ ἐπιτυγχάνειν; τίς δέ ἐστιν ἥνπερ βασιλείαν τῶν οὐρανῶν ἀποκαλεῖς; πόθεν δὲ τὰ τοῦ ἐνανθρωπήσαντος Θεοῦ ῥήματα σὺ ἀκήκοας; τίς δὲ ἡ τοῦ θανάτου ἄδηλος προθεσμία, περὶ ἧς μέριμνα πολλή, τῇ καρδίᾳ μου ἐνσκήψασα, ἐν λύπαις καὶ ὀδύναις δαπανᾷ μου τὰς σάρκας, καὶ αὐτῶν δὴ τῶν ὀστέων καθάπτεται; καὶ εἰ τεθνηξόμενοι εἰς τὸ μὴ ὂν διαλυθῶμεν οἱ ἄνθρωποι, ἢ ἔστιν ἄλλη τις βιοτὴ3 μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν; ταῦτα καὶ τούτοις ἑπόμενα μαθεῖν ἐπεθύμουν.
只求你毫无谬误地为我阐明这些,准确地教导我当怎样行;此外,你所说信者必须领受的洗礼究竟为何,也请将关乎它的一切顺理成章地让我明了。” 他〔巴拉安〕回答他说:“基督徒这神圣无可指摘的信仰之根基与稳固基石,乃是神圣洗礼的恩典,它能洁净一切自出生以来的罪愆,并彻底洗除因邪恶而渗入的污秽。因为救主曾这样吩咐要借着水和圣灵重生,恢复原初的尊严,即在圣灵临照水面之时,借着祈求与拯救的呼求。因此,我们照着主的话语,奉父、子和圣灵的名受洗;圣灵的恩典就这样内住在受洗者的灵魂里,使之明亮并塑造为神圣的样式,并在其中更新那按着形象和样式的造化;此后我们抛弃邪恶的一切旧事,与上帝立下新生之约,开启更为纯洁的行事为人,好叫我们与那些向着不朽重生并得着永恒救恩的人同作后嗣。然而若没有洗礼,便不能得着那美好的盼望,纵使一个人变得比所有虔诚者更为虔诚亦是如此。因为那为了我们人类的救恩而道成肉身的上帝圣言曾这样说:‘我实实在在地告诉你们,你们若不借着水和圣灵重生,就绝不能进天国。’因此,在一切事以先,我劝你在灵魂中领受这信仰,并以极热切的渴求立刻前去受洗,在这件事上切不可拖延;因为拖延是危险的,皆因死亡的限期原是不可知的。” 约阿萨夫对他说:“那么,你所说若没有洗礼便无法得着的那美好盼望是什么?你所称的天国又是什么?道成肉身的上帝的言语,你又是从何处听闻的?还有那死亡不可知的限期又是什么?关于这限期,极大的忧虑降临在我心,在悲伤与痛苦中耗尽我的肉体,甚至伤及我的骨髓。我们世人死后是消散化为虚无,还是从这里离世之后另有某种生命?这些以及随之而来的事,都是我切望知晓的。”
- 8.56μὴ παντὶ τῷ βουλομένῳ τοῦτον δεικνύων, ἀλλ’ οἷς ἔρρωνται τὰ τῆς ψυχῆς αἰσθητήρια
关系代名词 οἷς 的先行词(如 τοῖς τοιούτοις 等)被省略,与格 οἷς 在动词 ἔρρωνται 中起所有与格的作用(“在那些人身上……健全”)。分词 δεικνύων 前使用否定词 μή,体现了副词性分词表示一般性条件或特征的用法(“并非任谁想看就给谁看”)。
- 8.58ὡς ἂν καὶ συγκληρονόμοι ἐσόμεθα
引导目的从句的连词 ὡς ἄν 后接直陈式将来时 ἐσόμεθα。古典希腊语中 ὡς ἄν 引导目的从句时通常接虚拟式,而在后古典及拜占庭希腊语中,目的从句(如 ἵνα, ὡς ἄν 等)中直陈式将来时与虚拟式的交替和混用屡见不鲜。
- 8.59καὶ εἰ τεθνηξόμενοι εἰς τὸ μὴ ὂν διαλυθῶμεν οἱ ἄνθρωποι, ἢ ἔστιν ἄλλη τις βιοτή
此处引导一个双重间接疑问句(εἰ ... ἤ ...,“是……还是……”)。前半句由将来完成时分词 τεθνηξόμενοι(表示“死后”的既成状态)与虚拟式 διαλυθῶμεν(审议/疑虑虚拟式)构成,后半句则对立地使用直陈式现在时 ἔστιν;语气的交替生动体现了提问者迫切的生死追问。
