← 大马士革的圣约翰

巴兰和约萨法特

§7.53-7.56

基督的生平与受难及使徒的宣教

本段概述了基督的受洗、公义生平中的神迹、受难受死与神人二性的关系、降至阴间、复活升天,以及五旬节后使徒向万邦宣道的过程,最后劝勉人领受恩典。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.53

ἔδει τὸν λυτροῦσθαι μέλλοντα ἀναμάρτητον εἶναι καὶ μὴ τῷ θανάτῳ διὰ τῆς ἁμαρτίας ὑπεύθυνον.1 Ἐπὶ τριάκοντα δὲ χρόνοις τοῖς ἀνθρώποις συναναστραφείς, ἐβαπτίσθη ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπὸ Ἰωάννου, ἀνδρὸς ἁγίου καὶ πάντων τῶν προφητῶν ὑπερκειμένου. βαπτισθέντος δὲ αὐτοῦ, φωνὴ ἠνέχθη οὐρανόθεν ἐκ τοῦ Θεοῦ καὶ Πατρός, λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα. καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐν εἴδει περιστερᾶς κατῆλθεν ἐπ’ αὐτόν. καὶ ἀποτότε ἤρξατο σημεῖα ποιεῖν μεγάλα καὶ θαυμαστά, νεκροὺς ἀνιστῶν, τυφλοὺς φωτίζων, δαίμονας ἀπελαύνων, κωφοὺς καὶ κυλλοὺς θεραπεύων, λεπροὺς καθαρίζων, καὶ πανταχόθεν ἀνακαινίζων τὴν παλαιωθεῖσαν ἡμῶν φύσιν, ἔργῳ τε καὶ λόγῳ παιδεύων καὶ διδάσκων τὴν τῆς ἀρετῆς ὁδόν, τῆς μὲν φθορᾶς ἀπάγων, πρὸς δὲ τὴν ζωὴν ποδηγῶν τὴν αἰώνιον. ὅθεν καὶ μαθητὰς ἐξελέξατο δώδεκα, οὓς καὶ ἀποστόλους ἐκάλεσε· καὶ κηρύττειν αὐτοῖς ἐπέτρεψε τὴν οὐράνιον πολιτείαν, ἣν ἦλθεν ἐπὶ τῆς γῆς ἐνδείξασθαι, καὶ οὐρανίους τοὺς ταπεινοὺς ἡμᾶς καὶ ἐπιγείους τῇ αὐτοῦ οἰκονομίᾳ τελέσαι. Φθόνῳ δὲ τῆς θαυμαστῆς αὐτοῦ καὶ θεοπρεποῦς πολιτείας καὶ τῶν ἀπείρων θαυμάτων οἱ ἀρχιερεῖς καὶ ἀρχηγοὶ τῶν Ἰουδαίων, ἔνθα δὴ καὶ τὰς διατριβὰς ἐποιεῖτο, μανέντες, οἷσπερ τὰ προειρημένα θαυμαστὰ σημεῖα καὶ τέρατα πεποιήκει, ἀμνημονήσαντες πάντων, θανάτῳ αὐτὸν κατεδίκασαν,2 ἕνα τῶν μαθητῶν αὐτοῦ εἰς προδοσίαν συναρπάσαντες· καί, κρατήσαντες αὐτόν, τοῖς ἔθνεσιν ἔκδοτον τὴν ζωὴν τῶν ἁπάντων ἐποιήσαντο, ἑκουσίᾳ βουλῇ ταῦτα καταδεξαμένου αὐτοῦ. ἦλθε γὰρ δι’ ἡμᾶς πάντα παθεῖν, ἵν’ ἡμᾶς τῶν παθῶν ἐλευθερώσῃ. πολλὰ δὲ εἰς αὐτὸν ἐνδειξάμενοι, σταυρῷ τὸ τελευταῖον κατεδίκασαν. καὶ πάντα ὑπέμεινε τῇ φύσει τῆς σαρκός, ἧς ἐξ ἡμῶν ἀνελάβετο, τῆς θείας αὐτοῦ φύσεως ἀπαθοῦς μεινάσης. δύο γὰρ φύσεων ὑπάρχων, τῆς τε θείας καὶ ἧς ἐξ ἡμῶν προσανελάβετο, ἡ μὲν ἀνθρωπεία φύσις ἔπαθεν, ἡ δὲ θεότης ἀπαθὴς διέμεινε καὶ ἀθάνατος. ἐσταυρώθη οὖν τῇ σαρκὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὢν ἀναμάρτητος. ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, καὶ οὐχ ὑπέκειτο θανάτῳ· διὰ τῆς ἁμαρτίας γάρ, ὡς καὶ προεῖπον, ὁ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον· ἀλλὰ δι’ ἡμᾶς ἀπέθανε σαρκὶ ἵν’ ἡμᾶς τῆς τοῦ θανάτου λυτρώσηται τυραννίδος. κατῆλθεν εἰς ᾅδου, καὶ τοῦτον συντρίψας, τὰς ἀπ̓ αἰῶνος ἐγκεκλεισμένας ἐκεῖσε ψυχὰς ἠλευθέρωσε. τεθεὶς ἐν τάφῳ τῇ τρίτῃ ἡμέρᾳ ἐξανέστη, νικήσας τὸν θάνατον καὶ ἡμῖν τὴν νίκην δωρησάμενος κατ̓ αὐτοῦ, καί, ἀφθαρτίσας τὴν σάρκα ὁ τῆς ἀφθαρσίας πάροχος, ὤφθη τοῖς μαθηταῖς, εἰρήνην αὐτοῖς δωρούμενος καὶ δι’ αὐτῶν παντὶ τῷ γένει τῶν ἀνθρώπων. Μεθ’ ἡμέρας δὲ τεσσαράκοντα εἰς οὐρανοὺς ἀνεφοίτησε, καὶ οὕτως ἐν δεξιᾷ τοῦ Πατρὸς καθέζεται, ὃς καὶ μέλλει πάλιν ἔρχεσθαι κρῖναι ζῶντας καὶ νεκρούς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. μετὰ δὲ τὴν ἔνδοξον αὐτοῦ εἰς οὐρανοὺς ἀνάληψιν, ἀπέστειλε τὸ πανάγιον Πνεῦμα ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς ἐν εἴδει πυρός, καὶ ἤρξαντο ξέναις γλώσσαις λαλεῖν, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι. ἐντεῦθεν οὖν τῇ χάριτι αὐτοῦ διεσπάρησαν εἰς πάντα τὰ ἔθνη, καὶ ἐκήρυξαν τὴν ὀρθόδοξον πίστιν, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες τηρεῖν πάσας τὰς ἐντολὰς τοῦ Σωτῆρος. ἐφώτισαν οὖν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ τὴν δεισιδαίμονα πλάνην τῶν εἰδώλων κατήργησαν. κἂν μὴ φέρων ὁ ἐχθρὸς τὴν ἧτταν πολέμους καὶ νῦν καθ’ ἡμῶν τῶν πιστῶν ἐγείρει, πείθων τοὺς ἄφρονας καὶ ἀσυνέτους ἔτι τῆς εἰδωλολατρείας ἀντέχεσθαι, ἀλλ’ ἀσθενὴς ἡ δύναμις αὐτοῦ γέγονε,3 καὶ αἱ ῥομφαῖαι αὐτοῦ εἰς τέλος ἐξέλιπον τῇ τοῦ Χριστοῦ δυνάμει. ἰδού σοι τὸν ἐμὸν Δεσπότην καὶ Θεὸν καὶ Σωτῆρα δι᾽ ὀλίγων ἐγνώρισα ῥημάτων· τελεώτερον δὲ γνωρίσεις, εἰ τὴν χάριν αὐτοῦ δέξῃ ἐν τῇ ψυχῇ σου καὶ δοῦλος αὐτοῦ καταξιωθῇς γενέσθαι.

那将要施行救赎的人,必须是无罪的,且不因罪而顺从死亡。祂与世人相处了三十年之后,在约旦河受了约翰的洗礼;约翰是一位圣洁之人,超越了所有的先知。当祂受洗时,有声音从天上父上帝那里传来,说:“这是我的爱子,我所喜悦的。”圣灵亦以鸽子的形态降临在祂身上。从那时起,祂便开始施行浩大而奇妙的神迹,使死人复活,叫瞎子得见光明,驱逐污鬼,医治耳聋与残疾之人,洁净麻风病人,并从各方面更新我们衰朽的本性,以言传身教训育并教导美德之道,引人远离败坏,导向永生。因此祂也挑选了十二位门徒,称他们为使徒;并且准许他们宣扬那天国的行事为人,即祂降临世上所要彰显的,又借着祂的经纶,使卑微属地的我们成为属天之人。然而,犹太人的祭司长与领袖们因嫉妒祂奇妙且合乎神圣的行事为人以及那无数的神迹,便陷入了疯狂;尽管祂正是在他们中间度日,并为他们施行了前述那些奇妙的征兆与奇事,他们却忘却了一切,将祂定为死罪,煽动祂门徒中的一人进行背叛;他们捉拿了祂,将万物的生命交给了外邦人,而这一切都是祂凭着自愿的意志所接纳的。因为祂来正是为了我们受尽一切苦难,好叫我们脱离诸般受苦与情欲。他们对祂横加诸般折磨之后,最终判处祂十字架之刑。祂以从我们身上所取来的肉身本性忍受了一切,而祂的神圣本性则保持不受苦难。因为祂兼具两种本性,既有神圣的本性,又有从我们这里附加取来的本性,故此受苦的是属人的本性,而神性则始终免于受难且永不朽坏。因此,我们的主耶稣基督在肉身中被钉在十字架上,祂本是无罪的。因为祂未曾犯罪,口中也察不出诡诈,本不受死亡的管辖;正如我先前所说,死亡乃是因着罪进入世界的;然而为了我们,祂在肉身中受死,好将我们从死亡的暴政中救赎出来。祂降至阴间,粉碎了它,释放了自古被囚禁在其中的灵魂。祂被安葬于坟墓,第三天复活,战胜了死亡,并将克胜死亡的胜利恩赐给我们;那赐予不朽者使肉身成为不朽,显现给门徒们看,将平安恩赐给他们,并借着他们赐予全人类。四十天之后,祂升上诸天,如今坐在父的右边;祂还将再次降临,审判活人与死人,照各人的行为报应各人。在祂荣耀升天之后,祂以火的形态将至圣的灵差遣至祂圣洁的门徒身上,他们便照着圣灵赐予的口才,开始说起别国的话来。自此,因着祂的恩典,他们分散至万邦,宣扬正统的信仰,奉父、子、圣灵的名给他们施洗,教导他们遵守救主一切的诫命。于是他们光照了迷途的万邦,废除了对偶像的迷信谬误。纵然仇敌因承受不住败局,如今仍挑起针对我们信徒的争战,劝诱愚昧无知之辈继续执迷于偶像崇拜,然而他的权势已然衰微,借着基督的大能,他的刀剑已彻底溃败。看哪,我已用简短的言语向你表明了我的主、上帝与救主;若你愿意在灵魂中领受祂的恩典,并配得成为祂的仆人,你必将更完全地认识祂。

语法注3 条
  1. 7.53ἔδει τὸν λυτροῦσθαι μέλλοντα ἀναμάρτητον εἶναι καὶ μὴ τῷ θανάτῳ διὰ τῆς ἁμαρτίας ὑπεύθυνον

    无人称动词 ἔδει 支配“宾格加不定式”结构。不定式的逻辑主语是带有定冠词的分词短语 τὸν λυτροῦσθαι μέλλοντα(“将要施行救赎者”),ἀναμάρτητον(“无罪的”)与 μὴ ... ὑπεύθυνον(“不屈从于……的”)并列作不定式 εἶναι 的宾格表语。

  2. 7.53οἷσπερ τὰ προειρημένα θαυμαστὰ σημεῖα καὶ τέρατα πεποιήκει, ἀμνημονήσαντες πάντων, θανάτῳ αὐτὸν κατεδίκασαν

    此句为主语(οἱ ἀρχιερεῖς καὶ ἀρχηγοὶ τῶν Ἰουδαίων)与主要动词(κατεδίκασαν)之间插入了关系从句和分词短语的分隔结构。与格关系代词 οἷσπερ 作为利益/关系与格修饰过去完成时动词 πεποιήκει(“为他们施行了……”),紧随其后的不定过去时分词 ἀμνημονήσαντες 与主语在性数格上保持一致。

  3. 7.55κἂν μὴ φέρων ὁ ἐχθρὸς τὴν ἧτταν πολέμους καὶ νῦν καθ’ ἡμῶν τῶν πιστῶν ἐγείρει, πείθων... ἀλλ’ ἀσθενὴς ἡ δύναμις αὐτοῦ γέγονε

    这是一个让步关联结构,由让步连词 κἂν(“即使/纵然”,支配现在时陈述语气动词 ἐγείρει)引导的从句,在归结分句中由转折连词 ἀλλά(“然而/却”)作呼应,构成“即便仇敌挑起争战……然而其权势已衰微”的句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:7.53-7.56