← 大马士革的圣约翰

巴兰和约萨法特

§7.50-7.52

旧约救赎史与上帝独生子道成肉身

本段概述了旧约救赎历史,包括亚伯拉罕的信仰、出埃及以及旷野中颁布律法;随后叙述了上帝独生子为了拯救人类脱离罪恶与死亡的统治而道成肉身,由童贞女玛利亚诞生为完全的上帝与完全的人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.50

οὔτε μὴν τοῖς στοιχείοις τῆς γῆς ἢ τοῖς ἀψύχοις εἰδώλοις τὴν αἰτίαν τῆς τοιαύτης διακοσμήσεως προσανέθετο· ἀλλὰ τὸν ἀληθῆ Θεὸν διὰ τούτων ἐπέγνω, καὶ αὐτὸν εἶναι Δημιουργὸν τοῦ παντὸς καὶ συνοχέα συνῆκεν. ἀποδεξάμενος δὲ τοῦτον τῆς εὐγνωμοσύνης καὶ ὀρθῆς κρίσεως,1 ὁ Θεὸς ἐνεφάνισεν ἑαυτὸν αὐτῷ, οὐ καθὼς ἔχει φύσεως2 ʽΘεὸν γὰρ ἰδεῖν γεννητῇ φύσει ἀδύνατον̓, ἀλλ’ οἰκονομικαῖς τισι θεοφανείαις, ὡς οἶδεν αὐτός, καὶ τελεωτέραν γνῶσιν ἐνθεὶς αὐτοῦ τῇ ψυχῇ, ἐδόξασε, καὶ οἰκεῖον ἔθετο θεράποντα, ὅς, καὶ κατὰ διαδοχὴν τοῖς ἐξ αὐτοῦ παραπέμψας τὴν εὐσέβειαν, τὸν ἀληθῆ γνωρίζειν ἐδίδαξε Θεόν. διὸ καὶ εἰς πλῆθος ἄπειρον τὸ σπέρμα αὐτοῦ ἐλθεῖν ὁ Δεσπότης εὐδόκησε, καὶ λαὸν περιούσιον αὑτῷ ὠνόμασε, καὶ δουλωθέντας αὐτοὺς ἔθνει Αἰγυπτίῳ καὶ Φαραῷ τινι τυράννῳ σημείοις καὶ τέρασι φρικτοῖς καὶ ἐξαισίοις ἐξήγαγεν ἐκεῖθεν διὰ Μωσέως καὶ Ἀαρών, ἀνδρῶν ἁγίων καὶ χάριτι προφητείας δοξασθέντων· δι’ ὧν καὶ τοὺς Αἰγυπτίους ἐκόλασεν ἀξίως τῆς αὐτῶν πονηρίας, καὶ τοὺς Ἰσραηλίτας ʽοὕτω γὰρ ὁ λαὸς ἐκεῖνος ὁ τοῦ Ἀβραὰμ ἀπόγονος ἐκέκλητὀ διὰ ξηρᾶς τὴν Ἐρυθρὰν θάλασσαν διήγαγε, διασχισθέντων τῶν ὑδάτων καὶ τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων γεγενημένων· τοῦ δὲ Φαραὼ καὶ τῶν Αἰγυπτίων κατ’ ἴχνος αὐτῶν εἰσελθόντων, ἐπαναστραφέντα τὰ ὕδατα ἄρδην αὐτοὺς ἀπώλεσεν.

他也绝未将如此井然有序的秩序之因归于大地的元素或无生命的偶像;反倒借着这些认识了真上帝,并领悟到祂才是万物的创造者与维系者。上帝因他的明哲与正直的判断悦纳了他,向他显现自己——并非照着神圣本性的原本状态(因为受造之物不可能见到上帝),而是照着上帝自己所知的方式,借着某些经纶性的神显;并且将更完全的认知注入他的灵魂,荣耀了他,立他为自己的仆人。他也将敬虔代代相传给自己的后裔,教导他们认识真上帝。因此,主也乐意使他的后裔繁衍至无数,称他们为自己特属的子民;当他们被埃及族裔及某个暴君法老奴役时,便借着因预言之恩而受荣耀的圣者摩西和亚伦,以可畏且非凡的预兆与奇事将他们从那里领了出来。上帝借着他们,照着埃及人的邪恶予以应得的惩罚,并带领以色列人(亚伯拉罕的后裔那支子民便是这样被称呼的)在干地上穿过了红海,因水被分开,在左右两侧各成了一堵水墙;而当法老与埃及人尾随他们的足迹追入时,水流回卷,将他们彻底毁灭。

§7.51

εἶτα θαύμασι μεγίστοις καὶ θεοφανείαις ἐπὶ χρόνοις τεσσαράκοντα διαγαγὼν τὸν λαὸν ἐν τῇ ἐρήμῳ καὶ ἄρτῳ οὐρανίῳ διατρέφων, νόμον δέδωκε πλαξὶ λιθίναις θεόθεν γεγραμμένον, ὅνπερ ἐνεχείρισε τῷ Μωσεῖ ἐπὶ τοῦ ὄρους, τύπον ὄντα καὶ σκιαγραφίαν τῶν μελλόντων, τῶν μὲν εἰδώλων καὶ πάντων τῶν πονηρῶν ἀπάγοντα πράξεων, μόνον δὲ διδάσκοντα τὸν ὄντως ὄντα Θεὸν σέβεσθαι, καὶ τῶν ἀγαθῶν ἔργων ἀντέχεσθαι· τοιαύταις οὖν τερατουργίαις εἰσήγαγεν αὐτοὺς εἰς ἀγαθήν τινα γῆν, ἥνπερ πάλαι τῷ πατριάρχῃ ἐκείνῳ Ἀβραὰμ ἐπηγγείλατο δώσειν αὐτοῦ τῷ σπέρματι. καὶ μακρὸν ἂν εἴη διηγήσασθαι ὅσα εἰς αὐτοὺς ἐνεδείξατο μεγάλα καὶ θαυμαστά, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, δι᾽ ὧν πάντων τοῦτο ἦν τὸ σπουδαζόμενον πάσης ἀθέσμου λατρείας καὶ πράξεως τὸ τῶν ἀνθρώπων ἀποσπάσαι γένος, καὶ εἰς τὴν ἀρχαίαν ἐπαναγαγεῖν κατάστασιν.3 ἀλλὰ καὶ ἔτι τῇ αὐτονομίᾳ τῆς πλάνης ἐδουλοῦτο ἡ φύσις ἡμῶν, καὶ ἐβασίλευε τῶν ἀνθρώπων ὁ θάνατος, τῇ τυραννίδι τοῦ διαβόλου, καὶ τῇ καταδίκῃ τοῦ ᾅδου πάντας παραπέμπων. Εἰς τοιαύτην οὖν συμφορὰν καὶ ταλαιπωρίαν ἐλθόντας ἡμᾶς οὐ παρεῖδεν ὁ πλάσας καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγών, οὐδὲ ἀφῆκεν εἰς τέλος ἀπολέσθαι τὸ τῶν χειρῶν αὐτοῦ ἔργον, ἀλλ’ εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ συνεργίᾳ τοῦ ἁγίου Πνεύματος, ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ὁ ὁμοούσιος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, ὁ προαιώνιος, ὁ ἄναρχος, ὁ ἐν ἀρχῇ ὤν, καὶ πρὸς τὸν Θεὸν καὶ Πατέρα ὤν, καὶ Θεὸς ὤν, συγκαταβαίνει τοῖς ἑαυτοῦ δούλοις συγκατάβασιν ἄφραστον καὶ ἀκατάληπτον, καί, Θεὸς ὢν τέλειος, ἄνθρωπος τέλειος γίνεται ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἁγίας Παρθένου καὶ Θεοτόκου, οὐκ ἐκ σπέρματος ἀνδρός, ἢ θελήματος, ἢ συναφείας, ἐν τῇ ἀχράντῳ μήτρᾳ τῆς Παρθένου συλληφθείς, ἀλλ’ ἐκ Πνεύματος ἁγίου, καθὼς καὶ πρὸ τῆς συλλήψεως εἷς τῶν ἀρχαγγέλων ἀπεστάλη μηνύων τῇ Παρθένῳ τὴν ξένην σύλληψιν ἐκείνην καὶ τὸν ἄφραστον τόκον. ἀσπόρως γὰρ συνελήφθη ὁ Υἱὸς τοῦ Θεοῦ ἐκ Πνεύματος ἁγίου, καὶ συμπήξας ἑαυτῷ ἐν τῇ μήτρᾳ τῆς Παρθένου σάρκα ἐμψυχουμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, προῆλθεν ἐν μιᾷ τῇ ὑποστάσει, δύο δὲ ταῖς φύσεσι, τέλειος Θεός, καὶ τέλειος ἄνθρωπος, ἄφθορον τὴν παρθενίαν τῆς τεκούσης καὶ μετὰ τὸν τόκον φυλάξας, καὶ ἐν πᾶσιν ὁμοιοπαθὴς ἡμῖν γενόμενος χωρὶς ἁμαρτίας, τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε καὶ τὰς νόσους ἐβάστασεν. ἐπεὶ γὰρ δι’ ἁμαρτίας εἰσῆλθεν ὁ θάνατος εἰς τὸν κόσμον,

随后,四十年之久,上帝在旷野中以极大的奇迹和神显引领这支子民,并以降自天上的食粮养育他们,赐下了上帝在石版上所书写的律法,即在山上交托给摩西的律法;这律法是将来之事的预表与轮廓,使他们离弃偶像和一切恶行,唯独教导他们敬拜真正存在的上帝,并持守善工。于是,以上述这般的奇事,上帝将他们领入了那块美善之地,即昔日祂向那位先祖亚伯拉罕应许赐予其后裔的土地。若要述说祂向他们所彰显的浩大、奇妙、荣耀与非凡之事,那实在是不胜枚举的;借着这一切,所殷切追求的目标正在于此:使人类脱离一切非法的崇拜与行为,归回起初的原初状态。然而,我们的本性依然受制于迷谬的自以为是,死亡在人群中掌权,将众人皆交于魔鬼的暴政与阴间的定罪。当我们陷入如此的灾难与悲惨之中时,那塑造我们并将我们从无引至存有者,并未袖手旁观,亦未任凭祂亲手所造之物彻底灭亡;而是因着父上帝的美意与圣灵的协力,上帝的独生子与道——那在父怀里的、与父及圣灵同本体的、先于万世的、无始的、在起初就存在的、与父上帝同在的、且本身就是上帝的那一位——以不可言说且不可理解的俯就,降临就位于祂自己的仆人之中;祂本是完全的上帝,借着圣灵由圣童贞女暨上帝之母玛利亚成为完全的人,不是出于男人的精气、意愿或结合而在童贞女无玷的子宫中受孕,而是出于圣灵,正如在受孕之前,有一位天使长奉差遣,向童贞女预告那奇妙的受孕与不可言喻的降生。因上帝之子借着圣灵无种而孕,并在童贞女的子宫中为自己凝结了赋有理性与知性灵魂的肉身,以单一的位格、双重的本性而出,既是完全的上帝,又是完全的人,且在产后依然保全了产母的童贞无损,除罪之外在一切事上都与我们同受诸情,担当了我们的软弱,背负了我们的疾病。因为死亡既然借着罪进入了世界,

语法注3 条
  1. 7.50ἀποδεξάμενος δὲ τοῦτον τῆς εὐγνωμοσύνης καὶ ὀρθῆς κρίσεως

    动词 ἀποδέχομαι 接宾格直接宾语(τοῦτον),并附带表示原因或理由的属格(τῆς εὐγνωμοσύνης καὶ ὀρθῆς κρίσεως),意为“因他的明哲与正直判断而悦纳/称许他”。

  2. 7.50οὐ καθὼς ἔχει φύσεως

    动词 ἔχω 与属格名词(φύσεως)连用,作状态副词性理解,意为“并非照着其本性的本来状态”。这与紧随其后的插入句“因为受造之物不可能见到上帝”在意义上相呼应。

  3. 7.51δι᾽ ὧν πάντων τοῦτο ἦν τὸ σπουδαζόμενον πάσης ἀθέσμου λατρείας καὶ πράξεως τὸ τῶν ἀνθρώπων ἀποσπάσαι γένος, καὶ εἰς τὴν ἀρχαίαν ἐπαναγαγεῖν κατάστασιν

    代词 τοῦτο 为主语,带冠词的分词 τὸ σπουδαζόμενον 作表语(意为“所殷切追求的目标”)。句末的两个不定式短语(τὸ ... ἀποσπάσαι ... καὶ ... ἐπαναγαγεῖν)构成 τοῦτο 的同位语,具体说明其内容。句首的介词短语 δι᾽ ὧν πάντων(“借着这一切”)承接上文所列举的种种奇迹。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:7.50-7.52