← 大马士革的圣约翰

巴兰和约萨法特

§7.47-7.49

人类的堕落、偶像崇拜与亚伯拉罕的信仰

巴尔拉姆讲述了堕落天使沦为恶魔并借蛇引诱亚当夏娃堕落的经过、大洪水的审判、人类再度繁衍后陷入各样偶像崇拜与谬误的黑暗,以及亚伯拉罕如何借着观察被造物的秩序而认出创造主。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.47

οἵτινες, κακοὶ γεγονότες τὴν προαίρεσιν,1 καί, ἀντὶ τοῦ ἀγαθοῦ τῇ ἀποστασίᾳ ἐξακολουθήσαντες τοῦ ἄρχοντος αὐτῶν, δαίμονες ὠνομάσθησαν, ὡς πλάνοι καὶ ἀπατεῶνες. Ἀρνησάμενος οὖν πάντη τὸ ἀγαθὸν ὁ διάβολος, καὶ πονηρὰν προσλαβόμενος φύσιν, φθόνον ἀνεδέξατο πρὸς τὸν ἄνθρωπον, ὁρῶν ἑαυτὸν μὲν ἐκ τηλικαύτης ἀπορριφθέντα δόξης, ἐκεῖνον δὲ πρὸς τοιαύτην τιμὴν ἀναγόμενον, καὶ ἐμηχανήσατο ἐκβαλεῖν αὐτὸν τῆς μακαρίας ἐκείνης διαγωγῆς. τὸν ὄφιν οὖν ἐργαστήριον τῆς ἰδίας πλάνης λαβόμενος, δι’ αὐτοῦ ὡμίλησε τῇ γυναικί, καί πείσας αὐτὴν φαγεῖν ἐκ τοῦ ἀπηγορευμένου ἐκείνου ξύλου ἐλπίδι θεώσεως, δι’ αὐτῆς ἠπάτησε καὶ τὸν Ἀδάμ, οὕτω τοῦ πρωτοπλάστου κληθέντος.2 καὶ φαγὼν ὁ πρῶτος ἄνθρωπος τοῦ φυτοῦ τῆς παρακοῆς ἐξόριστος γίνεται τοῦ παραδείσου τῆς τρυφῆς ὑπὸ τοῦ Δημιουργοῦ, καί, ἀντὶ τῆς μακαρίας ζωῆς ἐκείνης καὶ ἀνωλέθρου διαγωγῆς, εἰς τὴν ἀθλίαν ταύτην καὶ ταλαίπωρον ʽφεῦ μοἰ βιοτὴν ἐμπίπτει, καὶ θάνατον τὸ τελευταῖον καταδικάζεται. ἐντεῦθεν ἰσχὺν ὁ διάβολος λαβὼν καὶ τῇ νίκῃ ἐγκαυχώμενος, πληθυνθέντος τοῦ γένους τῶν ἀνθρώπων, πᾶσαν κακίας ὁδὸν αὐτοῖς ὑπέθετο. ὡς, ἐντεῦθεν διακόψαι τὴν πολλὴν τῆς ἁμαρτίας φορὰν βουλόμενος, ὁ Θεὸς κατακλυσμὸν ἐπήγαγε τῇ γῇ, ἀπολέσας πᾶσαν ψυχὴν ζῶσαν· ἕνα δὲ μόνον εὑρὼν δίκαιον ἐν τῇ γενεᾷ ἐκείνῃ, τοῦτον σὺν γυναικὶ καὶ τέκνοις ἐν κιβωτῷ τινι περισώσας, μονώτατον εἰς τὴν γῆν κατέστησεν. ἡνίκα δὲ ἤρξατο πάλιν εἰς πλῆθος τὸ τῶν ἀνθρώπων γένος χωρεῖν, ἐπελάθοντο τοῦ Θεοῦ καὶ εἰς χεῖρον ἀσεβείας προέκοψαν, διαφόροις δουλωθέντες ἁμαρτήμασι, καὶ δεινοῖς καταφθαρέντες ἀτοπήμασι, καὶ εἰς πολυσχιδῆ πλάνην διαμερισθέντες. Οἱ μὲν γὰρ αὐτομάτως φέρεσθαι τὸ πᾶν ἐνόμισαν, καὶ ἀπρονόητα ἐδογμάτισαν, ὡς μηδενὸς ἐφεστηκότος Δεσπότου· ἄλλοι εἱμαρμένην εἰσηγήσαντο, τῇ γενέσει τὸ πᾶν ἐπιτρέψαντες· ἄλλοι πολλοὺς θεοὺς κακοὺς καὶ πολυπαθεῖς ἐσεβάσθησαν, τοῦ ἔχειν αὐτοὺς τῶν ἰδίων παθῶν καὶ δεινῶν πράξεων συνηγόρους,3 ὧν καὶ μορφώματα τυπώσαντες ἀνεστήλωσαν ξόανα κωφὰ καὶ ἀναίσθητα εἴδωλα, καὶ συγκλείσαντες ἐν ναοῖς προσεκύνησαν, λατρεύοντες τῇ κτίσει παρὰ τὸν Κτίσαντα, οἱ μὲν τῷ ἡλίῳ καὶ τῇ σελήνῃ, καὶ τοῖς ἄστροις ἃ ἔθετο ὁ Θεὸς πρὸς τὸ φαῦσιν παρέχειν τῷ περιγείῳ τούτῳ κόσμῳ, ἄψυχά τε ὄντα καὶ ἀναίσθητα, τῇ προνοίᾳ τοῦ Δημιουργοῦ φωτιζόμενα καὶ διακρατούμενα, οὐ μὴν δὲ οἴκοθέν τι δυνάμενα· οἱ δὲ τῷ πυρὶ καὶ τοῖς ὕδασι καὶ τοῖς λοιποῖς στοιχείοις τῆς γῆς, ἀψύχοις καὶ ἀναισθήτοις οὖσι· καὶ οὐκ ᾐσχύνθησαν οἱ ἔμψυχοι καὶ λογικοὶ τὰ τοιαῦτα σέβεσθαι· ἄλλοι θηρίοις καὶ ἑρπετοῖς καὶ κτήνεσι τετραπόδοις τὸ σέβας ἀπένειμαν, κτηνωδεστέρους τῶν σεβομένων ἑαυτοὺς ἀποδεικνύντες· οἱ δὲ ἀνθρώπων τινῶν αἰσχρῶν καὶ εὐτελῶν μορφώματα ἀνετυπώσαντο, καὶ τούτους θεοὺς ἐκάλεσαν, καὶ τοὺς μὲν αὐτῶν ἄρρενας, τινὰς δὲ θηλείας ὠνόμασαν, οὓς ἐκεῖνοι αὐτοὶ ἐξέθεντο μοιχοὺς εἶναι καὶ φονεῖς, ὀργίλους καὶ ζηλωτὰς καὶ θυμαντικούς, πατροκτόνους καὶ ἀδελφοκτόνους, κλέπτας καὶ ἅρπαγας, χωλοὺς καὶ κυλλούς, καὶ φαρμακούς, καὶ μαινομένους, καὶ τούτων τινὰς μὲν τετελευτηκότας, τινὰς δὲ κεκεραυνωμένους, καὶ κοπτομένους, καὶ θρηνουμένους καὶ δεδουλευκότας ἀνθρώποις, καὶ φυγάδας γενομένους, καὶ εἰς ζῷα μεταμορφουμένους ἐπὶ πονηραῖς καὶ αἰσχραῖς μίξεσιν· ὅθεν, λαμβάνοντες οἱ ἄνθρωποι ἀφορμὰς ἀπὸ τῶν θεῶν αὐτῶν, ἀδεῶς κατεμιαίνοντο πάσῃ ἀκαθαρσίᾳ. καὶ δεινὴ κατεῖχε σκότωσις τὸ γένος ἡμῶν ἐν ἐκείνοις τοῖς χρόνοις, καὶ οὐκ ἦν ὁ συνιών, οὐκ ἦν ὁ ἐκζητῶν τὸν Θεόν. Ἀβραὰμ δέ τις ἐν ἐκείνῃ τῇ γενεᾷ μόνος εὑρέθη τὰς αἰσθήσεις τῆς ψυχῆς ἐρρωμένας ἔχων,4 ὃς τῇ θεωρίᾳ τῶν κτισμάτων ἐπέγνω τὸν Δημιουργόν. Κατανοήσας γὰρ οὐρανὸν καὶ γῆν καὶ θάλασσαν, ἥλιον καὶ σελήνην καὶ τὰ λοιπά, ἐθαύμασε τὴν ἐναρμόνιον ταύτην διακόσμησιν· ἰδὼν δὲ τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα, οὐκ αὐτομάτως γεγενῆσθαι καὶ συντηρεῖσθαι ἐνόμισεν,

这些人因自己的抉择而变为邪恶,放弃良善而随从了他们首领的背叛,因此被称为恶魔,即诱惑者和欺诈者。魔鬼既然完全弃绝了良善,染上了邪恶的本性,眼见自己从如此伟大的荣耀中被抛掷下来,而那人却被提升至如此的尊荣,便对人生出嫉妒,设谋要将他从那福乐的生活中驱逐出去。于是他以蛇作为自己欺骗的工具,通过它向女人说话,并以成神的盼望诱使她吃那禁树上的果子,又借着她欺骗了亚当——原初受造者便是这样被称呼的。这最初的人吃了违命之树的果子,便被创造主从快乐的乐园中放逐出去,堕入这悲惨痛苦的——哀哉!——生活中,取代了那福乐的生命与不朽的岁月,最终被判处死刑。由此魔鬼得了势力,自夸胜利;随着人类的繁衍,便向他们指示各样罪恶的道路。因此,上帝为了截断那汹涌的罪恶洪流,便降大洪水于地上,灭绝了凡有气息的活物;却在那世代中只寻得一个义人,便将他连同妻子儿女在一只方舟中保全下来,使他独自留在地上。然而,当人类再次开始增多时,他们又遗忘了上帝,堕入更严重的亵渎不敬中,沦为各样罪恶的奴隶,被可怕的罪愆所毁坏,分裂于形形色色的迷乱之中。有些人认为万物凭偶然运转,宣称万物皆无神意掌管,仿佛根本没有一位主宰监临;另一些人引入了宿命论,将一切托付给生辰星象;还有些人敬奉许多邪恶且充满情欲的假神,好让这些神祗为他们自己的情欲与恶行辩护;他们塑造了这些神的面目,树立起聋聩的木偶和无知觉的偶像,将它们闭锁于庙宇之中加以跪拜,敬奉受造之物而弃绝创造主——有些人敬拜太阳、月亮和星辰,即上帝为给这尘世提供光照所安置的天体,它们本是无生气且无知觉的,完全靠创造主的眷顾而获光照并得维系,自身并无能力;另一些人则敬拜火、水以及大地的其余元素,它们同样是无生气且无知觉的;而具有生命与理性的人竟不以敬奉此类事物为耻。还有人将崇敬归于野兽、爬虫和四足牲畜,表明自己比所敬拜的受造物更为愚顽如兽。更有一些人塑造了某些卑劣卑贱的人之肖像,称他们为神,将其中一些命名为男性,一些命名为女性;而据他们自己所述,这些人都是通奸者、谋杀犯、暴怒者、嫉妒者和易怒者、弑父者和弑兄弟者、窃贼与强盗、瘸腿与残疾者、巫师与疯子,其中有的死去了,有的被雷击,有的受人捶胸哀悼,有的曾为人奴仆,有的沦为逃亡者,有的为了邪恶可耻的交合而变形为兽。由此,人们以他们的诸神为借口,肆无忌惮地被各样污秽所玷污。在那个时代,可怕的黑暗笼罩着我们的族类,没有明白的,也没有寻求上帝的。然而在那一世代中,唯独见有一个叫亚伯拉罕的人,灵魂的官能强健完备,他借着对被造物的默观而认识了创造主。因他考察了天、地、海、太阳、月亮及其余事物,赞叹这和谐的造化之序;他目睹这世界及其中万物,并不认为它们是偶然生成和维系的,

语法注4 条
  1. 7.47κακοὶ γεγονότες τὴν προαίρεσιν

    τὴν προαίρεσιν 是修饰形容词 κακοί 的关系宾格(限定宾格),意为“就其意志选择而言(变为了邪恶)”。

  2. 7.47τοῦ πρωτοπλάστου κληθέντος

    属格独立结构,带冠词的 τοῦ πρωτοπλάστου 为主语,前文的 οὕτω(指代 τὸν Ἀδάμ)作表语,意为“原初受造者是这样(即亚当)被称呼的”。

  3. 7.48τοῦ ἔχειν αὐτοὺς τῶν ἰδίων παθῶν καὶ δεινῶν πράξεων συνηγόρους

    表示目的的属格冠词不定式('为了拥有……')。αὐτούς 是不定式 ἔχειν 的直接宾语,συνηγόρους 是补足宾格('作为辩护者'),属格 τῶν ἰδίων παθῶν... 则是依附于 συνηγόρους 的宾格性属格。

  4. 7.49τὰς αἰσθήσεις τῆς ψυχῆς ἐρρωμένας ἔχων

    分词 ἔχων 支配宾语 τὰς αἰσθήσεις,并带有作宾语补足语的述谓分词/形容词 ἐρρωμένας(健全的、强壮的),意为“保持灵魂的官能健全强壮”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:7.47-7.49